Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Τοὺς δ’ οὖν κατ’ Αἴγυπτον ἀνθρώπους τὸ παλαιὸν γενομένους ἀναβλέψαντας εἰς τὸν κόσμον, καὶ τὴν τῶν ὅλων φύσιν καταπλαγέντας τε καὶ θαυμάσαντας, ὑπολαβεῖν εἶναι δύο θεοὺς ἀïδίους τε καὶ πρώτους, τόν τε ἤλιον καὶ τὴν σελήνην, ὧν τὸν μὲν Ὄσιριν, τὴν δὲ Ἰσιν ὀνομάσαι, ἀπό τινος ἐτύμου τεθείσης ἑκατέρας τὴς προσηγοοίας.

υεθερμηνευομένων γὰρ τούτων εἰς τὸν Ελληνικὸν τῆς διαλέκτου τρόπον εἶναι μὲν τὸν Ὂσιριν πολυόφθλμον, εἰκότως· πάντη γὰρ ἐπιβαλλοντα τὰς ἀκτῖνας ὡσπερ πολλοῖς ὀφθαλμοῖς βλέπειν ἂπασαν γῆν καὶ θάλατταν· καὶ τὸν ποιητὴν δὲ λέγειν σύμφωνα τούτοις, [*](17 Διόδωρον] 1, 11.)

v.1.p.33
  • Ἠέλιός θ’ ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις.
  • τῶν δὲ παρ’ Ἓλλησι παλαιῶν μυθολόγων τινὲς τὸν Ὄσιριν Διόνυσον προσονομάζουσι καὶ Σείριον παρωνύμως. ὧν Εὔμολπος μὲν ἐν τοῖς Βακχικοῖς ἔπεσί φησιν

  • ἀστροφαῆ Διόνυσον ἐν ἀκτίνεσσι πυρωπόν.
  • Ὀρφεὺς δὲ
  • τοὔνεκά μιν καλέουσι Φάνητά τε καὶ Διόνυσον.
  • φασὶ δέ τινες καὶ τὸ ἔναμμα αὐτῷ τὸ τῆς νεβρίδος ἀπὸ τῆς τῶν ἄστρων ποικιλίας περιῆφθαι.

    τὴν δὲ Ἰσιν μεθερμηνευομένη εἶναι παλαιὰν, τεθειμένης τῆς προσηγορίας τῇ σελήνῃ ἀπὸ τῆς ἀιδίου καὶ παλαιᾶς γενέσεως· κέρατα δ’ αὐτῇ περιτιθέασιν ἀπό τε τῆς ὄψεως, ἣν ἔχουσα φαίνεται καθ’ ὃν ἂν χρόνον ὑπάρχῃ μηνοειδὴς, καὶ ἀπὸ τῆς καθιερωμένης αὐτῇ βοὸς παρ’ Αἰγυπτίοις. τούτους δὲ τοὺς θεοὺς ὑφίστανται τὸν σύμπαντα κόσμον διοικεῖν.

    Τοιαῦτα μὲν οὖν καὶ ταῦτα. ἔχεις δὲ καὶ ἐν τῇ Φοινικικῇ θεολογίᾳ ὡς ἄρα Φοινίκων οἶ πρῶτοι φυσικοὶ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον, καὶ ὅτι τούτοις οἶ παλαίτατοι τὰ τῆς γῆς ἀφιέρωσαν βλαστήματα, καὶ θεοὺς ἐνόμισαν, καὶ προσεκύνουν ταῦτα, ἀφ’ ὧν αὐτοί τε διεγίνοντο καὶ οἶ ἑπόμενοι, καὶ οἱ πρὸ αὐτῶν πάντες, καὶ χοὰς καὶ ἐπιχύσεις ἐτέλουν· ἔλεον δὲ καὶ οἶκτον καὶ κλαυθμὸν βλαστήματι γῆς ἀπιόντι καθιέρουν, καὶ γενέσει ζῴων ἐκ γῆς πρώτῃ καὶ τῇ ἐξ ἀλλήλων καὶ τελευτῇ, καθ’ ἣν τοῦ ζῆν ἀπήρχοντο.

    αὗται δ’ ἦσαν αἶ ἐπίνοιαι τῆς προσκυνήσεως ὅμοιαι τῇ αὐτῶν ἀσθενείᾳ καὶ ψυχῆς ἔτι ἀτολμίᾳ. ταῦτα καὶ ἡ Φοινί-

    v.1.p.34
    κῶν γραφὴ, ὡς ἐξῆς ἀποδειχθήσεται. ἀλλὰ καὶ τῶν καθ’ ἡμᾶς γεγονὼς αὐτὸς ἐκεῖνος, ὁ ταῖς καθ’ ἡμῶν λαμπρυνόμενος δυσφημίαις, ἐν οἶς ἐπέγραψε ‘‘Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς,” καὶ τῶν παλαιῶν ἀρχαιότητος τὴν μνήμην ὧδέ πως αὐτολεξεὶ, Θεοφράστῳ μάρτυρι χρώμενος, παρατίθεται

