Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

Ἆῤ ἔστι καὶ ἐπὶ θεῶν εἴ τί ἐστιν ἐπ̓ αὐτοῖς ζητεῖν, ἢ ἐν ἀνθρώπων ἀδυναμίαις τε καὶ ἀμφισβητησίμοις δυνάμεσι τὸ τοιοῦτον ἂν πρέποι ζητεῖν, θεοῖς δὲ τὰ πάντα δύνασθαι ἐπιτρεπτέον, καὶ ἐπ̓ αὐτοῖς οὐ μόνον τί, ἀλλὰ καὶ πάντα εἶναι; ἢ τὴν δύναμιν δὴ πᾶσαν καὶ τὸ ἐπ̓ αὐτῷ δὴ πάντα ἑνὶ ἐπιτρεπτέον, τοῖς δ̓ ἄλλοις τὰ μὲν οὕτως, τὰ δ̓ ἐκείνως ἔχειν, καί τισιν ἑκατέρως; ἢ καὶ ταῦτα μὲν ζητητέον, τολμητέον δὲ καὶ ἐπὶ τῶν πρώτων καὶ τοῦ ἄνω ὑπὲρ πάντα ζητεῖν τὸ τοιοῦτον, πῶς τὸ ἐπ̓ αὐτῷ, κἂν πάντα συγχωρῶμεν δύνασθαι. καίτοι καὶ τὸ δύνασθαι τοῦτο σκεπτέον πῶς ποτε λέγεται, μήποτε οὕτως τὸ μὲν δύναμιν, τὸ δ̓ ἐνέργειαν φήσομεν, καὶ ἐνέργειαν μέλλουσαν. ἀλλὰ ταῦτα μὲν ἐν τῷ παρόντι ἀναβλητέον, πρότερον δὲ ἐφ̓ ἡμῶν αὐτῶν, ἐφ̓ ὧν καὶ ζητεῖν ἔθος, εἴ τι ἐφ̓ ἡμῖν ὂν τυγχάνει. πρῶτον οὖν ζητητέον τί ποτε δεῖ τὸ ἐφ̓ ἡμῖν εἶναί τι λέγειν: τοῦτο δ̓ ἐστὶ τίς ἔννοια τοῦ τοιούτου: οὕτω γὰρ ἄν πως

735
γνωσθείη, εἰ καὶ ἐπὶ θεοὺς καὶ ἔτι μᾶλλον ἐπὶ θεὸν ἁρμόζει μεταφέρειν ἢ οὐ μετενεκτέον ἢ μετενεκτέον μέν, ζητητέον δέ, πῶς τὸ ἐπ̓ αὐτοῖς τοῖς τε ἄλλοις καὶ ἐπὶ τῶν πρώτων. τί τοίνυν νοοῦντες τὸ ἐφ̓ ἡμῖν λέγομεν καὶ διὰ τί ζητοῦντες; ἐγὼ μὲν οἶμαι, ἐν ταῖς ἐναντίαις κινούμενοι τύχαις τε καὶ ἀνάγκαις καὶ παθῶν ἰσχυραῖς προσβολαῖς τὴν
2.479
ψυχὴν κατεχούσαις, ἅπαντα ταῦτα κύρια νομίσαντες εἶναι καὶ δουλεύοντες αὐτοῖς καὶ φερόμενοι ᾗ ἐκεῖνα ἄγει, μή ποτε οὐδέν ἐσμεν οὐδέ τί ἐστιν ἐφ̓ ἡμῖν ἠπορήσαμεν, ὡς τούτου ἐσομένου ἂν ἐφ̓ ἡμῖν, ὃ μὴ τύχαις δουλεύοντες μηδὲ ἀνάγκαις μηδὲ πάθεσιν ἰσχυροῖς πράξαιμεν ἂν βουληθέντες οὐδενὸς ἐναντιουμένου ταῖς βουλήσεσιν. εἰ δὲ τοῦτο, εἴη ἂν ἡ ἔννοια τοῦ ἐφ̓ ἡμῖν, ὃ τῇ βουλήσει δουλεύει καὶ παρὰ τοσοῦτον ἂν γένοιτο ἢ μή, παῤ ὅσον βουληθείημεν ἄν. ἑκούσιον μὲν γὰρ πᾶν, ὃ μὴ βίᾳ μετὰ τοῦ εἰδέναι, ἐφ̓ ἡμῖν δέ, ὃ καὶ κύριοι πρᾶξαι: καὶ συνθέοι μὲν ἂν πολλαχοῦ ἄμφω καὶ τοῦ λόγου αὐτῶν ἑτέρου ὄντος, ἔστι δ̓ οὗ καὶ διαφωνήσειεν ἄν: οἷον εἰ κύριος ἦν τοῦ ἀποκτεῖναι, ἦν ἂν οὐχ ἑκούσιον αὐτῷ πεπραχότι, εἰ τὸν πατέρα ἠγνόει τοῦτον εἶναι: τάχα δ̓ ἂν κἀκεῖνο διαφωνοῖ ἔχοντι τὸ ἐφ̓ ἑαυτῷ. δεῖ δὴ καὶ τὴν εἴδησιν ἐν τῷ ἑκουσίῳ οὐκ ἐν τοῖς καθ̓ ἕκαστα μόνον εἶναι, ἀλλὰ καὶ ὅλως. διὰ τί γάρ, εἰ μὲν ἀγνοεῖ, ὅτι φίλιος, ἀκούσιον, εἰ δὲ ἀγνοεῖ, ὅτι μὴ δεῖ, οὐκ ἀκούσιον; εἰ δ̓ ὅτι ἔδει μανθάνειν, οὐχ ἑκούσιον τὸ μὴ εἰδέναι, ὅτι ἔδει μανθάνειν, ἢ τὸ ἀπάγον ἀπὸ τοῦ μανθάνειν.

ἀλλ̓ ἐκεῖνο ζητητέον: τοῦτο δὴ τὸ ἀναφερόμενον εἰς ἡμᾶς ὡς ἐφ̓ ἡμῖν ὑπάρχον τίνι δεῖ διδόναι; ἢ γὰρ τῇ ὁρμῇ καὶ ᾑτινιοῦν ὀρέξει, οἷον ὃ θυμῷ πράττεται ἢ ἐπιθυμίᾳ ἢ λογισμῷ τοῦ συμφέροντος μετ̓ ὀρέξεως, ἢ μὴ πράττεται. ἀλλ̓ εἰ μὲν θυμῷ καὶ ἐπιθυμίᾳ, καὶ παισὶ καὶ θηρίοις τὸ ἐπ̓ αὐτοῖς τι εἶναι δώσομεν καὶ μαινομένοις καὶ ἐξεστηκόσι καὶ φαρμάκοις ἁλοῦσι καὶ ταῖς προσπιπτούσαις φαντασίαις, ὧν οὐ κύριοι: εἰ δὲ λογισμῷ

2.480
736
μετ̓ ὀρέξεως, ἆρα καὶ πεπλανημένῳ τῷ λογισμῷ; ἢ τῷ ὀρθῷ λογισμῷ καὶ τῇ ὀρθῇ ὀρέξει. καίτοι καὶ ἐνταῦθα ζητήσειεν ἄν τις, πότερα ὁ λογισμὸς τὴν ὄρεξιν ἐκίνησεν, ἢ τοῦτον ἡ ὄρεξις. καὶ γὰρ εἰ κατὰ φύσιν αἱ ὀρέξεις, εἰ μὲν ὡς ζῴου καὶ τοῦ συνθέτου, ἠκολούθησεν ἡ ψυχὴ τῇ τῆς φύσεως ἀνάγκῃ: εἰ δὲ ὡς ψυχῆς μόνης, πολλὰ τῶν νῦν ἐφ̓ ἡμῖν λεγομένων ἔξω ἂν τούτου γένοιτο. εἶτα καί τις λογισμὸς ψιλὸς πρόεισι τῶν παθημάτων ἥ τε φαντασία ἀναγκάζουσα ἥ τε ὄρεξις ἐφ̓ ὅ τι ἂν ἄγῃ ἕλκουσα πῶς ἐν τούτοις κυρίους ποιεῖ; πῶς δ̓ ὅλως κύριοι, οὗ ἀγόμεθα; τὸ γὰρ ἐνδεὲς ἐξ ἀνάγκης πληρώσεως ὀρεγόμενον οὐκ ἔστι κύριον τοῦ ἐφ̓ ὃ παντελῶς ἄγεται. πῶς δ̓ ὅλως αὐτό τι παῤ αὑτοῦ, ὃ παῤ ἄλλου καὶ ἀρχὴν εἰς ἄλλο ἔχει κἀκεῖθεν γεγένηται οἷόν ἐστι; κατ̓ ἐκεῖνο γὰρ ζῇ καὶ ὡς πέπλασται: ἢ οὕτω γε καὶ τὰ ἄψυχα ἕξει τὸ ἐπ̓ αὐτοῖς τι εἰληφέναι: ποιεῖ γὰρ ὡς γεγένηται καὶ τὸ πῦρ. εἰ δ̓ ὅτι γινώσκει καὶ τὸ ζῷον καὶ ἡ ψυχὴ ὃ ποιεῖ, εἰ μὲν αἰσθήσει, τίς ἡ προσθήκη πρὸς τὸ ἐπ̓ αὐτοῖς εἶναι; οὐ γὰρ ἡ αἴσθησις πεποίηκε τοῦ ἔργου κύριον ἰδοῦσα μόνον: εἰ δὲ γνώσει, εἰ μὲν γνώσει τοῦ ποιουμένου, καὶ ἐνταῦθα οἶδε μόνον, ἄλλο δὲ ἐπὶ τὴν πρᾶξιν ἄγει. εἰ δὲ καὶ παρὰ τὴν ὄρεξιν ὁ λόγος ποιεῖ ἢ ἡ γνῶσις καὶ κρατεῖ, εἰς τί ἀναφέρει ζητητέον, καὶ ὅλως ποῦ τοῦτο συμβαίνει: καὶ εἰ μὲν αὐτὸς ἄλλην ὄρεξιν ποιεῖ, πῶς ληπτέον: εἰ δὲ τὴν ὄρεξιν παύσας ἔστη καὶ ἐνταῦθα τὸ ἐφ̓ ἡμῖν, οὐκ ἐν πράξει τοῦτο ἔσται, ἀλλ̓ ἐν νῷ στήσεται τοῦτο: ἐπεὶ καὶ τὸ ἐν πράξει πᾶν, κἂν κρατῇ ὁ λόγος, μικτὸν καὶ οὐ καθαρὸν δύναται τὸ ἐφ̓ ἡμῖν ἔχειν.
2.481

