Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Περὶ μὲν οὑν θεῶν τίνας ἐννοίας ἔσχον οἱ πρῶτοι καταδείξαντες τιμὰν τὸ θεῖον καὶ περὶ τῶν μυθολογουμένων ἑκάστου τῶν ἀθανάτων τὰ μὲν πολλὰ συντάξασθαι πειρασόμεθα κατ’ ἰδίαν, διὰ τὸ τὴν ὑπόθεσιν ταύτην πολλοῦ λόγου προσδεῖσθαι [*](27 Περὶ μὲν οὖν — ] Diodonis 1, 6 — 8.)

v.1.p.22
ὅσα δ’ ἂν ταῖς προκειμέναις ἱστορίαις ἐοικότα δόξωμεν ὑπάρχειν παραθήσομεν ἐν κεφαλαίοις, ἔνα μηδὲν τῶν ἀκοῆς ἀξίων ἐπιζητῆται.

περὶ δὲ τοῦ γένους τῶν ἀπάντων ἀνθρώπων καὶ τῶν πραχθέντων ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ὡς ἂν ἐνδέχηται περὶ τῶν οὕτω παλαιῶν, ἀκριβῶς ἀναγράψομεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων ἀρξάμενοι.”

“Περὶ τῆς πρώτης τοίνυν γενέσεως τῶν ἀνθρώπων διτταὶ γεγόνασιν ἀποφάνσεις παρὰ τοῖς νομιμωτάτοις τῶν τε φυσιολόγων καὶ τῶν ἱστορικόν. οἱ μὲν γὰρ αὐτῶν ἀγένητον καὶ ἄφθαρτον ὑποστησά μενοι τὸν τὸν κόσμον ἀπεφήναντο καὶ τὸ γένος τῶν ἀνθρώτων ἐξ αἰῶνος ὑπάρχειν, μηδέποτε τῆς αὐτῶν τεκνώσεως ἀρχὴν ἐσχηκυίας, οἱ δὲ γενητὸν καὶ φθαρτὸν εἶναι νομίσαντες ἔφησαν ὁμοίως ἐκείνοις τοὺς ἀνθρώπους τυχεῖν τῆς πρώτης γενέσεως ὡρισμένοις χρόνοις.

κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμιγμένης αὐτῶν τῆς φύσεως· μετὰ δὲ ταῦτα διαστάντων τῶν σωμάτων ἀπ’ ἀλλήλων τὸν μὲν κόσμον περιλαβεῖν ἅπασαν τὴν ὁρωμένην ἐν αὐτῷ σύνταξιν, τὸν δ’ ἀέρα κινήσεως τυχεῖν συνεχοῦς, καὶ τὸ μὲν πυρῶδες αὐτοῦ πρὸς τοὺς μετεωροτάτους τόπους συνδραμεῖν, ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύς ἕως διὰ τὴν κουρότητα· ἀφ’ ἧς αἰτίας τὸν μὲν ἥλιον καὶ τὸ λοιπὸν πλῆθος τῶν ἄστρων ἐναποληφθῆναι τῇ πάσῃ δίνῃ, τὸ δὲ ἰλυῶδες καὶ θολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως ἐπὶ ταὐτὸ καταστῆναι διὰ τὸ βάρος· εἱλούμενον δ’ ἐν ἑαυτῷ καὶ συστρεφόμενον συνεχῶς ἐκ μὲν τῶν ὑγρῶν τὴν θάλατταν, ἐκ δὲ τῶν στερεμνιωτέρων ποιῆσαι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλήν

ταύτην δὲ τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυ-

v.1.p.23
ρὸς καταλάμψαντος πῆξιν λαβεῖν, ἔπειτα διὰ τὴν θερμασίαν ἀναζυμουμένης τῆς ἐπιφανείας συνοιδῆσαί τινα τῶν ὑγρῶν κατὰ πολλοὺς τόπους, καὶ γενέσθαι περὶ αὐτὰ σηπεδόνας ὑμέσι λεπτοῖς περιεχομένας, ὅπερ ἐν τοῖς ἕλεσι καὶ τοῖς λιμνάζουσι τῶν τόπων ἔτι καὶ νῦν ὁρᾶσθαι γινόμενον, ἐπειδὰν τῆς χώας κατεψυγμένης ἄφνω διάπυρος ἀὴρ γένηται, μὴ λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατ’ ὀλίγον.

ζωογονουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς θερμασίας τὸν εἰρημένον μένοντρόπον τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὁμίχλης, τὰρ δ’ ἡμέρας ὑπὸ τοῦ καύματος στερεοῦσθαι· τὸ δὲ ἔσχατον τῶν κυοφορουμένων τὴν τελείαν αὒξησιν λαβόντων καὶ τῶν ὑμένων διακαυθέντων τε καὶ περιρραγέντων ἀναφυῆναι παντοδαποὺς τύπους ζώων.

τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκὀτα πρὸς τοὺς μετεώρους τόπους ἀπελθεῖν γενόμενα πτηνὰ, τὰ δὲ γεώδους ἀντεχόμενα συγκρίσως ἐν τῇ τῶν ἑρπετῶν καὶ τῇ τῶν ἄλλων τῶν ἐπιγείων τάξει καταριθμηθῆναι, τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετειληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν ὀνομασθέντα πλωτά.

τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυὸς καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασθαι μηδὲν τῶν μειζόνων ζωογονεῖν, ἀλλ’ ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων.

ἔοικε δὲ περὶ τῆς τῶν ὅλων φύσεως οὐδ’ Εὐριπίδης διαφωνεῖν τοῖς προειρημένοις, μαθητὴς ὣν Ἀναξαγόρου τοῦ φυσικοῦ. ἐν γὰρ τῇ Μελανίππῃ τίθησιν οὕτως

  • ὡς οὐρανός τε γαῖά τ’ ἢν μορφὴ μία·
  • ἐπεὶ δ’ ἐχωρίσθησαν ἀλλήλων δίχα,
  • v.1.p.24
  • τίκτουσι πάντα, κἀνέδωκαν εἰς φάος
  • δένδρη, πετεινὰ, θῆρας, οὕς θ’ ἅλμη τρέφει,
  • γένος τε θνητῶν.”
  • Καὶ περὶ μὲν τῆς πρώτης τῶν ὅλων γενέ- σεως τοιαῦτα παρειλήφαμεν· τοὺς δὲ ἐξ ἀρχῆς γεννηθέντας τῶν ἀνθρώπων φασὶν ἐν ἀτάκτῳ καὶ θηριώδει βίῳ καθεστῶτας σποράδην ἐπὶ τὰς νομὰς ἐξιέναι, καὶ προσφέρεσθαι τῆς τε βοτάνης τὴν προσηνεστάτην καὶ τοὺς αὐτομάτους ἀπὸ τῶν δένδρων καρπούς· καὶ πολεμουμένους μὲν ὑπὸ τῶν θηρίων ἀλλήλοις βοηθεῖν ὑπὸ τοῦ συμφέροντος διδασκομένους, ἀθροιζομένους δὲ διὰ τὸν φόβον ἐπιγινώσκειν ἐκ τοῦ κατὰ μικρὸν τοὺς ἀλλήλων τύπους·

    τῆς φωνῆς δὲ ἀσήμου καὶ συγκεχυμένης ὑπαρχούσης ἐκ τοῦ κατ’ ὀλίγον διαρθροῦν τὰς λέξεις, καὶ πρὸς ἀλλήλους τιθέντας σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων γνώ- ριμον σφίσιν αὐτοῖς ποιήσαι τὴν περὶ ἁπάντων ἑρμηνείαν.

    τοιούτων δὲ συστημάτων γινομένων καθ’ ἅπασαν τὴν οἰκουμένην, οὐχ ὁμόφωνον πάντας ἔχειν τὴν διάλεκτον, ἑκάστων ὡς ἔτυχεν συνταξάντων τὰς λέξεις· διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας διαλέκτων καὶ τὰ πρῶτα γενόμενα συστήματα τῶν ἁπάντων ἐθνῶν ἀρχέγονα γενέσθαι.

    τοὺς οὖν πρώτους τῶν ἀνθρώπων μηδὲν τῶν πρὸς τὸν βίον χρησίμων εὑρημένων ἐπιπόνως διάγειν, γυμνοὺς μὲν ἐσθῆτος ὄντας, οἰκήσεως δὲ καὶ πυρὸς ἀήθεις, τροφῆς δ’ ἡμέρου παντελῶς ἀνεννοήτους. καὶ γὰρ τὴν συγκομιδὴν τῆς ἀγρίας τροφῆς ἀγνοοῦντας μηδεμίαν τῶν καρπῶν εἰς τὰς ἐνδείας ποιεῖσθαι παράθεσιν· διὸ καὶ πολλοὺς αὐτῶν ἀπόλλυσθαι κατὰ τοὺς χειμῶνας διά τε τὸ ψῦχος καὶ τὴν σπάνιν τῆς τροφῆς.

    ἐκ δὲ τούτου κατ’ ὀλίγον ὑπὸ τῆς πείρας

    v.1.p.25
    διδασκομένους εἴς τε τὰ σπήλαια καταφεύγειν ἐν τῷ χειμῶνι καὶ τῶν καρπῶν τοὺς φυλάττεσθαι δυναμένους ἀποτίθεσθαι. γνωσθέντος δὲ τοῦ πυρὸς καὶ τῶν ἄλλων χρησίμων κατὰ μικρὸν καὶ τὰς τέχνας ἐξευρεθῆναι καὶ τὰ ἄλλα τὰ δυνάμενα τὸν κοινὸν βίον ὠφελῆσαι.

    καθόλου γὰρ πάντων τὴν χρείαν αὐτὴν διδάσκαλον γενέσθαι τοῖς ἀνθρώποις ὑφηγουμένην οἰκείως τὴν ἑκάστου μάθησιν εὐφυεῖ ζῴῳ καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν. καὶ περὶ μὲν τῆς πρώτης γενέσεως τῶν ἀνθρώπων καὶ τοὐ παλαιοτάτου βίου τοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, στοχαζόμενοι τῆς συμμετρίας.”

    Τοσαῦτα μὲν ὁ δηλωθεὶς συγγραφεὺς, οὐδὲ μέχρις ὀνόματος τοῦ θεοῦ μνημονεύσας ἐν τῇ κοσμογοίᾳ, συντυχικὴν δέ τινα καὶ αὐτόματον εἰσηγησάμενος τὴν τοῦ παντὸς διακόσμησιν. τούτῳ δ’ ἂν εὓροις συμφώνους καὶ τοὺς πλείστους τῶν παρ’ Ἕλλησι φιλοσόφων, ὧν ἐγώ σοι τὰς περὶ ἀρχῶν δόξας καὶ τὰς πρὸς ἀλλήλους διαστάσεις καὶ διαφωνίας, ἐκ στοχασμῶν, ἀλλ’ οὐκ ἀπὸ καταλήψεως ὁρμηθείσας, ἀπὸ τῶν Πλουτάρχου Στρωματέων ἐπὶ τοῦ παρόντος ἐκθήσομαι. σὺ δὲ μὴ παρέργως, σχολῇ δὲ καὶ μετὰ λογισμοῦ θέα τῶν δηλουμένων τὴν πρὸς ἀλλήλους διάστασιν.