Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Μέχρι μὲν τῶν Ὀλυμπιάδων οὐδὲν ἀκριβὲς

v.1.p.565
ἱστόρηται τοῖς Ἕλλησι, πάντων συγκεχυμένων καὶ κατὰ μηδὲν αὑτοῖς τῶν πρὸ τοῦ συμφωνούντων· αἶ δὲ ἠκρίβωνται πολλοῖς, τῷ μὴ ἐκ πλείστου διαδτήματος, διὰ τετραετίας δὲ τὰς ἀναγραφὰς αὐτῶν ποιεῖσθαι τοὺς Ἕλληνας.

οὗ δὴ χάριν τὰς ἐνδοξοτάτας • καὶ μυθώδεις ἐπιλεξάμενος ἱστορίας μέχρι τῆς πρώτης Ὀλυμπιάδος ἐπιδραμοῦμαι· τὰς δὲ μετὰ ταῦτα συζεύξας κατὰ χρόνον ἑκάστας, εἴ τινες ἐπίσημοι, ταῖς Ἑλληνικαῖς τὰς Ἑβραι·κὰς, ἐξιστορῶν μὲν τὰ Ἑβραίων, ἐφαπτόμενος δὲ τῶν Ἑλληνικῶν, ἐφαρμόσω τόνδε τὸν τρόπον· λαβόμενος μιᾶς πράξεως Ἑβραικῆς ὁμοχρόνου πράξει ὑφ’ Ἑλλήνων ἱστορηθείσῃ, καὶ ταύτης ἐχόμενος , ἀφαιρῶν τε καὶ προστιθεὶς, τίς τε Ἕλλην, ἢ Πέρσης, ἢ καὶ ὁστισοῦν τῇ Ἐβραίων συνεχρόνισεν, ἐπισημειούμενος , ἴσως ἂν του σκοποῦ τύχοιμι.

“ ‘Εβραίων Ἑβραίων μὲν οὖν ἡ μετοικία ἐπισημοτάτη, αἰχμαλωτισθέντων ὑπὸ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος , παρέτεινεν ἔτη ὁ, καθὰ προεφήτευσεν Ἱερεμίας. τοῦ δὴ Ναβουχοδονόσορ μνημονεύει Βηρωσσὸς ὁ Βαβυλώνιος.

μετὰ δὲ τὰ ὁ τῆς αἰχμαλωσίας λωσίας ἔτη Κῦρος Περσῶν ἐβασίλευσεν, ᾧ ἔτει Ὀλυμπιὰς ἤχθη νέ, ὡς ἐκ τῶν Βιβλιοθηκῶν Διοδώρου καὶ τῶν Θαλλοῦ καὶ Κάστορος ἱστοριῶν, ἔτι δὲ Πολυβίου καὶ Φλέγοντος ἔστιν εὑρεῖν, ἀλλὰ καὶ ἑτέρων, οἷς ἐμέλησεν Ὀλυμπιάδων· ἅπασι γὰρ συνσυνεφώνησέν ὁ χρόνος.

Κῦρος δ’ οὖν τῷ πρώτῳ τῆς ἀρχῆς ἔτει , ὅπερ ἦν Ὀλυμπιάδος ωέ ἔτος τὸ πρῶτον, διὰ Ζοροβάβελ, καθ’ ὃν Ἰησοῦς ὁ Ἰωσεδὲκ, τὴν πρώτην καὶ μερικὴν ἀπόπεμψιν ἐποιήσατο τοῦ λαοῦ, πληρωθείσης τῆς ἑβδομηκονταετίας, ὡς ἐν τῷἝσδρᾳ παρὰ τοῖς Ἑβραίοις ἱστόρηται.

αἶ μὲν οὑν ἱστορίαι

v.1.p.566
συντρέχουσι Κύρου τε βασιλείας καὶ αἰχμαλωσίας τέλους, καὶ τὰ κατὰ τὰς Ὀλυμπιάδας οὕτως εἰς ἡμάς εὑρεθήσεται συμφωνήσαντα· τούτοις γὰρ ἑπόμενοι καὶ τὰς λοιπὰς ἱστορίας κατὰ τὸν αὐτὸν λόγον ἀλλήλαις ἐφαρμόσομεν.

