Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τὸν χριστιανισον, ὅ τι ποτέ ἐστιν, ἠγούμενος τοῖς οὐκ εἰδόσι παραστήσασθαι διὰ τῆς προδειμένης πραγματείας τὴν εὐαγγελικὴν ἀπόδειξιν περιέξειν ἐπαγγελλομένης, τήνδε σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε, φίλη θεοῦ καὶ ἱερὰ κεφαλὴ, σὺν εὐχαῖς ἐπεφώνησα, εἴ πως ἄρα τῆς παρὰ σοῦ τύχοιμι βοηθείας, ταῖς φιλοθέοις ὑπὲρ ἡμῶν ἱερουργίαις τὰ μεγάλα μοι συμπράττοντος εἰς τὴν προβεβλημένην τῆς εὐαγγελικῆς διδασκαλίας ὑπόθεσιν.

ἀλλὰ γὰρ τί βούλεται τοῦτο δηλοῦν ὅ φαμεν εὐαγγέλιον πρῶτον ἁπάντων διαρθρῶσαι καλόν. τοῦτο δὴ πᾶσιν ἀνθρώποις τὴν παρουσίαν τῶν ἀνωτάτω καὶ μεγίστων ἀγαθῶν, πάλαι μὲν προηγορευμένων, νεωστὶ δὲ τοῖς πᾶσιν ἐπιλαμψάντων, εὐαγγελίζεται, οὐ τὸν οὐ βλέποντα πλοῦτον, οὐδὲ τὴν σμικρὰν καὶ πολυπαθῆ ταύτην ζωὴν προξενοῦν, οὐδ’ ὅσα σώματος καὶ φθορὰς οἰκεῖα, τὰ δὲ ψυχαῖς νοερὰν οὐσίαν κεκτημέναις φίλα τε καὶ προσήγορα, ὧν καὶ τὰ σώματα ἐξῆπται, σκιὰς ἐφεπόμενα δίκην.

εἴη δ’ ἂν τούτων τὸ κεφάλαιον εὐσέβεια, οὐχ ἡ ψευδώνυμος καὶ πολυπλανὴς, ἀλλ’

v.1.p.2
ἡ σὺν ἀληθείᾳ τὴν προσηγορίαν ἐπιγραφομένη. ἔστι δὲ αὕτη ἡ πρὸς τὸν ἔνα καὶ μόνον ὡς ἀληθῶς ὁμολογούμενόν τε καὶ ὄντα θεὸν ἀνάνευσις καὶ ἡ κατὰ τοῦτον ζωὴ, ἐξ ἧς καὶ ἡ πρὸς αὐτὸν ἐγγίνεται φιλία, ἡ παρέπεται τὸ θεοφιλὲς ὄντως καὶ τρισμακάριον τέλος, ἄνωθεν ἐκ τῶν κρειττόνων ἀπῃωρημένον καὶ πρὸς αὐτὰ διακυβρνώμενον καὶ αὖ πάλιν εἰς αὐτὰ καταλῆγον.

τί οὖν ἂν γένοιτο τῆς ἀγαθῆς ταύτης καὶ πανολβίου θεοφιλίας μακαριστότερον; οὐχὶ καὶ ζωῆς αὐτὸς καὶ φωτὸς καὶ ἀληθείας καὶ πάντων ἀγαθῶν ταμίας καὶ χορηγὸς τοῖς πᾶσι καθέστηκεν; οὐχὶ καὶ τοῦ εἶναι τὰ πάντα καὶ τοῦ ζῆν αὐτὸς τὴν αἰτίαν περιείληφε; τῷ δὴ οὖν τὴν πρὸς αὐτὸν στειλαμένῳ φιλίαν τί ἂν ἔτι λείποιτο; τίνος δ’ ἂν ὑστεροῖτο ὁ τῶν ἀγαθῶν τὸν δημιουργὸν ἐξοικειούμενος; ἢ τίνος ἂν ἐλαττῷτο ὁ καὶ πατρὸς ἐν χώρᾳ καὶ κηδεμόνος τὸν μέγαν προστάτην καὶ παμβασιλέα τῶν ὅλων ἐπιγραφόμενος;

ἀλλ’ οὐκ ἔστιν εἰπεῖν ὅ τι μὴ οὐχὶ ὁ τῇ δια- θέσει τῷ παμβασιλεῖ θεῷ πλησιάζων, καὶ τῆς παμμακαρίστου φιλίας διὰ τῆς ἐπιστημονικῆς εὐσεβείας ἠξιωμένος, ὁμοῦ ψυχῆς τε καὶ σώματος καὶ τῶν ἐκτὸς ἁπάντων εὖ ἂν ἔχοι.