    “Ἀνάριθμος μέν τις ἔοικεν εἶναι χρόνος, ἀφ’ οὗ τό γε πάντων λογιώτατον γένος, ὥς φησι Θεόφραστος, καὶ τὴν ἱερωτάτην ὑπὸ τοῦ Νείλου κτισθεῖσαν χώραν κατοικοῦν, ἤρξαντο οἱ πρῶτοι ἐφ’ ἑστίας τοῖς οὐρανίοις θεοῖς θύειν, οὐ σμύρνης οὐδὲ κασίας καὶ λιβανωτοῦ κρόκῳ μιχθέντων ἀπαρχάς· πολλαῖς γὰρ γενεαῖς ὕστερα παρελήφθη ταῦτα, καὶ πλάνης μαστὴρ ὁ ἄνθρωπος γιγνόμενος τῆς ἀναγκαίας ζωῆς μετὰ πολλῶν πόνων καὶ δακρύων σταγόνας τούτων ἀπήρξατο τοῖς θεοῖς·)

    οὐ τούτων οὖν ἔθυον πρόερον, ἀλλὰ χλόης οἱονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι. δένδρα μὲν γὰρ δὴ πρὸ ζῴων ἀνέδωκεν ἡ γῆ, τῶν δένδρων δὲ πολὺ πρόσθεν τὴν ἐπέτειον γεννωμένην πόαν· ἧς δρεπόμενοι φύλλα καὶ ῥίζας καὶ τοὺς ὅλους τῆς φύσεως αὐτῶν βλαστοῦς κατέκαιον, ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς τῇ θυσίᾳ δεξιούμενοι, καὶ τοῦ πυρὸς ἀπαθανατίςοντες αὐτοῖς τὰς τιμάς.

    τούτοις γὰρ καὶ τὸ πῦρ ἀθάνατον ἐφύλαττον ἐν τοῖς ἱεροῖς, ὡς ὂν μάλιστα αὐτοῖς ὁμοιότατον. ἐκ δὲ τῆς θυμιάσεως τῶν ἀπὸ γῆς θυμιατήριά τε ἐκάλουν καὶ τὸ θύειν καὶ θυσίας, ἃ δὴ ἡμεῖς ὡς τὴν ὑστέραν πλημμέλειαν σημαίνοντα οὐκ ὀρθῶς ἐξακούομεν, τὴν διὰ τῶν ζῴων δοκοῦσαν θεραπείαν καλοῦντες θυσίαν.

    τοσοῦτον 30] [*](7 Ἀνάριθμος — ] Porpyhr. De abstin. 2, 5 et 7.)

    v.1.p.35
    δὲ τοῖς παλαιοῖς τοῦ μὴ παραβαίνειν τὸ ἔθος ἔμελεν ὡς κατὰ τῶν ἐκλειπόντων τὸ ἀρχαῖον, ἐπεισαγόντων δὲ ἕτερον, ἀρασαμένους ἀρώματα τὰ θυμιώμενα προσαγορεύσαι.

    Ταῦτα εἰπὼν ἐπιλέγει μεθ’ ἕτερα

    “Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προιουσῶν παρανομίας ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ’ ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων.”

    Τοσαῦτα καὶ ὁ Πορφύριος οὐ μᾶλλον ἢ ὁ Θεόφραστος. ἐπισφράγισμα δὲ τοῦ λόγου γένοιτ’ ἂν ἡμῖν ὁ Πλάτων’ ἐν Κρατύλῳ, πρόσθεν τῶν εἰφημένων αὐτῷ περὶ τῶν Ἑλλήνων ὧδέ πη φάσκων πρὸς ῥῆμα

    Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι, οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ θεῖν θεοὺς αὐτοὺς ἐπονομάσαι.”

    Ἀλλ’ ὅτι μὲν οἱ πρῶτοι καὶ παλαίτατοι τῶν ἀνθρώπων οὔτε ναῶν οἰκοδομίαις προσεῖχον οὔτε ξοάνων ἀφιδρύμασιν, οὔπω τότε γραφικῆς οὐδὲ πλαστικῆς ἢ γλυπτικῆς ἢ ἀνδριαντοποιητικῆς τέχνης ἐφευρημένης, οὐδὲ μὴν οἰκοδομικῆς οὐδὲ ἀρχιτεκτονικῆς πω συνεστώσης, παντί τῳ οἶμαι συλλογιζομένῳ δῆλον εἶναι.