διο σκεπτέον περὶ τούτων: ἤδη γὰρ ἂν καὶ ἐγγὺς γινοίμεθα τοῦ λόγου τοῦ περὶ θεῶν. ἀναγαγόντες τοίνυν τὸ ἐφ̓ ἡμῖν εἰς βούλησιν, εἶτα ταύτην ἐν λόγῳ θέμενοι, εἶτα ἐν λόγῳ ὀρθῷ — ἴσως δὲ δεῖ προσθεῖναι τῷ ὀρθῷ τὸ τῆς ἐπιστήμης: οὐ γάρ, εἴ τις ἐδόξασεν ὀρθῶς καὶ ἔπραξεν, ἔχοι ἂν ἴσως ἀναμφισβήτητον τὸ αὐτεξούσιον, εἰ μὴ εἰδὼς διότι ὀρθῶς, ἀλλὰ τύχῃ ἢ φαντασίᾳ τινὶ πρὸς τὸ δέον ἀχθείς: ἐπεὶ καὶ τὴν φαντασίαν οὐκ ἐφ̓ ἡμῖν εἶναι λέγοντες τοὺς κατ̓ αὐτὴν δρῶντας

737
πῶς ἂν εἰς τὸ αὐτεξούσιον τάξαιμεν; ἀλλὰ γὰρ ἡμεῖς τὴν μὲν φαντασίαν, ἣν ἄν τις καὶ φαντασίαν κυρίως εἴποι, τὴν ἐκ τοῦ σώματος τῶν παθημάτων ἐγειρομένην — καὶ γὰρ κενώσεις σίτων καὶ ποτῶν φαντασίας οἷον ἀναπλάττουσι καὶ πληρώσεις. αὖ καὶ μεστός τις σπέρματος ἄλλα φαντάζεται καὶ καθ̓ ἑκάστας ποιότητας ὑγρῶν τῶν ἐν σώματι — τοὺς κατὰ τὰς τοιαύτας φαντασίας ἐνεργοῦντας εἰς ἀρχὴν αὐτεξούσιον οὐ τάξομεν: διὸ καὶ τοῖς φαύλοις κατὰ ταύτας πράττουσι τὰ πολλὰ οὔτε τὸ ἐπ̓ αὐτοῖς οὔτε τὸ ἑκούσιον δώσομεν, τῷ δὲ διὰ νοῦ τῶν ἐνεργειῶν ἐλευθέρῳ τῶν παθημάτων τοῦ σώματος τὸ αὐτεξούσιον δώσομεν — εἰς ἀρχὴν τὸ ἐφ̓ ἡμῖν καλλίστην ἀνάγοντες τὴν τοῦ νοῦ ἐνέργειαν καὶ τὰς ἐντεῦθεν προτάσεις ἐλευθέρας ὄντως δώσομεν καὶ τὰς ὀρέξεις τὰς ἐκ τοῦ νοεῖν ἐγειρομένας οὐκ ἀκουσίους εἶναι δώσομεν καὶ τοῖς θεοῖς τοῦτον ζῶσι τὸν τρόπον, ὅσοι νῷ καὶ ὀρέξει τῇ κατὰ νοῦν ζῶσι, φήσομεν παρεῖναι.

καίτοι ζητήσειεν ἄν τις, πῶς ποτε τὸ κατ̓ ὄρεξιν γιγνόμενον αὐτεξούσιον ἔσται τῆς ὀρέξεως ἐπὶ τὸ ἔξω ἀγούσης καὶ τὸ ἐνδεὲς ἐχούσης: ἄγεται

2.482
γὰρ τὸ ὀρεγόμενον, κἂν εἰ πρὸς τὸ ἀγαθὸν ἄγοιτο. καὶ δὴ καὶ περὶ τοῦ νοῦ αὐτοῦ ἀπορητέον, εἰ ὅπερ πέφυκε καὶ ὡς πέφυκεν ἐνεργῶν λέγοιτο ἂν τὸ ἐλεύθερον ἔχειν καὶ τὸ ἐπ̓ αὐτῷ, οὐκ ἔχων ἐπ̓ αὐτῷ τὸ μὴ ποιεῖν: ἔπειτα, εἰ ὅλως κυρίως λέγοιτο ἐπ̓ ἐκείνων τὸ ἐπ̓ αὐτοῖς, οἷς πρᾶξις οὐ πάρεστιν. ἀλλὰ καὶ οἷς πρᾶξις, ἡ ἀνάγκη ἔξωθεν: οὐ γὰρ μάτην πράξουσιν. ἀλλ̓ οὖν πῶς τὸ ἐλεύθερον δουλευόντων καὶ τούτων τῇ αὑτῶν φύσει; ἤ, εἰ μὴ ἑτέρῳ ἕπεσθαι ἠνάγκασται, πῶς ἂν τὸ δουλεύειν λέγοιτο; πῶς δὲ πρὸς τὸ ἀγαθόν τι φερόμενον ἠναγκασμένον ἂν εἴη ἑκουσίου τῆς ἐφέσεως οὔσης, εἰ εἰδὼς ὅτι ἀγαθὸν ὡς ἐπ̓ ἀγαθὸν ἴοι; τὸ γὰρ ἀκούσιον ἀπαγωγὴ ἀπὸ τοῦ ἀγαθοῦ καὶ πρὸς τὸ ἠναγκασμένον, εἰ πρὸς τοῦτο φέροιτο, ὃ μὴ ἀγαθὸν αὐτῷ, καὶ δουλεύει τοῦτο, ὃ μὴ κύριόν ἐστιν ἐπὶ τὸ ἀγαθὸν ἐλθεῖν, ἀλλ̓ ἑτέρου κρείττονος ἐφεστηκότος ἀπάγεται των αὑτοῦ ἀγαθῶν δουλεῦον ἐκείνῳ. διὰ τοῦτο γὰρ καὶ δουλεία ψέγεται οὐχ οὗ τις οὐκ ἔχει ἐξουσίαν ἐπὶ τὸ κακὸν ἐλθεῖν, ἀλλ̓ οὗ ἐπὶ τὸ ἀγαθὸν τὸ ἑαυτοῦ ἀγόμενος πρὸς τὸ ἀγαθὸν τὸ ἄλλου. τὸ
738
δὲ καὶ δουλεύειν λέγειν τῇ αὑτοῦ φύσει δύο ποιοῦντός ἐστι τό τε δουλεῦον καὶ τὸ ᾧ. φύσις δὲ ἁπλῆ καὶ ἐνέργεια μία καὶ οὐδὲ τὸ δυνάμει ἔχουσα ἄλλο, ἄλλο δὲ τὸ ἐνεργείᾳ, πῶς οὐκ ἐλευθέρα; οὐδὲ γὰρ ὡς πέφυκε λέγοιτο ἂν ἐνεργεῖν ἄλλης οὔσης τῆς οὐσίας, τῆς δὲ ἐνεργείας ἄλλης, εἴπερ τὸ αὐτὸ τὸ εἶναι ἐκεῖ καὶ τὸ ἐνεργεῖν. εἰ οὖν οὔτε δἰ ἕτερον οὔτε ἐφ̓ ἑτέρῳ, πῶς οὐκ ἐλευθέρα; καὶ εἰ μὴ τὸ ἐπ̓ αὐτῷ ἁρμόσει, ἀλλὰ μεῖζον ἐνταῦθα τοῦ ἐπ̓ αὐτῷ καὶ οὕτως ἐπ̓ αὐτῷ, ὅτι μὴ ἐφ̓ ἑτέρῳ μηδ̓ ἄλλο τῆς ἐνεργείας κύριον: οὐδὲ
2.483
γὰρ τῆς οὐσίας, εἴπερ ἀρχή. καὶ εἰ ἄλλην δὲ ὁ νοῦς ἀρχὴν ἔχει, ἀλλ̓ οὐκ ἔξω αὑτοῦ, ἀλλ̓ ἐν τῷ ἀγαθῷ. καὶ εἰ κατ̓ ἐκεῖνο τὸ ἀγαθόν, πολὺ μᾶλλον το ἐπ̓ αὐτῷ καὶ τὸ ἐλεύθερον: ἐπεὶ καὶ τὸ ἐλεύθερον καὶ τὸ ἐπ̓ αὐτῷ τις ζητεῖ τοῦ ἀγαθοῦ χάριν. εἰ οὖν κατὰ τὸ ἀγαθὸν ἐνεργεῖ, μᾶλλον ἂν τὸ ἐπ̓ αὐτῷ: ἤδη γὰρ ἔχει τὸ πρὸς αὐτὸ ἐξ αὐτοῦ ὁρμώμενον καὶ ἐν αὑτῷ, εἴπερ πρὸς αὐτό, ὃ ἄμεινον ἂν εἴη αὐτῷ.