τὰς δὲ πρὸ τούτων ὧδέ πως τῆς Ἀττικῆς χρονογραφίας ἀριθμουμένης , ἀπὸ Ὠγύγου τοῦ παρ’ ἐκείνοις αὐτόχθονος πιστευθέντος, ἐφ’ οὑ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῇ Ἀττικῇ κατακλυσμὸς, Φορωνέως Ἀργείων βασιλεύοντος, ὠς’ Ακουσίλαος ἱστορεῖ, μέχρι πρώτης Ὀλυμπιάδος , ὁπόθεν Ελληωες ἀκριβοῦν τοὺς χρόνους ἐνόμισαν, ἔτη συνάλεται χίλια εἴκοσιν, ὡς καὶ τοῖς προειρημένοις συμφωνεῖ καὶ τοῖς ἐξῆς δειχθήσεται.

ταῦτα γὰρ οἶ τὰ Ἀθηναίων ἱστοροῦντες, Ἑλλάνικός τε καὶ Φιλόχορος ὁ τὰς Ἀτθίδας, οἴ τε τὰ Συρία Κάστωρ καὶ Θαλλὸς, καὶ ὁ τὰ πάντων Διόδωρος ὁ τὰς Βιβλιοθήκας , ’Αλέξανδρός ξανδρός τε ὁ Πολυΐστωρ, οἵτινες τῶν καθ’ ἡμᾶς ἀκριβέστερον ἐμνήσθησαν καὶ τῶν Ἀττικῶν ἁπάντων. εἴ τις οὑν ἐν τοῖς χιλίοις εἴκοσιν ἔτεσιν ἐπίσημος ἱστορία τυγχάνει, κατὰ τὸ χρήσιμον ἐκλεγήσεται.’’

Καὶ μετὰ βραχέα ἐπιλέγει

“Φαμὲν τοίνυν ἔκ. γε τοῦδε τοῦ συγγράμματος Ὤγυγον, ὃς τοῦ πρώτου κατακλυσμοῦ γέγονεν ἐπώνυμος, νυμος, πολλῶν διαφθαρέντων διασωθεὶς, κατὰ τὴν ἀπ’ Αἰγύπτου τοῦ λαοῦ μετὰ Μώσεως ἔξοδον γεγενῆσθαι, τόνδε τὸν τρόπον.

ἐπὶ τὴν πρώτην Ὀλυμπιάδα τὴν προειρημένην ἀπὸ Ὠγύγου ἔτη δειχθήσεται θήσεται ἃκ · ἀπὸ δὲ τῆς πρώτης Ὀλυμπιάδος ἐπὶ τῆς νε' ἔτος πρῶτον, τουτέστιν ἐπὶ Κύρου βασιλείας ἔτος πρῶτον, ὅπερ ἦν αἰχμαλωσίας τέλος, ἴτη σίζ’. ἀπὸ Ὤγυγον τοίνυν ἐπὶ Κῦρον ἴτη ασλζ᾿. εἰ δ’ ἀναφέροι τις ἐπιλογιζόμενος ἀπὸ τοῦ τέλους τῆς

v.1.p.567
αἰχμαλωσίας ασλξ΄ ἔτη, κατὰ ἀνάλυσιν εὑρίσκεται ταὐτὸν διάστημα ἐπὶ τὸ πρῶτον ἔτος τῆς ἀπὸ Αἰγύπτου διὰ Μώσεως ἐξόδου Ἰσραὴλ, ὅσον ἀπὸ τῆς πεντηκοστῆς πέμπτης Ὀλυμπιάδος ἐπὶ Ὤγυγον, ὃς ἔκτισεν Ἐλευσῖνα. ὅθεν ἐπισημότερον ἔστι καταλαβεῖν τὴν Ἀττικὴν χρονογραφίαν.

Καὶ μεθ’ ἕτερα

“ Καὶ τοσαῦτα μὲν πρὸ Ὠγύγου ’ κατὰ δὲ τοὺς τούτου χρόνους ἐξῆλθε Μώσης ἀπ’ Αἰγύπτου· καὶ ὡς οὐκ ἄπιστον τότε ταῦτα συμβῆναι δείκνυμεν οὓτως.

ἀπὸ τῆς ἐξόδου Μώσεως ἐπὶ Κῦρον, ὃς ὃς ἐβασίλευσε μετὰ τὴν αἰχμαλωσίαν, ἔτη ασλξ΄. Μωσέως γὰρ ἔτη τὰ λοιπὰ τεσσαράκοντα· Ἰησοῦ τοῦ μετ’ ἐκεῖνον ἡγησαμένου ἔτη κε ’ πρεσβυτέρων ἔτη λ΄ τῶν μετὰ Ἰησοῦν Κριτῶν· τῶν τε ἐν τῇ βίβλῳ τῶν Κριτῶν περιεχομένων ἔτη ’. ἱερέων δὲ Ἤλει καὶ Σαμουὴλ ἔτη ς΄. τῶν δὲ ἑξῆς βασιλέων Ἐβραίων ἔτη τετρακόσια ς΄. τῆς δ’ αἰχμαλωσίας ἑβδομήκοντα, ἧς τὸ τελευταῖον ἔτος ἢν Κύρου βασιλείας ἔτος πρωτον, ’τον, ὡς προειρήκαμεν.