    ὅτι δὲ οὐδὲ τῶν μετὰ ταῦτα [*](14 Πλάτων’ ἐν Κρατύλῳ] p. 397 c.)

    v.1.p.36
    κατωνομασμένων θεῶν τε καὶ ἡρώων μνήμη τις τοῖς τότε παρῆν, οὔτ’ οὖν τις ἦν αὐτοῖς Ζεὺς, οὐ Κρόνος, οὐ Ποσειδῶν, οὐκ Ἀπόλλων, οὐχ Ἥρα, οὐκ Ἀθηνᾶ, οὐ Διόνυσος, οὐδέ τις ἕτερος θήλειά τε καὶ ἄρρην θεὸς, οἷοι μετὰ ταῦτα μυρίοι παρά τε βαρβάροις καὶ Ἕλλησιν, ἀλλ’ οὐδὲ δαίμων τις ἀγαθὸς ἢ φαῦλος ἐν ἀνθρώποις ἐθαυμάζετο, μόνα δὲ τὰ φαινόμενα τῶν οὐρανίων ἄστρων, παρὰ τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, θεῶν τε προσηγορίας, ὡς αὐτοί φασιν, ἐτύγχανε, καὶ οὐδὲ ταῦτα ταῖς διὰ ζῴων θυςίαις καὶ ταῖς μετὰ ταῦτα περινοηθείσαις τιμαῖς ἐθρησκεύετο, οὐχ ἡμέτερος ὁ λόγος, οἴκοθεν δὲ καὶ ἐξ αὐτῶν Ἑλλήνων ἡ μαρτυρία, διὰ τῶν προτεθειμενων φωνῶν καὶ τῶν αὖθις ἑξῆς παρατεθησομένων τὴν ἀπόδειξιν παρασχομένη.

    τοῦτο δὲ καὶ οἱ ἱεροὶ καθ’ ἡμᾶς διδάσκουσι λόγοι, πᾶσι μὲν τοῖς ἔθνεσι τὸ κατ’ ἀρχὰς τὴν τῶν ὁρωμενων φωστήρων τιμὴν ἀπονενεμῆσθαι περιέχοντες, μόνῳ δὲ τῷ Ἑβραςιων γένει τὴν ἐποπτείαν ἀνατεθεῖσθαι [τῆς θεωρίας] τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ θεοῦ καὶ τῆς εἰς αὐτὸν ἀληθοῦς εὐσεβείας.

    οὐκ ἄρα τις ἦν θεογονίας Ἑλληνικῆς ἢ βαρβαρικῆς τοῖς παλαιτάτοις τῶν ἀνθρώπων λόγος, οὐδὲ ξοάνων ἀψύχων ἵδρυσις οὐδ’ ἡ νῦν πολλὴ φλυαρία τῆς τῶν θεῶν ἀρρένων τε καὶ θηλειῶν κατονομασίας.

    εἱ γοῦν προσηγορίαι καὶ τὰ ὀνόματα ἐξ ἀνθρώπων ὕστερον ἐφευρημένα οὔπω τότε ἐν ἀνθρώποις ἐγνωρίζετο, ἀλλ’ οὐδὲ δαιμόνων καὶ πνευμάτων ἀφανῶν ἀνακλήσεις, οὐκ ἔκτοποι περὶ θεῶν καὶ ἡρώων μυθολογίαι, οὐκ ἀπορρήτων τελετῶν μυστήρια, οὐδ’ ὅλως τι τῆς πολλῆς καὶ ἀδολέσχου τῶν μετέπειτα ἀνδρῶν δεισιδαιμονίας.

    ἀνθρώπων ἄρα ταῦτα ἦν εὑρήματα καὶ θνητῆς

    v.1.p.37
    φύσεως ἀναπλάσματα, μᾶλλον δὲ τρόπων αἰσχρῶν καὶ ἀκολάστων ἐπιτεχνήματα, κατὰ τὸ παρ’ ἡμῖν θεῖον λόγιον τὸ φάσκον “ἀρχὴ πορνείας ἐπίνοια εἰδώλω.”

    ἡ γοῦν τῶν ἐθνῶν ἁπάντων πολύθεος πλάνη μακροῖς ὕστερον αἰῶσι πέφανται, ἀρξαμένη μὲν ἀπὸ Φοινίκων καὶ· Αἰγυπτίων , διαβᾶσα δὲ ἐκ τούτων ἐπί τε τὰ λοιπὰ ἔθνη καὶ μέχρις αὐτῶν Ἑλλήνων, ὡς καὶ τοῦτο πάλιν ἡ τῶν παλαιτάτων ἱστορία κατέχει, ἣν καὶ αὐτὴν ἐπισκέψασθαι καιρὸς ἀπὸ τῶν Φοινικικῶν ἀρξαμένους.

    Ἱστορεῖ δὲ ταῦτα Σαγχουνιάθων, ἀνὴρ παλαίτατος καὶ τῶν Τρωικῶν χρόνων, ὥς φασι, πρεσβύτερος, ὃν καὶ ἐπ’ ἀκριβείᾳ καὶ ἀληθείᾳ τῆς Φοινικικῆς ἱστορίας ἀποδεχθῆναι μαρτυροῦσι. Φίλων δὲ τούτου πᾶσαν τὴν συγγραφὴν ὁ Βύβλιος, οὐχ ὁ Ἑβραῖος, μεταβαλὼν ἀπὸ τῆς Φοινίκων γλώττης ἐπὶ τὴν Ἑλλάδα φωνὴν ἐξέδωκε. μέμνηται τούτων ὁ καθ’ ἡμᾶς τὴν καθ’ ἡμῶν πεποιημένος συσκευὴν ἐν τετάρτῳ τῆς πρὸς ἡμᾶς ὑποθέσεως, ὧδε τῷ ἀνδρὶ μαρτυρῶν πρὸς λέξιν