ἆῤ οὖν ἐν νῷ μόνῳ νοοῦντι τὸ αὐτεξούσιον καὶ τὸ ἐπ̓ αὐτῷ καὶ ἐν νῷ τῷ καθαρῷ ἢ καὶ ἐν ψυχῇ κατὰ νοῦν ἐνεργούσῃ καὶ κατὰ ἀρετὴν πραττούσῃ; τὸ μὲν οὖν πραττούσῃ εἴπερ δώσομεν, πρῶτον μὲν οὐ πρὸς τὴν τεῦξιν ἴσως χρὴ διδόναι: οὐ γὰρ ἡμεῖς τοῦ τυχεῖν κύριοι. εἰ δὲ πρὸς τὸ καλῶς καὶ τὸ πάντα ποιῆσαι τὰ παῤ αὐτοῦ, τάχα μὲν ἂν τοῦτο ὀρθῶς λέγοιτο: ἐκεῖνο δὲ πῶς ἐφ̓ ἡμῖν; οἷον εἰ, διότι πόλεμος, ἀνδριζοίμεθα. λέγω δὲ τὴν τότε ἐνέργειαν πῶς ἐφ̓ ἡμῖν, ὁπότε πολέμου μὴ καταλαβόντος οὐκ ἦν τὴν ἐνέργειαν ταύτην ποιήσασθαι, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων πράξεων τῶν κατὰ ἀρετὴν ἁπασῶν πρὸς τὸ πῖπτον ἀεὶ ἀναγκαζομένης τῆς ἀρετῆς τοδὶ ἢ τοδὶ ἐργάζεσθαι. καὶ γὰρ εἴ τις αἵρεσιν αὐτῇ δοίη τῇ ἀρετῇ, πότερα βούλεται, ἵν̓ ἔχῃ ἐνεργεῖν, εἶναι πολέμους, ἵνα ἀνδρίζοιτο, καὶ εἶναι ἀδικίαν, ἵνα τὰ δίκαια ὁρίζῃ καὶ κατακοσμῇ, καὶ πενίαν, ἵνα τὸ ἐλευθέριον ἐνδεικνύοιτο, ἢ πάντων εὖ ἐχόντων ἡσυχίαν ἄγειν, ἕλοιτο ἂν τὴν ἡσυχίαν τῶν πράξεων οὐδενὸς θεραπείας δεομένου τῆς παῤ αὐτῆς, ὥσπερ ἂν εἵ τις ἰατρός, οἷον Ἱπποκράτης, μηδένα δεῖσθαι τῆς παῤ αὐτοῦ τέχνης. εἰ οὖν ἐνεργοῦσα ἐν ταῖς πράξεσιν

2.484
739
ἡ ἀρετὴ ἠνάγκασται βοηθεῖν, πῶς ἂν καθαρῶς ἔχοι τὸ ἐπ̓ αὐτῇ; ἆῤ οὖν τὰς πράξεις μὲν ἀναγκαίας, τὴν δὲ βούλησιν τὴν πρὸ τῶν πράξεων καὶ τὸν λόγον οὐκ ἠναγκασμένον φήσομεν; ἀλλ̓ εἰ τοῦτο, ἐν ψιλῷ τιθέμενοι τῷ πρὸ τοῦ πραττομένου ἔξω τῆς πράξεως τὸ αὐτεξούσιον καὶ τὸ ἐπ̓ αὐτῇ τῇ ἀρετῇ θήσομεν. τί δὲ ἐπ̓ αὐτῆς τῆς ἀρετῆς τῆς κατὰ τὴν ἕξιν καὶ τὴν διάθεσιν; ἆῤ οὐ κακῶς ψυχῆς ἐχούσης φήσομεν αὐτὴν εἰς κατακόσμησιν ἐλθεῖν συμμετρουμένην τὰ πάθη καὶ τὰς ὀρέξεις; τίνα οὖν τρόπον λέγομεν ἐφ̓ ἡμῖν τὸ ἀγαθοῖς εἶναι καὶ τὸ ἀδέσποτον τὴν ἀρετήν; ἢ τοῖς γε βουληθεῖσι καὶ ἑλομένοις: ἢ ὅτι ἐγγενομένη αὕτη κατασκευάζει τὸ ἐλεύθερον καὶ τὸ ἐφ̓ ἡμῖν καὶ οὐκ ἐᾷ ἔτι δούλους εἶναι, ὧν πρότερον ἦμεν. εἰ οὖν οἷον νοῦς τις ἄλλος ἐστὶν ἡ ἀρετὴ καὶ ἕξις οἷον νοωθῆναι τὴν ψυχὴν ποιοῦσα, πάλιν αὖ ἥκει οὐκ ἐν πράξει τὸ ἐφ̓ ἡμῖν, ἀλλ̓ ἐν νῷ ἡσύχῳ τῶν πράξεων.

πῶς οὖν εἰς βούλησιν πρότερον ἀνήγομεν τοῦτο λέγοντες ʽὃ παρὰ τὸ βουληθῆναι γένοιτο ἄν̓; ἢ κἀκεῖ ἐλέγετο ʽἢ μὴ γένοιτὀ. εἰ οὖν τά τε νῦν ὀρθῶς λέγεται, ἐκεῖνά τε τούτοις συμφώνως ἕξει, φήσομεν τὴν μὲν ἀρετὴν καὶ τὸν νοῦν κύρια εἶναι καὶ εἰς ταῦτα χρῆναι ἀνάγειν τὸ ἐφ̓ ἡμῖν καὶ τὸ ἐλεύθερον: ἀδέσποτα δὲ ὄντα ταῦτα τὸν μὲν ἐφ̓ αὑτοῦ εἶναι, τὴν δὲ ἀρετὴν βούλεσθαι μὲν ἐφ̓ ἑαυτῆς εἶναι ἐφεστῶσαν τῇ ψυχῇ, ὥστε εἶναι ἀγαθήν, καὶ μέχρι τούτου αὐτήν τε ἐλευθέραν καὶ τὴν ψυχὴν ἐλευθέραν παρασχέσθαι: προσπιπτόντων δὲ τῶν ἀναγκαίων παθημάτων τε καὶ πράξεων ἐφεστῶσαν ταῦτα μὲν μὴ βεβουλεῦσθαι γενέσθαι,

2.485
ὅμως γε μὴν καὶ ἐν τούτοις διασώσειν τὸ ἐφ̓ αὑτῇ εἰς αὑτὴν καὶ ἐνταῦθα ἀναφέρουσαν: οὐ γὰρ τοῖς πράγμασιν ἐφέψεσθαι, οἷον σώζουσαν τὸν κινδυνεύοντα, ἀλλ̓ εἰ δοκοῖ αὐτῇ, καὶ προιεμένην τοῦτον καὶ τὸ ζῆν κελεύουσαν προίεσθαι καὶ χρήματα καὶ τέκνα καὶ αὐτὴν τὴν πατρίδα, σκοπὸν τὸ καλὸν αὑτῆς ἔχουσαν, ἀλλ̓ οὐ τὸ εἶναι τῶν ὑπ̓ αὐτήν: ὥστε καὶ τὸ ἐν ταῖς πράξεσιν αὐτεξούσιον καὶ τὸ ἐφ̓ ἡμῖν οὐκ εἰς τὸ πράττειν ἀνάγεσθαι οὐδ̓ εἰς τὴν ἔξω, ἀλλ̓ εἰς τὴν ἐντὸς ἐνέργειαν καὶ νόησιν καὶ θεωρίαν αὐτῆς τῆς ἀρετῆς. δεῖ δὲ τὴν ἀρετὴν ταύτην νοῦν τινα λέγειν εἶναι οὐ συναριθμοῦντα τὰ πάθη τὰ δουλωθέντα ἢ μετρηθέντα τῷ λόγῳ: ταῦτα γὰρ ἔοικέ, φησιν, ἐγγύς τι τείνειν τοῦ σώματος ἔθεσι καὶ ἀσκήσεσι κατορθωθέντα: ὥστε εἶναι σαφέστερον, ὡς τὸ ἄυλόν ἐστι τὸ ἐλεύθερον
740
καὶ εἰς τοῦτο ἡ ἀναγωγὴ τοῦ ἐφ̓ ἡμῖν καὶ αὕτη ἡ βούλησις ἡ κυρία καὶ ἐφ̓ ἑαυτῆς οὖσα, καὶ εἴ τι ἐπιτάξειε πρὸς τὰ ἔξω ἐξ ἀνάγκης. ὅσα οὖν ἐκ ταύτης καὶ διὰ ταύτην, ἐφ̓ ἡμῖν, ἔξω τε καὶ ἐφ̓ αὑτῆς, ὃ αὐτὴ βούλεται καὶ ἐνεργεῖ ἀνεμποδίστως, τοῦτο καὶ πρῶτον ἐφ̓ ἡμῖν. ὁ δὲ θεωρητικὸς νοῦς καὶ πρῶτος οὕτω τὸ ἐφ̓ αὑτῷ, ὅτι τὸ ἔργον αὐτοῦ μηδαμῶς ἐπ̓ ἄλλῳ, ἀλλὰ πᾶς ἐπέστραπται πρὸς αὑτὸν καὶ τὸ ἔργον αὐτοῦ αὐτὸς καὶ ἐν τῷ ἀγαθῷ κείμενος ἀνενδεὴς καὶ πλήρης ὑπάρχων καὶ οἷον κατὰ βούλησιν ζῶν: ἡ δὲ βούλησις ἡ νόησις, βούλησις δ̓ ἐλέχθη, ὅτι κατὰ νοῦν: καὶ γὰρ ἡ λεγομένη βούλησις τὸ κατὰ νοῦν μιμεῖται. ἡ γὰρ βούλησις θέλει τὸ ἀγαθόν: τὸ δὲ νοεῖν ἀληθῶς ἐστιν ἐν τῷ ἀγαθῷ. ἔχει οὖν ἐκεῖνος, ὅπερ ἡ βούλησις θέλει καὶ οὗ τυχοῦσα ἂν ταύτῃ
2.486
νόησις γίνεται. εἰ οὖν ἐν βουλήσει τοῦ ἀγαθοῦ ἐτίθεμεν τὸ ἐφ̓ ἡμῖν, τὸ ἤδη ἐν ᾧ θέλει ἡ βούλησις εἶναι ἱδρυμένον πῶς οὐ τὸ ἐφ̓ αὑτῷ ἔχει; ἢ μεῖζον εἶναι θετέον, εἰ μή τις ἐθέλοι εἰς τοῦτο ἀναβαίνειν, τὸ ἐφ̓ αὑτῷ.

γίνεται οὖν ψυχὴ μὲν ἐλευθέρα διὰ νοῦ πρὸς τὸ ἀγαθὸν σπεύδουσα ἀνεμποδίστως, καὶ ὃ διὰ τοῦτο ποιεῖ, ἐφ̓ αὑτῇ: νοῦς δὲ δἰ αὑτόν: ἡ δὲ τοῦ ἀγαθοῦ φύσις αὐτὸ τὸ ἐφετὸν καὶ δἰ ὃ τὰ ἄλλα ἔχει τὸ ἐφ̓ αὑτοῖς, ὅταν τὸ μὲν τυγχάνειν ἀνεμποδίστως δύνηται, τὸ δὲ ἔχειν. πῶς δὴ αὐτὸ τὸ κύριον ἁπάντων τῶν μετ̓ αὐτὸ τιμίων καὶ ἐν πρώτῃ ἕδρᾳ ὄν, πρὸς ὃ τὰ ἄλλα ἀναβαίνειν θέλει καὶ ἐξήρτηται αὐτοῦ καὶ τὰς δυνάμεις ἔχει παῤ αὐτοῦ, ὥστε δύνασθαι τὸ ἐπ̓ αὐτοῖς ἔχειν, πῶς ἄν τις εἰς τὸ ἐπ̓ ἐμοὶ ἢ ἐπὶ σοὶ ἄγοι; ὅπου καὶ νοῦς μόλις, ὅμως δὲ βίᾳ εἵλκετο: εἰ μή τις τολμηρὸς λόγος ἑτέρωθεν σταλεὶς λέγοι, ὡς τυχοῦσα οὕτως ἔχειν, ὡς ἔχει, καὶ οὐκ οὖσα κυρία τοῦ ὅ ἐστιν οὖσα τοῦτο ὃ ἔστιν οὐ παῤ αὑτῆς οὔτε τὸ ἐλεύθερον ἂν ἔχοι, οὔτε τὸ ἐπ̓ αὐτῇ ποιοῦσα ἢ μὴ ποιοῦσα, ὃ ἠνάγκασται ποιεῖν ἢ μὴ ποιεῖν: ὃς δὴ λόγος ἀντίτυπός τε καὶ ἄπορος καὶ παντάπασι τὴν τοῦ ἑκουσίου τε καὶ αὐτεξουσίου φύσιν καὶ τὴν ἔννοιαν τοῦ ἐφ̓ ημῖν εἴη ἂν ἀναιρῶν, ὡς μάτην εἶναι ταῦτα λεγόμενα καὶ φωνὰς πραγμάτων ἀνυποστάτων. οὐ γὰρ μόνον μηδὲν ἐπὶ μηδενὶ

741
εἶναι λέγειν, ἀλλ̓ οὐδὲ νοεῖν οὐδὲ συνιέναι ἀναγκαῖον αὐτῷ λέγειν ταύτην τὴν φωνήν. εἰ δὲ ὁμολογεῖ συνιέναι, ἤδη ἂν ῥᾳδίως ἐλέγχοιτο τῆς ἐννοίας τοῦ ἐφ̓ ἡμῖν ἐφαρμοζομένης οἷς ἐφαρμόττειν οὐκ ἔφη. ἡ γὰρ ἔννοια τὴν οὐσίαν οὐ πολυπραγμονεῖ
2.487
οὐδὲ ἐκείνην προσπαραλαμβάνει — ἀδύνατον γὰρ ἑαυτό τι ποιεῖν καὶ εἰς ὑπόστασίν ἄγειν — ἀλλὰ ἐθέλει θεωρεῖν ἡ ἐπίνοια, τί τῶν ὄντων δοῦλον ἑτέρων, καὶ τί ἔχει τὸ αὐτεξούσιον καὶ τί μὴ ὑπ̓ ἄλλῳ, ἀλλ̓ αὐτὸ τῆς ἐνεργείας κύριον, ὃ καθαρῶς τοῖς ἀιδίοις ὑπάρχει καθ̓ ὅ εἰσιν ἀίδιοι καὶ τοῖς ἀκωλύτως τὸ ἀγαθὸν διώκουσιν ἢ ἔχουσιν. ὑπὲρ δὴ ταῦτα τοῦ ἀγαθοῦ αὐτοῦ ὄντος οἷον ἄλλο παῤ αὐτὸ ἀγαθὸν ζητεῖν ἄτοπον. ἐπεὶ καὶ τὸ κατὰ τύχην λέγειν αὐτὸ εἶναι οὐκ ὀρθόν ἐν γὰρ τοῖς ὕστερον καὶ ἐν πολλοῖς ἡ τύχη: τὸ δὲ πρῶτον οὔτε κατὰ τύχην ἂν λέγοιμεν, οὔτε οὐ κύριον τῆς αὐτοῦ γενέσεως, ὅτι μηδὲ γέγονε. τὸ δὲ ὅτι ὡς ἔχει ποιεῖ ἄτοπον, εἴ τις ἀξιοῖ τότε εἶναι τὸ ἐλεύθερον, ὅταν παρὰ φύσιν ποιῇ ἢ ἐνεργῇ. οὐδὲ δὴ τὸ τὸ μοναχὸν ἔχον ἀφῄρηται τῆς ἐξουσίας, εἰ τὸ μοναχὸν μὴ τῷ κωλύεσθαι παῤ ἄλλου ἔχοι, ἀλλὰ τῷ τοῦτο αὐτὸ εἶναι καὶ οἷον ἀρέσκειν ἑαυτῷ, καὶ μὴ ἔχειν ὅ τι κρεῖττον αὐτοῦ: ἢ οὕτω γε τὸ μάλιστα τυγχάνον τοῦ ἀγαθοῦ ἀφαιρήσεταί τις τὸ αὐτεξούσιον. εἰ δὲ τοῦτο ἄτοπον, ἀτοπώτερον ἂν γίνοιτο αὐτὸ τὸ ἀγαθὸν ἀποστερεῖν τοῦ αὐτεξουσίου, ὅτι ἀγαθὸν καὶ ὅτι ἐφ̓ αὑτοῦ μένει οὐ δεόμενον κινεῖσθαι πρὸς ἄλλο τῶν ἄλλων κινουμένων πρὸς αὐτὸ καὶ οὐδὲν δεόμενον οὐδενός. ὅταν δὲ δὴ ἡ οἷον ὑπόστασις αὐτοῦ ἡ οἷον ἐνέργεια ᾖ — οὐ γὰρ ἡ μὲν ἕτερον, ἡ δ̓ ἕτερόν ἐστιν, εἴ γε μηδὲ ἐπὶ τοῦ νοῦ τοῦτο — οὔτι μᾶλλον κατὰ τὸ εἶναι ἡ ἐνέργεια ἠ κατὰ τὴν ἐνέργειαν τὸ εἶναι: ὥστε οὐκ ἔχει τὸ ὡς πέφυκεν ἐνεργεῖν, οὐδὲ ἡ ἐνέργεια καὶ ἡ οἷον ζωὴ ἀνενεχθήσεται εἰς τὴν οἷον οὐσίαν, ἀλλ̓ ἡ οἷον οὐσία συνοῦσα καὶ οἷον συγγενομένη ἐξ ἀιδίου τῇ
2.488
ἐνεργείᾳ ἐξ ἀμφοῖν αὐτὸ αὑτὸ ποιεῖ καὶ ἑαυτοῦ καὶ οὐδενός.

ἡμεῖς δὲ θεωροῦμεν οὐ συμβεβηκὸς τὸ αὐτεξούσιον ἐκείνῳ, ἀλλὰ ἀπὸ τῶν περὶ τὰ ἄλλα αὐτεξουσίων ἀφαιρέσει τῶν ἐναντίων αὐτὸ ἐφ̓ ἑαυτοῦ πρὸς αὑτό: τὰ δ̓ ἐλάττω ἀπὸ τῶν ἐλαττόνων μεταφέροντες ἀδυναμίᾳ τοῦ τυχεῖν τῶν ἃ προσήκει λέγειν περὶ αὐτοῦ, ταῦτα ἂν περὶ αὐτοῦ

742
εἴποιμεν. καίτοι οὐδὲν ἂν εὕροιμεν εἰπεῖν οὐχ ὅτι κατ̓ αὐτοῦ, ἀλλ̓ οὐδὲ περὶ αὐτοῦ κυρίως: πάντα γὰρ ἐκείνου καὶ τὰ καλὰ καὶ τὰ σεμνὰ ὕστερα. τούτων γὰρ αὐτὸς ἀρχή: καίτοι ἄλλον τρόπον οὐκ ἀρχή. ἀποτιθεμένοις δὴ πάντα καὶ τὸ ἐπ̓ αὐτῷ ὡς ὕστερον καὶ τὸ αὐτεξούσιον: ἤδη γὰρ εἰς ἄλλο ἐνέργειαν λέγει, καὶ ὅτι ἀνεμποδίστως καὶ ὄντων ἄλλων τῶν εἰς ἃ ἀκωλύτως. δεῖ δὲ ὅλως πρὸς οὐδὲν αὐτὸν λέγειν: ἔστι γὰρ ὅπερ ἔστι καὶ πρὸ αὐτῶν: ἐπεὶ καὶ τὸ ἔστιν ἀφαιροῦμεν, ὥστε καὶ τὸ πρὸς τὰ ὄντα ὁπωσοῦν: οὐδὲ δὴ τὸ ὡς πέφυκεν: ὕστερον γὰρ καὶ τοῦτο, καὶ εἰ λέγοιτο καὶ ἐπ̓ ἐκείνων, ἐπὶ τῶν ἐξ ἄλλου ἂν λέγοιτο, ὥστε πρώτως ἐπὶ τῆς οὐσίας, ὅτι ἐξ ἐκείνου ἔφυ: εἰ δ̓ ἐν τοῖς ἐν χρόνῳ ἡ φύσις, οὐδ̓ ἐπὶ τῆς οὐσίας: οὐδὲ δὴ τὸ οὐ παῤ αὐτῆς εἶναι λεκτέον: τό τε γὰρ εἶναι ἀφῃροῦμεν, τό τε οὐ παῤ αὐτῆς λέγοιτο ἄν, ὅταν ὑπ̓ ἄλλου. οὕτως οὖν συνέβη. ἢ οὐδὲ τὸ συνέβη λεκτέον: οὔτε γὰρ αὐτῷ οὔτε πρὸς ἄλλο: ἐν γὰρ πολλοῖς τὸ συνέβη, ὅταν τὰ μὲν ᾖ, τὸ δὲ ἐπὶ τούτοις συμβῇ. πῶς οὖν τὸ πρῶτον συνέβη; οὐδὲ γὰρ ἦλθεν, ἵνα ζητῇς πῶς οὖν ἦλθε; τύχη τίς ἤγαγεν ἢ ὑπέστησεν αὐτό; ἐπεὶ οὐδὲ τύχη πω ἦν οὐδὲ τὸ αὐτόματόν γε: καὶ γὰρ
2.489
τὸ αὐτόματον καὶ παῤ ἄλλου καὶ ἐν γινομένοις.

ἀλλὰ πρὸς αὐτὸ εἴ τις λαμβάνοι τὸ συνέβη, οὔτοι δεῖ πρὸς τὸ ὄνομα ἵστασθαι, ἀλλὰ ὅπως νοεῖ ὁ λέγων συνιέναι. τί οὖν νοεῖ; τοῦτο, ὅτι ταύτην ἔχον τὴν φύσιν καὶ τὴν δύναμιν ἀρχή: καὶ γὰρ εἰ ἄλλην εἶχεν, ἦν ἂν τοῦτο, ὅπερ ἦν, καὶ εἰ χεῖρον, ἐνήργησεν ἂν κατὰ τὴν αὑτοῦ οὐσίαν. πρὸς δὴ τὸ τοιοῦτον λεκτέον, ὅτι μὴ οἷόν τε ἦν ἀρχὴν οὖσαν πάντων τὸ τυχὸν εἶναι, μὴ ὅτι χεῖρον, ἀλλ̓ οὐδ̓ ἀγαθὸν μέν, ἀγαθὸν δ̓ ἄλλως, οἷον ἐνδεέστερον. ἀλλὰ δεῖ κρείττονα εἶναι τὴν ἀρχὴν πάντων τῶν μετ̓ αὐτήν: ὥστε ὡρισμένον τι. λέγω δὲ ὡρισμένον, ὅτι μοναχῶς καὶ οὐκ ἐξ ἀνάγκης: οὐ γὰρ ἦν ἀνάγκη: ἐν γὰρ τοῖς ἑπομένοις τῇ ἀρχῇ

743
ἡ ἀνάγκη καὶ οὐδὲ αὕτη ἔχουσα ἐν αὐτοῖς τὴν βίαν: τὸ δὲ μοναχὸν τοῦτο παῤ αὑτοῦ. τοῦτο οὖν καὶ οὐκ ἄλλο, ἀλλ̓ ὅπερ ἐχρῆν εἶναι: οὐ τοίνυν οὕτω συνέβη, ἀλλ̓ ἔδει οὕτω: τὸ δ̓ ἔδει τοῦτο ἀρχὴ τῶν ὅσα ἔδει. τοῦτο τοίνυν οὐκ ἂν οὕτως εἴη, ὡς συνέβη: οὐ γὰρ ὅπερ ἔτυχέν ἐστιν, ἀλλ̓ ὅπερ ἐχρῆν εἶναι, μᾶλλον δὲ οὐδὲ ὅπερ ἐχρῆν. ἀλλὰ ἀναμένειν δεῖ τὰ ἄλλα, τί ποτε αὐτοῖς ὁ βασιλεὺς φανείη, καὶ τοῦτο, ὅπερ ἔστιν αὐτός, τοῦτο αὐτὸν θέσθαι οὐχ ὡς συνέβη φανέντα, ἀλλὰ ὄντως βασιλέα καὶ ὄντως ἀρχὴν καὶ τὸ ἀγαθὸν ὄντως, οὐκ ἐνεργοῦντα κατὰ τὸ ἀγαθόν: οὕτω γὰρ ἂν δόξειεν ἕπεσθαι ἄλλῳ: ἀλλ̓ ὄντα ἕν, ὅπερ ἔστιν, ὥστε οὐ κατ̓ ἐκεῖνο, ἀλλ̓ ἐκεῖνο. εἰ τοίνυν οὐδὲ ἐπὶ τοῦ ὄντος τὸ συνέβη — τῷ γὰρ ὄντι, εἴ τι συμβήσεται, συνέβη, ἀλλ̓ οὐκ αὐτὸ τὸ ὂν συνέβη, οὐδὲ συνέκυρσε τὸ ὂν οὕτως εἶναι οὐδὲ
2.490
παῤ ἄλλου τὸ οὕτως εἶναι ὄν, ὡς ἔστιν, ἀλλ̓ αὕτη ὄντος φύσις ὂν εἶναι — πῶς ἄν τις ἐπὶ τοῦ ἐπέκεινα ὄντος τοῦτο ἐνθυμοῖτο τὸ οὕτω συνέβη, ᾧ ὑπάρχει γεγεννηκέναι τὸ ὄν, ὃ οὐχ οὕτω συνέβη, ἀλλ̓ ἔστιν, ὥς ἐστιν ἡ οὐσία οὖσα ὅπερ ἔστι, καὶ ὅπερ ἐστὶ νοῦς: ἐπεὶ οὕτως ἄν τις καὶ τὸν νοῦν εἴποι οὕτω συνέβη νοῦν εἶναι, ὥσπερ ἄλλο τι ἂν τὸν νοῦν ἐσόμενον ἢ τοῦτο, ὃ δὴ φύσις ἐστὶ νοῦ. τὸ δὴ οὐ παρεκβεβηκὸς ἑαυτό, ἀλλ̓ ἀκλινὲς ὂν ἑαυτοῦ, αὐτὸ ἄν τις κυριώτατα λέγοι εἶναι ὃ ἔστι. τί ἂν οὖν τις λέγοι ἐκεῖ εἰς τὸ ὑπὲρ τοῦτο ἀναβὰς καὶ εἰσιδών; ἆρά γε τὸ οὕτως, ὡς εἶδεν αὐτὸν ἔχοντα τὸ οὕτω, συνέβη; ἢ οὔτε τὸ οὕτω οὔτε τὸ ὁπωσοῦν συνέβη: ἀλλ̓ οὐδὲ ὅλως τὸ συνέβη, ἀλλὰ τὸ οὕτω μόνον καὶ οὐκ ἂν ἄλλως, ἀλλ̓ οὕτως. ἀλλ̓ οὐδὲ τὸ οὕτως: οὕτω γὰρ ἂν ὁρίσας εἴης καὶ τόδε τι: ἀλλ̓ ἔστι τῷ ἰδόντι οὐδὲ τὸ οὕτως εἰπεῖν δύνασθαι οὐδ̓ αὖ τὸ μὴ οὕτως: τὶ γὰρ ἂν εἴποις αὐτὸ τῶν ὄντων, ἐφ̓ ὧν τὸ οὕτως. ἄλλο τοίνυν παῤ ἅπαντα τὸ οὕτως. ἀλλ̓ ἀόριστον ἰδὼν πάντα μὲν ἕξεις εἰπεῖν τὰ μετ̓ αὐτό, φήσεις δὲ οὐδὲν ἐκείνων εἶναι, ἀλλά, εἴπερ, δύναμιν πᾶσαν αὑτῆς ὄντως κυρίαν, τοῦτο οὖσαν ὃ θέλει, μᾶλλον δὲ ὃ θέλει ἀπορρίψασαν εἰς τὰ ὄντα, αὐτὴν δὲ μείζονα παντὸς τοῦ θέλειν οὖσαν τὸ θέλειν μετ̓ αὐτὴν θεμένην. οὔτ̓ οὖν αὐτὴ ἠθέλησε τὸ οὕτως, ἵνα ἂν εἵπετο, οὔτε ἄλλος πεποίηκεν οὕτως.
744

καὶ τοίνυν καὶ ἐρωτῆσαι χρὴ τὸν λέγοντα τὸ οὕτω συνέβη, πῶς ἂν ἀξιώσειε ψεῦδος εἶναι τὸ συνέβη, εἴ τι εἴη. καὶ πῶς ἄν τις ἀφέλοι τὸ συνέβη; καὶ εἴ τις εἴη φύσις, τότε φήσει οὐκ ἐφαρμόζειν τὸ συνέβη: εἰ γὰρ τὴν τῶν ἄλλων ἀφαιροῦσαν

2.491
τὸ οὕτω συνέβη ἀνατίθησι τύχῃ, ποῦ ποτε τὸ μὴ ἐκ τύχης εἶναι ἂν γένοιτο; ἀφαιρεῖ δὲ τὸ ὡς ἔτυχεν αὕτη ἡ ἀρχὴ τῶν ἄλλων εἶδος καὶ πέρας καὶ μορφὴν διδοῦσα καὶ οὐκ ἔστιν ἐν τοῖς οὕτω κατὰ λόγον γινομένοις τύχῃ ἀναθεῖναι, ἀλλ̓ αὐτῷ τούτῳ τὴν αἰτίαν, ἐν δὲ τοῖς μὴ προηγουμένως καὶ μὴ ἀκολούθως, ἀλλὰ συμπτώμασιν, ἡ τύχη. τὴν δὴ ἀρχὴν παντὸς λόγου τε καὶ τάξεως καὶ ὅρου πῶς ἄν τις τὴν τούτου ὑπόστασιν ἀναθείη τύχῃ; καὶ μὴν πολλῶν μὲν ἡ τύχη κυρία, νοῦ δὲ καὶ λόγου καὶ τάξεως εἰς τὸ γεννᾶν ταῦτα οὐ κυρία, ὅπου τε καὶ ἐναντίον δοκεῖ λόγῳ εἶναι τύχη, πῶς ἂν γεννήτειρα αὐτοῦ γένοιτο; εἰ οὖν μὴ γεννᾷ νοῦν τύχη, οὐδὲ τὸ πρὸ νοῦ οὐδὲ τὸ κρεῖττον νοῦ: οὔτε γὰρ εἶχεν ὅθεν γεννήσει, οὔτε ἦν τὸ παράπαν αὕτη οὐδ̓ ὅλως ἐν τοῖς ἀιδίοις. εἰ οὖν μηδὲν πρὸ ἐκείνου, αὐτὸς δὲ πρῶτος, στῆναι ἐνταῦθα δεῖ καὶ μηδὲν ἔτι περὶ αὐτοῦ λέγειν, ἀλλὰ τὰ μετ̓ αὐτὸ ζητεῖν πῶς ἐγένετο, αὐτὸ δὲ μηκέτι ὅπως, ὅτι ὄντως τοῦτο μὴ ἐγένετο. τί οὖν, εἰ μὴ ἐγένετο, ἔστι δὲ οἷός ἐστιν, οὐκ ὢν τῆς αὐτοῦ οὐσίας κύριος; καὶ εἰ μὴ οὐσίας δέ, ἀλλ̓ ὢν ὃς ἔστιν, οὐχ ὑποστήσας ἑαυτόν, χρώμενος δὲ ἑαυτῷ οἷος ἔστιν, ἐξ ἀνάγκης τοῦτο ἂν εἴη, ὃ ἔστι, καὶ οὐκ ἂν ἄλλως. ἢ οὐχ, ὅτι οὐκ ἄλλως, οὕτως, ἀλλ̓ ὅτι τὸ ἄριστον οὕτως. πρὸς μὲν γὰρ τὸ βέλτιον ἐλθεῖν οὐ πᾶν αὐτεξούσιον, πρὸς δὲ τὸ χεῖρον ἐλθεῖν οὐδὲν ὑπ̓ ἄλλου κεκώλυται. ἀλλ̓ ὅτι μὴ ἦλθε, παῤ αὑτοῦ οὐκ ἐλήλυθεν, οὐ τῷ κεκωλύσθαι, ἀλλὰ τῷ αὐτὸ εἶναι, ὃ μὴ ἐλήλυθεν, καὶ τὸ ἀδύνατον ἐλθεῖν πρὸς τὸ χεῖρον οὐκ ἀδυναμίαν σημαίνει τοῦ μὴ ἥκοντος, ἀλλὰ παῤ αὑτοῦ καὶ δἰ αὑτὸν τὸ μὴ
2.492
ἥκειν. καὶ τὸ μὴ ἥκειν πρὸς μηδὲν ἄλλο τὴν ὑπερβολὴν τῆς δυνάμεως ἐν αὐτῷ ἔχει, οὐκ ἀνάγκῃ κατειλημμένου, ἀλλ̓ αὐτοῦ ἀνάγκης τῶν ἄλλων ὄντος καὶ νόμου. αὑτὴν οὖν ἡ ἀνάγκη ὑπέστησεν; ἢ οὐδὲ ὑπέστη τῶν ἄλλων ὑποστάντων τῶν μετ̓ αὐτὸ δἰ αὐτό. τὸ οὖν πρὸ ὑποστάσεως πῶς ἂν ἢ ὑπ̓ ἄλλου ἢ ὑφ̓ αὑτοῦ ὑπέστη;
745

ἀλλὰ τὸ μὴ ὑποστὰν τοῦτο τί; ἢ σιωπήσαντας δεῖ ἀπελθεῖν, καὶ ἐν ἀπόρῳ τῇ γνώμῃ θεμένους μηδὲν ἔτι ζητεῖν. τί γὰρ ἄν τις καὶ ζητήσειεν εἰς οὐδὲν ἔτι ἔχων προελθεῖν πάσης ζητήσεως εἰς ἀρχὴν ἰούσης καὶ ἐν τῷ τοιούτῳ ἱσταμένης; πρὸς δὲ τούτοις ζήτησιν ἅπασαν χρὴ νομίζειν ἢ τοῦ τί ἐστιν εἶναι ἢ τοῦ οἷον ἢ τοῦ διὰ τί ἢ τοῦ εἶναι. τὸ μὲν οὖν εἶναι, ὡς λέγομεν ἐκεῖνο εἶναι, ἐκ τῶν μετ̓ αὐτό: τὸ δὲ διὰ τί ἀρχὴν ἄλλην ζητεῖ: ἀρχῆς δὲ τῆς πάσης οὐκ ἔστιν ἀρχή: τὸ δὲ οἷόν ἐστι ζητεῖν τί συμβέβηκεν αὐτῷ, ᾧ συμβέβηκε μηδέν: τὸ δὲ τί ἐστι δηλοῖ μᾶλλον τὸ μηδὲν δεῖν περὶ αὐτοῦ ζητεῖν αὐτὸ μόνον, εἰ δυνατὸν αὑτοῖς, λαβόντας ἐν νῷ μηδὲν αὐτῷ θεμιτὸν εἶναι προσάπτειν μαθόντας. ὅλως δὲ ἐοίκαμεν ταύτην τὴν ἀπορίαν ἐνθυμηθῆναι περὶ ταύτης τῆς φύσεως, εἴπερ ἐνεθυμήθημεν, ἐκ τοῦ πρῶτον μὲν τίθεσθαι χώραν καὶ τόπον, ὥσπερ τι χάος, εἶτα χώρας ἤδη οὔσης ἐπαγαγεῖν ταύτην τὴν φύσιν εἰς τὸν ἐν τῇ φαντασίᾳ ἡμῶν γεγονότα ἢ ὄντα τόπον, εἰσαγαγόντας δὲ αὐτὸν εἰς τὸν τοιοῦτον τόπον οὕτω τοι ζητεῖν, οἷον πόθεν καὶ πῶς ἐλήλυθεν ἐνταῦθα, καὶ ὥσπερ ἔπηλυν ὄντα ἐζητηκέναι αὐτοῦ τὴν παρουσίαν καὶ οἷον τὴν οὐσίαν, καὶ δὴ καὶ ὥσπερ ἔκ τινος βάθους ἢ ἐξ ὕψους τινὸς ἐνθάδε ἐρρϊφθαι.

2.493
διόπερ δεῖ τὸ αἴτιον τῆς ἀπορίας ἀνελόντα ἔξω ποιήσασθαι τῆς ἐπιβολῆς τῆς πρὸς αὐτὸν πάντα τόπον καὶ μηδὲ ἐν ὁτῳοῦν τίθεσθαι αὐτόν, μήτε ἀεὶ κείμενον ἐν αὐτῷ καὶ ἱδρυμένον μήτε ἐληλυθότα, ἀλλ̓ ὄντα μόνον, ὡς ἔστι, λεγόμενον ὑπ̓ ἀνάγκης τῶν λόγων εἶναι, τὸν δὲ τόπον, ὥσπερ καὶ τὰ ἄλλα, ὕστερον καὶ ὕστερον ἁπάντων. τὸ οὖν ἄτοπον τοῦτο νοοῦντες, ὡς νοοῦμεν, οὐδὲν περὶ αὐτὸν ἔτι τιθέντες οἷον κύκλῳ οὐδὲ περιλαβεῖν ἔχοντες ὅσος οὐδὲ τὸ ὅσον αὐτῷ συμβεβηκέναι φήσομεν: οὐ μὴν οὐδὲ τὸ ποιόν: οὐδὲ γὰρ μορφή τις περὶ αὐτὸν οὐδὲ νοητὴ ἂν εἴη: οὐδὲ τὸ πρὸς ἄλλο: ἐφ̓ αὑτοῦ γὰρ καὶ ὑφέστηκε, πρὶν ἄλλο. τί ἂν οὖν ἔτι εἴη τὸ οὕτω συνέβη; ἢ πῶς φθεγξόμεθα τοῦτο, ὅτε καὶ τὰ ἄλλα ἐν ἀφαιρέσει πάντα τὰ περὶ τούτου λεγόμενα; ὥστε ἀληθὲς μᾶλλον οὐ τὸ οὕτω συνέβη, ἀλλὰ τὸ οὐδὲ οὕτω συνέβη, ὅπου καὶ τὸ οὐδὲ συνέβη ὅλως.

τί οὖν; οὐκ ἔστιν ὃ ἔστι; τοῦ δὲ εἶναι ὃ

746
ἔστιν ἢ τοῦ ἐπέκεινα εἶναι ἆρά γε κύριος αὐτός; πάλιν γὰρ ἡ ψυχὴ οὐδέν τι πεισθεῖσα τοῖς εἰρημένοις ἄπορός ἐστι. λεκτέον τοίνυν πρὸς ταῦτα ὧδε, ὡς ἕκαστος μὲν ἡμῶν κατὰ μὲν τὸ σῶμα πόρρω ἂν εἴη οὐσίας, κατὰ δὲ τὴν ψυχὴν καὶ ὃ μάλιστα ἐσμὲν μετέχομεν οὐσίας καὶ ἐσμέν τις οὐσία. τοῦτο δέ ἐστιν οἷον σύνθετόν τι ἐκ διαφορᾶς καὶ οὐσίας οὔκουν κυρίως οὐσία οὐδ̓ αὐτοουσία: διὸ οὐδὲ κύριοι τῆς αὑτῶν οὐσίας. ἄλλο γάρ πως ἡ οὐσία καὶ ἡμεῖς ἄλλο, καὶ κύριοι οὐχ ἡμεῖς τῆς αὑτῶν οὐσίας, ἀλλ̓ ἡ οὐσία αὐτὴ ἡμῶν, εἴπερ αὕτη καὶ τὴν διαφορὰν προστίθησιν. ἀλλ̓ ἐπειδὴ ὅπερ κύριον ἡμῶν ἡμεῖς πως ἐσμέν, οὕτω
2.494
τοι οὐδὲν ἧττον καὶ ἐνταῦθα λεγοίμεθα ἂν αὑτῶν κύριοι: ὃ δέ γε παντελῶς ἐστιν ὃ ἔστιν καὶ οὐκ ἄλλο μὲν αὐτό, ἄλλο δὲ ἡ οὐσία αὐτοῦ, ἐνταῦθα ὅπερ ἔστι τοῦτο ἐστὶ καὶ κύριον καὶ οὐκέτι εἰς ἄλλο ᾗ ἔστι καὶ ᾗ ἐστιν οὐσία. καὶ γὰρ αὖ ἀφείθη κύριον εἶναι αὑτοῦ, ᾗ ὃ πρῶτον εἰς οὐσίαν. τὸ δὴ πεποιηκὸς ἐλεύθερον τὴν οὐσίαν, πεφυκὸς δηλονότι ποιεῖν ἐλεύθερον καὶ ἐλευθεροποιὸν ἂν λεχθέν, τίνι ἂν δοῦλον εἴη; εἴπερ ὅλως καὶ θεμιτὸν φθέγγεσθαι. τὸ δὲ τῇ αὐτοῦ οὐσίᾳ: ἀλλὰ καὶ αὕτη παῤ αὐτοῦ ἐλευθέρα καὶ ὑστέρα καὶ αὐτὸ οὐκ ἔχον οὐσίαν. εἰ μὲν οὖν ἐστί τις ἐνέργεια ἐν αὐτῷ καὶ ἐν τῇ ἐνεργείᾳ αὐτὸν θησόμεθα, οὐδ̓ ἂν διὰ τοῦτο εἴη ἂν ἕτερον αὑτοῦ καὶ οὐκ αὐτὸς αὑτοῦ κύριος, ἀφ̓ οὗ ἡ ἐνέργεια, ὅτι μὴ ἕτερον ἐνέργεια καὶ αὐτός. εἰ δ̓ ὅλως ἐνέργειαν οὐ δώσομεν ἐν αὐτῷ εἶναι, ἀλλὰ τἆλλα περὶ αὐτὸν ἐνεργοῦντα τὴν ὑπόστασιν ἴσχειν, ἔτι μᾶλλον οὔτε τὸ κύριον οὔτε τὸ κυριευόμενον ἐκεῖ εἶναι δώσομεν, ἀλλ̓ οὐδὲ τὸ αὑτοῦ κύριον, οὐχ ὅτι ἄλλο αὐτοῦ κύριον, ἀλλ̓ ὅτι τὸ αὑτοῦ κύριον τῇ οὐσίᾳ ἀπέδομεν, τὸ δὲ ἐν τιμιωτέρῳ ἢ κατὰ τοῦτο ἐθέμεθα. τί οὖν τὸ ἐν τιμιωτέρῳ τοῦ ὅ ἐστιν αὑτοῦ κύριον; ἢ ὅτι, ἐπειδὴ οὐσία καὶ ἐνέργεια ἐκεῖ δύο πως ὄντα, ἐκ τῆς ἐνεργείας τὴν ἔννοιαν ἐδίδου τοῦ κυρίου — τοῦτο δὲ ἦν τῇ οὐσίᾳ ταὐτόν — διὰ τοῦτο καὶ χωρὶς ἐγένετο τὸ κύριον εἶναι καὶ αὐτὸ αὑτοῦ ἐλέγετο κύριον. ὅπου δὲ οὐ δύο ὡς ἕν, ἀλλὰ ἕν — ἢ γὰρ ἐνέργεια μόνον ἢ οὐδ̓ ὅλως ἐνέργεια — οὐδὲ τὸ κύριον αὑτοῦ ὀρθῶς.
747

ἀλλ̓ εἰ καὶ τὰ ὀνόματα ταῦτα ἐπάγειν δεῖ

2.495
οὐκ ὀρθῶς τοῦ ζητουμένου, πάλιν αὖ λεγέσθω, ὡς τὰ μὲν ὀρθῶς εἴρηται, ὅτι οὐ ποιητέον οὐδ̓ ὡς εἰς ἐπίνοιαν δύο, τὰ δὲ νῦν τῆς πειθοῦς χάριν: καίτοι παρανοητέον ἐν τοῖς λόγοις. εἰ γὰρ δοίημεν ἐνεργείας αὐτῷ, τὰς δὲ ἐνεργείας αὐτοῦ οἷον βουλήσει αὐτοῦ — οὐ γὰρ ἀβουλῶν ἐνεργεῖ — αἱ δὲ ἐνέργειαι ἡ οἷον οὐσία αὐτοῦ, ἡ βούλησις αὐτοῦ καὶ ἡ οὐσία ταὐτὸν ἔσται. εἰ δὲ τοῦτο, ὡς ἄρα ἐβούλετο, οὕτω καὶ ἔστιν. οὐ μᾶλλον ἄρα ὡς πέφυκε βούλεταί τε καὶ ἐνεργεῖ, ἢ ὡς βούλεταί τε καὶ ἐνεργεῖ ἡ οὐσία ἐστὶν αὐτοῦ. κύριος ἄρα πάντη ἑαυτοῦ ἐφ̓ ἑαυτῷ ἔχων καὶ τὸ εἶναι. ἴδε δὴ καὶ τόδε: τῶν ὄντων ἕκαστον ἐφιέμενον τοῦ ἀγαθοῦ βούλεται ἐκεῖνο μᾶλλον ἢ ὃ ἔστιν εἶναι, καὶ τότε μάλιστα οἴεται εἶναι, ὅταν τοῦ ἀγαθοῦ μεταλάβῃ, καὶ ἐν τῷ τοιούτῳ αἱρεῖται ἑαυτῷ ἕκαστον τὸ εἶναι, καθ̓ ὅσον ἂν παρὰ τοῦ ἀγαθοῦ ἴσχῃ, ὡς τῆς τοῦ ἀγαθοῦ φύσεως ἑαυτῇ δηλονότι πολὺ πρότερον αἱρετῆς οὔσης, εἴπερ ὅση μοῖρα ἀγαθοῦ παῤ ἄλλῳ αἱρετωτάτη, καὶ οὐσία ἑκούσιος καὶ παραγενομένη θελήσει καὶ ἓν καὶ ταὐτὸν οὖσα θελήσει καὶ διὰ θελήσεως ὑποστᾶσα. καὶ ἕως μὲν τὸ ἀγαθὸν μὴ εἶχεν ἕκαστον, ἠθέλησεν ἄλλο, ᾗ δὲ ἔσχεν, ἑαυτό τε θέλει ἤδη καὶ ἔστιν οὔτε κατὰ τύχην ἡ τοιαύτη παρουσία οὔτε ἔξω τῆς βουλήσεως αὐτοῦ ἡ οὐσία, καὶ τούτῳ καὶ ὁρίζεται καὶ ἑαυτῆς ἐστι τούτῳ. εἰ οὖν τούτῳ αὐτό τι ἕκαστον ἑαυτὸ ποιεῖ, δῆλον δήπου γίνεται ἤδη, ὡς ἐκεῖνο ἂν εἴη ἤδη ἑαυτῷ τοιοῦτον πρώτως, ᾧ καὶ τὰ ἄλλα ἑαυτοῖς ἔστιν εἶναι, καὶ σύνεστιν αὐτοῦ τῇ οἷον οὐσίᾳ ἡ θέλησις τοῦ οἷον τοιοῦτον εἶναι, καὶ οὐκ ἔστιν αὐτὸν λαβεῖν ἄνευ τοῦ θέλειν ἑαυτῷ
2.496
ὅπερ ἔστι, καὶ σύνδρομος αὐτὸς ἑαυτῷ θέλων αὐτὸς εἶναι καὶ τοῦτο ὤν, ὅπερ θέλει, καὶ ἡ θέλησις καὶ αὐτὸς ἕν, καὶ τούτῳ οὐχ ἧττον ἕν, ὅτι μὴ ἄλλο αὐτός, ὅπερ ἔτυχεν, ἄλλο δὲ τὸ ὡς ἐβουλήθη ἄν. τί γὰρ ἂν καὶ ἠθέλησεν ἢ τοῦτο, ὃ ἔστι; καὶ γὰρ εἰ ὑποθοίμεθα ἑλέσθαι αὑτῷ ὅ τι θέλοι γενέσθαι, καὶ ἐξεῖναι αὐτῷ ἀλλάξασθαι τὴν αὑτοῦ
748
φύσιν εἰς ἄλλο, μήτ̓ ἂν ἄλλο τι γενέσθαι βουληθῆναι, μήτ̓ ἂν ἑαυτῷ τι μέμψασθαι ὡς ὑπὸ ἀνάγκης τοῦτο ὄντι, ὃ ἔστι, τοῦτο δὲ τῷ αὐτὸς εἶναι, ὅπερ αὐτὸς ἀεὶ ἠθέλησε καὶ θέλει. ἔστι γὰρ ὄντως ἡ ἀγαθοῦ φύσις θέλησις αὑτοῦ οὐ δεδεκασμένου οὐδὲ τῇ ἑαυτοῦ φύσει ἐπισπωμένου, ἀλλ̓ ἑαυτὸν ἑλομένου, ὅτι μηδὲ ἦν ἄλλο, ἵνα πρὸς ἐκεῖνο ἑλχθῇ. καὶ μὴν κἀκεῖνο ἄν τις λέγοι, ὡς ἐν τῇ αὑτῶν ἕκαστον τὰ ἄλλα οὐσίᾳ οὐ περιείληφε τὸν, λόγον τὸν τοῦ ἀρέσκεσθαι αὑτῷ: καὶ γὰρ ἂν καὶ δυσχεραίνοι τι αὑτό: ἐν δὲ τῇ τοῦ ἀγαθοῦ ὑποστάσει ἀνάγκη τὴν αἵρεσιν καὶ τὴν αὑτοῦ θέλησιν ἐμπεριειλημμένην εἶναι ἢ σχολῇ γ̓ ἂν ἄλλῳ ὑπάρχοι ἑαυτῷ ἀρεστῷ εἶναι, ἃ μετουσίᾳ ἢ ἀγαθοῦ φαντασίᾳ ἀρέσκεται αὑτοῖς. δεῖ δὲ συγχωρεῖν τοῖς ὀνόμασιν, εἴ τις περὶ ἐκείνου λέγων ἐξ ἀνάγκης ἐνδείξεως ἕνεκα αὐτοῖς χρῆται, ἃ ἀκριβείᾳ οὐκ ἐῶμεν λέγεσθαι: λαμβανέτω δὲ καὶ τὸ οἷον ἐφ̓ ἑκάστου. εἰ οὖν ὑφέστηκε τὸ ἀγαθὸν καὶ συνυφίστησιν αὐτὸ ἡ αἵρεσις καὶ ἡ βούλησις — ἄνευ γὰρ τούτων οὐκ ἔσται — δεῖ δὲ τοῦτο μὴ πολλὰ εἶναι, συνακτέον εἰς ἓν τὴν βούλησιν καὶ τὴν οὐσίαν, τὸ δὲ θέλειν παῤ αὑτοῦ ἀνάγκη καὶ τὸ εἶναι παῤ αὑτοῦ αὐτῷ εἶναι: ὥστε αὐτὸν πεποιηκέναι αὑτὸν ὁ λόγος ἀνεῦρεν. εἰ γὰρ ἡ βούλησις παῤ αὐτοῦ καὶ οἷον ἔργον
2.497
αὐτοῦ, αὕτη δὲ ταὐτὸν τῇ ὑποστάσει αὐτοῦ, αὐτὸς ἂν οὕτως ὑποστήσας ἂν εἴη αὑτόν: ὥστε οὐχ ὅπερ ἔτυχέν ἐστιν, ἀλλ̓ ὅπερ ἠβουλήθη αὐτός.