ἐπὶ δὲ τὴν πρώτην Ὀλυμπιάδα ἀπὸ Μώσεως ἔτη ἃκ, εἴπερ ἐπὶ πεντηκοστῆς πέμπτης ἔτος πρῶτον ἔτη ασλξ΄· κἀν τοῖς Ἑλληνινικοῖς συνέδραμεν ὁ χρόνος.

μετὰ δὲ Ὤγυγον, διὰ τὴν ἀπὸ τοῦ κατακλυσμοῦ πολλὴν φθορὰν, ἀβασίλευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ μέχρι Κέκροπος ἔτη ρπθ΄. τὸν γὰρ μετὰ Ὤγυγον Ἀκταῖον ἢ ἢ τὰ πλασσόμενα τῶν ὀνομάτων , οὐδὲ γενέσθαι φησὶ Φιλόζορος.”

Καὶ αὖθις

“ Ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κῦρον, ὁπόσα ἀπὸ Μώσεως ἐπὶ τὸν αὐτὸν χρόνον, ἔτη ασλξ΄. καὶ Ἑλλήνων δέ τινες ἱστοροῦσι κατὰ τοὺς αὐτοὺς χρόνους

v.1.p.568
γενέσθαι Μωσέα· Πολέμων μὲν ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν λέγων, ἐπὶ Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτίων στρατοῦ ἐξέπεσεν Αἰγύπτου, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν, αὐτοὶ δηλονότι οἱ μετὰ Μωσέως.

Ἀπίων δὲ ὁ Ποσειδωνίου, περιεργότατος γραμματικῶν, ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησι κατὰ Ἴναχον Ἄργους βασιλέα, Ἀμώσιος Αἰγυπτίων βασιλεύοντος, ἀπο- στῆναι Ἰουδαίους, ὧν ἡγεῖσθαι Μωσέα.

μέμνηται δὲ καὶ Ἡρόδοτος τῆς ἀποστασίας ταύτης καὶ Ἀμώσιος ἐν τῇ δευτέρᾳ· τρόπῳ δέ τινι καὶ Ἰουδαίων αὐτῶν, ἐν τοῖς περιτεμνομένοις αὐτοὺς καταριθμῶν, καὶ Ἀσσυρίους τοὺς ἐν τῇ Παλαιστίνῃ ἀποκαλῶν, τάχα δι᾿ Ἁβραάμ.

Πτολεμαῖος δὲ ὁ Μενδήσιος τὰ Αἰγυπτίων ἀνέκαθεν ἱστορῶν ἅπασι τούτοις συντρέχει· ὥστε οὐδ᾿ ἐπίσημος ἐπὶ πλέον ἡ τῶν χρόνων παραλλαγή.

σημειωτέον δὲ ὡς ὅ τι ποτὲ ἐξαίρετον Ἕλλησι δι᾿ ἀρχαιότητα μυθεύεται, μετὰ Μω- σέα τοῦθ᾿ εὑρίσκεται, κατακλυσμοί τε καὶ ἐκπυρώσεις, Προμηθεὺς, Ἰὼ, Εὐρώπη, Σπαρτοὶ, Κόρης ἁρπαγὴ, μυστήρια, νομοθεσίαι, Διονύσου πράξεις, Περσεὺς, ἆθλοι Ἡράκλειοι, Ἀργοναῦται, Κένταυροι, Μινώταυρος, τὰ περὶ Ἴλιον, Ἡρακλειδῶν κάθοδος, Ἰώνων ἀποικία, καὶ Ὀλυμπιάδες.

ἔδοξε δή μοι τῆς Ἀττικῆς βασιλείας τὸν προειρημένον ἐκτιθέναι χρόνον, παρατιθέναι μέλλοντι ταῖς Ἑβραϊκαῖς ἱστορίαις τὰς Ἑλληνικάς. ἐξέσται γὰρ τῷ βουλομένῳ, παρ᾿ ἐμοῦ τὴν ἀρχὴν κομιζομένῳ, λογίζεσθαι τὸν ἀριθμὸν ὁμοίως ἐμοί.”