ταύτην δὴ τοίνυν τὴν ἀγαθὴν καὶ σωτήριον ἀνθρώπων πρὸς θεὸν φιλίαν ἄνωθεν ἐκ τοῦ παναγάθου καταπεμφθεὶς θεοῦ λόγος, ὥσπερ τις ἀπειρομεγέθους φωτὸς αὐγὴ, πᾶσιν ἀνθρώποις εὐαγγελίζεται, οὐκ ἐνθένδε ποθὲν οὐδ’ ἑτέρωθεν, ἀλλὰ πανταχόθεν ἐξ ἁπάντων ἐθνῶν πρὸς τὸν τῶν ὅλων θεὸν παρορμῶν ἥκειν, σπεύδειν τε καὶ πάσῃ προθυμίᾳ ψυχῆς τὸ δῶρον ὑποδέχεσθαι, Ἓλλγνας ὁμοῦ καὶ βαρβάρους, ἄνδρας ἅμα γυναιξὶ καὶ νηπίοις, πένητάς τε καὶ πλουσίους, σοφοὺς καὶ ἰδιώτας, οὐδὲ τὸ οἰκετικὸν γένος ὑπερφρονῶν τῆς κλήσεως,

v.1.p.3

ὅτι δὴ μίαν τὴν πάντων οὐσίαν τε καὶ φύσιν ὁ πατὴρ αὐτῶν συστησάμενος μιᾶς εἰκότως καὶ τῆς ἴσης πάλιν τοὺς πάντας μεγαλοδωρεᾶς ἠξίωσε, τὴν πρὸς αὐτὸν γνῶσίν τε καὶ φιλίαν ἅπασι τοῖς ὑπακούειν ἐθέλουσι καὶ τὴν χάριν εὐμαρῶς ἀσπαζομένοις δω- ρούμενος.

ταύτην ὀ Χριστοῦ λόγος ἧκε τὴν πρὸς τὸν αὐτοῦ πατέρα φιλίαν τὸν σύμπαντα κόσμον εὐαγγελιουμενος· “θεὸς γὰρ ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα,” ᾗ τὰ θεῖα διδάσκει λόγια, ἐλθών τε, φησὶν, εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς.”

ταῦτα πρόπαλαι παῖδες Ἑβραίων θεοφορούμενοι τῷ σύμπαντι κόσμῳ προεθέσπιζον, ὁ μέν τις βοῶν “μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὃτι τοῦ κυρίου ἡ βασικεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν·” καὶ πάλιν “εἲπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται·’ ὁ δὲ φάσκων “ἐπιφανήσεται κύριος ἐν αὐτοῖς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.”

ταῦτα πρόπαλαι θείοις χρησμοῖς ἀνακείμενα νῦν εἰς ἡμᾶς αὐτοὺς διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας πέφηνεν, ὡς τὴν πάλαι κηρυττομένην τε καὶ τοῖς μὴ τούτων ἀπείροις προσδοκωμένην τῶν ἐθνῶν ἁπάντων θεογνωσίαν εἰκότως ἡμῖν τὸν ἔναγχος ἐξ οὐρανοῦ παρόντα λόγον εὐαγγελίζεσθαι, ταῖς τῶν παλαιῶν φωναῖς τὰ διὰ τῶν ἔργων ἀποτελέσματα συντρέχειν ἐπιδεικνύμενον.

Ἀλλὰ γὰρ τί χρὴ σπεύδειν φθάνοντα τῇ προ- θυμίᾳ τὴν τῶν διὰ μέσου λόγων ἀκολουθίαν, ἀναλα-

v.1.p.4
βεῖν ἐξ ὑπαρχῆς δέον καὶ τὰ ἐμποδὼν ἅπαντα δια- λύσασθαι; ἐπειδὴ γὰρ τὸν χριστιανισμόν τινες οὐδένα λόγον ἀποσώζειν, ἀλόγῳ δὲ πίστει καὶ ἀνεξετάστῳ συγκαταθέσει τοὺς τῆς προσηγορίας ἐφιεμένους τὸ δόξαν κυροῦν ὑπειλήφασιν, μηδένα φάσκοντες δύνασθαι δι’ ἀποδείξεως ἐναργοῦς παρέχειν τεκμήριον τῆς ἐν τοῖς ἐπαγγελλομένοις ἀληθείας, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς προσιόντας, παρ’ ὃ καὶ πιστοὺς χρηματίζειν, τῆς ἀκρίτου χάριν καὶ ἀβασανίστου πίστεως, εἰκότως ἐπὶ τήνδε καθεὶς τὴν πραγματείαν τῆς εὐαγγελικῆς ἀποδείξεως, εἰς προκατασκευὴν τῆς ὅλης ὑποθέσεως, ἡγοῦμαι δεῖν βραχέα προδιαλαβεῖν περὶ τῶν ζητηθέντων ἂν πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομῆς, παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ’ ἡμὰς διερευνωμένου.

ταύτῃ γάρ μοι δοκῶ τὸν λόγον έν τάξει χωρήσεινἰς τὴν ἐντελεστέραν τῆς εὐαγγελικῆς ἀποδείξεως διδασκαλίαν καὶ τὴν τῶν βαθυτέρων δογμάτων κατανόησιν, εἰ τὰ τῆς προπαρασκευῆς ἡμῖν πρὸ ὁδοῦ γένοιτο, στοιχειώσεως καὶ εἰσαγωγῆς ἐπέχοντα τόπον, καὶ τοῖς ἐξ ἐθνῶν ἄρτι προσιοῦσιν ἐφαρμόττοντα· τὰ δὲ μετὰ ταῦτα, τοῖς ἐνθένδε διαβεβηκόσι καὶ τὴν ἕξιν ἤδη πάρεσκευασμένοις εἰς τὴν τῶν κρειττόνων παραδοχὴν τὴν ἀκριβῆ γνῶσιν παραδώσει τῶν συνεκτικωτάτων τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τ·οῦ θεοῦμυστικῆς οἰκονομίας.

ἀρξώμεθα δὴ τῆς προπαρασκευῆς, τὰ πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομής,παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ’ ἡμᾶς δι’ ἐρευνωμένου λεχθησόμενα προσάγοντες.