ἔτι δὲ ὁρᾶν δεῖ καὶ ταύτῃ: ἕκαστον τῶν λεγομένων εἶναι ἢ ταὐτόν ἐστι τῷ εἶναι αὑτοῦ, ἢ ἕτερον: οἷον ἄνθρωπος ὅδε ἕτερος, καὶ τὸ ἀνθρώπῳ εἶναι ἄλλο: μετέχει γε μὴν ὁ ἄνθρωπος τοῦ ὅ ἐστιν ἀνθρώπῳ εἶναι. ψυχὴ δὲ καὶ τὸ ψυχῇ εἶναι ταὐτόν, εἰ ἁπλοῦν ψυχὴ καὶ μὴ κατ̓ ἄλλου, καὶ ἄνθρωπος αὐτὸ καὶ τὸ ἀνθρώπῳ εἶναι καὶ τὸ μὲν ἂν κατὰ τύχην γένοιτο, ὅτῳ ἕτερον τὸ ἀνθρώπῳ εἶναι, τὸ δὲ ἀνθρώπῳ εἶναι οὐκ ἂν γένοιτο κατὰ τύχην: τοῦτο δέ ἐστι παῤ αὑτοῦ ἄνθρωπος αὐτό. εἰ δὴ τὸ ἀνθρώπῳ εἶναι παῤ αὑτοῦ καὶ οὐ κατὰ τύχην τοῦτο οὐδὲ συμβέβηκε, πῶς ἂν τὸ ὑπὲρ το ἄνθρωπος αὐτό, τὸ γεννητικὸν τοῦ ἀνθρώπου αὐτὸ καὶ οὗ τὰ ὄντα πάντα, κατὰ τύχην ἂν λέγοιτο,

749
φύσις ἁπλουστέρα τοῦ ἄνθρωπον εἶναι καὶ τοῦ ὅλως τὸ ὂν εἶναι; εἰ πρὸς τὸ ἁπλοῦν ἰόντι οὐκ ἔστι συναναφέρειν τὴν τύχην: ὥστε καὶ εἰς τὸ ἁπλούστατον ἀδύνατον ἀναβαίνειν τὴν τύχην. ἔτι δὲ κἀκεῖνο ἀναμνησθῆναι προσήκει ἤδη που εἰρημένον, ὡς ἕκαστον τῶν κατ̓ ἀλήθειαν ὄντων καὶ ὑπ̓ ἐκείνης τῆς φύσεως ἐλθόντων εἰς ὑπόστασιν, καὶ εἴ τι δὲ ἐν τοῖς αἰσθητοῖς τοιοῦτον, τῷ ἀπ̓ ἐκείνων τοιοῦτον: λέγω δὲ τὸ τοιοῦτον τὸ σὺν αὐτῶν τῇ οὐσίᾳ ἔχειν καὶ τῆς ὑποστάσεως τὴν αἰτίαν, ὥστε τὸν ὕστερον θεατὴν ἑκάστου ἔχειν εἰπεῖν, διὸ ἕκαστον τῶν ἐνυπαρχόντων, οἷον διὰ τί ὀφθαλμὸς καὶ διὰ τί πόδες τοῖσδε τοιοίδε, καὶ τὴν αἰτίαν συναπογεννῶσαν ἕκαστον μέρος ἑκάστου εἶναι καὶ διάλληλα τὰ μέρη εἶναι. διὰ τί πόδες εἰς μῆκος;
2.498
ὅτι καὶ τόδε τοιόνδε καὶ ὅτι πρόσωπον τοιόνδε, καὶ πόδες τοιοίδε: καὶ ὅλως ἡ πρὸς ἄλληλα πάντων συμφωνία ἀλλήλοις αἰτία: καὶ τὸ διὰ τί τόδε, ὅτι τοῦτ̓ ἔστι τὸ ἀνθρώπῳ εἶναι: ὥστε ἓν καὶ τὸ αὐτὸ τὸ εἶναι καὶ τὸ αἴτιον. ταῦτα δὲ ἐκ μιᾶς πηγῆς οὕτως ἦλθεν οὐ λελογισμένης, ἀλλὰ παρεχούσης ὅλον ἀθρόον τὸ διὰ τί καὶ τὸ εἶναι. πηγὴ οὖν τοῦ εἶναι καὶ τοῦ διὰ τί εἶναι ὁμοῦ ἄμφω διδοῦσα: ἀλλὰ οἷα τὰ γινόμενα πολὺ ἀρχετυπώτερον καὶ ἀληθέστερον καὶ μᾶλλον ἢ κατ̓ ἐκεῖνα πρὸς τὸ βέλτιον τὸ ἀφ̓ οὗ ταῦτα. εἰ οὖν μηδὲν εἰκῆ μηδὲ κατὰ τύχην μηδὲ τὸ ʽσυνέβη γὰρ οὕτωσ̓ τῶν ὅσα τὰς αἰτίας ἐν αὑτοῖς ἔχει, ἔχει δὲ τὰ ἐξ αὐτοῦ ἅπαντα, λόγου ὢν καὶ αἰτίας καὶ οὐσίας αἰτιώδους πατήρ, ἃ δὴ πάντα πόρρω ὑπάρχει τύχης, εἴη ἂν ἀρχὴ καὶ οἷον παράδειγμα τῶν ὅσα μὴ κεκοινώνηκε τύχῃ, τὸ ὄντως καὶ τὸ πρῶτον, ἀμιγὲς τύχαις καὶ αὐτομάτῳ καὶ συμβάσει, αἴτιον ἑαυτοῦ καὶ παῤ αὑτοῦ καὶ δἰ αὑτὸν αὐτός: καὶ γὰρ πρώτως αὐτὸς καὶ ὑπερόντως αὐτός.

καὶ ἐράσμιον καὶ ἔρως ὁ αὐτὸς καὶ αὑτοῦ ἔρως, ἅτε οὐκ ἄλλως καλὸς ἢ παῤ αὑτοῦ καὶ ἐν αὑτῷ. καὶ γὰρ καὶ τὸ συνεῖναι ἑαυτῷ οὐκ ἂν ἄλλως ἔχοι, εἰ μὴ τὸ συνὸν καὶ τὸ ᾧ σύνεστιν ἓν καὶ ταὐτὸν εἴη. εἰ δὲ τὸ συνὸν τῷ ