Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ταῦτα εἰπὼν ἐπιλέγει μεθ’ ἕτερα

“Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προιουσῶν παρανομίας ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ’ ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων.”

Τοσαῦτα καὶ ὁ Πορφύριος οὐ μᾶλλον ἢ ὁ Θεόφραστος. ἐπισφράγισμα δὲ τοῦ λόγου γένοιτ’ ἂν ἡμῖν ὁ Πλάτων’ ἐν Κρατύλῳ, πρόσθεν τῶν εἰφημένων αὐτῷ περὶ τῶν Ἑλλήνων ὧδέ πη φάσκων πρὸς ῥῆμα

Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ θεῖν θεοὺς αὐτοὺς ἐπονομάσαι.”

Ἀλλ’ ὅτι μὲν οἱ πρῶτοι καὶ παλαίτατοι τῶν ἀνθρώπων οὔτε ναῶν οἰκοδομίαις προσεῖχον οὔτε ξοάνων ἀφιδρύμασιν, οὔπω τότε γραφικῆς οὐδὲ πλαστικῆς ἢ γλυπτικῆς ἢ ἀνδριαντοποιητικῆς τέχνης ἐφευρημένης, οὐδὲ μὴν οἰκοδομικῆς οὐδὲ ἀρχιτεκτονικῆς πω συνεστώσης, παντί τῳ οἶμαι συλλογιζομένῳ δῆλον εἶναι.

ὅτι δὲ οὐδὲ τῶν μετὰ ταῦτα [*](14 Πλάτων’ ἐν Κρατύλῳ] p. 397 c.)

v.1.p.36
κατωνομασμένων θεῶν τε καὶ ἡρώων μνήμη τις τοῖς τότε παρῆν, οὔτ’ οὖν τις ἦν αὐτοῖς Ζεὺς, οὐ Κρόνος, οὐ Ποσειδῶν, οὐκ Ἀπόλλων, οὐχ Ἥρα, οὐκ Ἀθηνᾶ, οὐ Διόνυσος, οὐδέ τις ἕτερος θήλειά τε καὶ ἄρρην θεὸς, οἷοι μετὰ ταῦτα μυρίοι παρά τε βαρβάροις καὶ Ἕλλησιν, ἀλλ’ οὐδὲ δαίμων τις ἀγαθὸς ἢ φαῦλος ἐν ἀνθρώποις ἐθαυμάζετο, μόνα δὲ τὰ φαινόμενα τῶν οὐρανίων ἄστρων, παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, θεῶν τε προσηγορίας, ὡς αὐτοί φασιν, ἐτύγχανε, καὶ οὐδὲ ταῦτα ταῖς διὰ ζῴων θυςίαις καὶ ταῖς μετὰ ταῦτα περινοηθείσαις τιμαῖς ἐθρησκεύετο, οὐχ ἡμέτερος ὁ λόγος, οἴκοθεν δὲ καὶ ἐξ αὐτῶν Ἑλλήνων ἡ μαρτυρία, διὰ τῶν προτεθειμενων φωνῶν καὶ τῶν αὖθις ἑξῆς παρατεθησομένων τὴν ἀπόδειξιν παρασχομένη.

τοῦτο δὲ καὶ οἱ ἱεροὶ καθ’ ἡμᾶς διδάσκουσι λόγοι, πᾶσι μὲν τοῖς ἔθνεσι τὸ κατ’ ἀρχὰς τὴν τῶν ὁρωμενων φωστήρων τιμὴν ἀπονενεμῆσθαι περιέχοντες, μόνῳ δὲ τῷ Ἑβραςιων γένει τὴν ἐποπτείαν ἀνατεθεῖσθαι [τῆς θεωρίας] τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεοῦ καὶ τῆς εἰς αὐτὸν ἀληθοῦς εὐσεβείας.

οὐκ ἄρα τις ἦν θεογονίας Ἑλληνικῆς ἢ βαρβαρικῆς τοῖς παλαιτάτοις τῶν ἀνθρώπων λόγος, οὐδὲ ξοάνων ἀψύχων ἵδρυσις οὐδ’ ἡ νῦν πολλὴ φλυαρία τῆς τῶν θεῶν ἀρρένων τε καὶ θηλειῶν κατονομασίας.

εἱ γοῦν προσηγορίαι καὶ τὰ ὀνόματα ἐξ ἀνθρώπων ὕστερον ἐφευρημένα οὔπω τότε ἐν ἀνθρώποις ἐγνωρίζετο, ἀλλ’ οὐδὲ δαιμόνων καὶ πνευμάτων ἀφανῶν ἀνακλήσεις, οὐκ ἔκτοποι περὶ θεῶν καὶ ἡρώων μυθολογίαι, οὐκ ἀπορρήτων τελετῶν μυστήρια, οὐδ’ ὅλως τι τῆς πολλῆς καὶ ἀδολέσχου τῶν μετέπειτα ἀνδρῶν δεισιδαιμονίας.

ἀνθρώπων ἄρα ταῦτα ἦν εὑρήματα καὶ θνητῆς

v.1.p.37
φύσεως ἀναπλάσματα, μᾶλλον δὲ τρόπων αἰσχρῶν καὶ ἀκολάστων ἐπιτεχνήματα, κατὰ τὸ παρ’ ἡμῖν θεῖον λόγιον τὸ φάσκον “ἀρχὴ πορνείας ἐπίνοια εἰδώλω.”

ἡ γοῦν τῶν ἐθνῶν ἁπάντων πολύθεος πλάνη μακροῖς ὕστερον αἰῶσι πέφανται, ἀρξαμένη μὲν ἀπὸ Φοινίκων καὶ· Αἰγυπτίων , διαβᾶσα δὲ ἐκ τούτων ἐπί τε τὰ λοιπὰ ἔθνη καὶ μέχρις αὐτῶν Ἑλλήνων, ὡς καὶ τοῦτο πάλιν ἡ τῶν παλαιτάτων ἱστορία κατέχει, ἣν καὶ αὐτὴν ἐπισκέψασθαι καιρὸς ἀπὸ τῶν Φοινικικῶν ἀρξαμένους.

Ἱστορεῖ δὲ ταῦτα Σαγχουνιάθων, ἀνὴρ παλαίτατος καὶ τῶν Τρωικῶν χρόνων, ὥς φασι, πρεσβύτερος, ὃν καὶ ἐπ’ ἀκριβείᾳ καὶ ἀληθείᾳ τῆς Φοινικικῆς ἱστορίας ἀποδεχθῆναι μαρτυροῦσι. Φίλων δὲ τούτου πᾶσαν τὴν συγγραφὴν ὁ Βύβλιος, οὐχ ὁ Ἑβραῖος, μεταβαλὼν ἀπὸ τῆς Φοινίκων γλώττης ἐπὶ τὴν Ἑλλάδα φωνὴν ἐξέδωκε. μέμνηται τούτων ὁ καθ’ ἡμᾶς τὴν καθ’ ἡμῶν πεποιημένος συσκευὴν ἐν τετάρτῳ τῆς πρὸς ἡμᾶς ὑποθέσεως, ὧδε τῷ ἀνδρὶ μαρτυρῶν πρὸς λέξιν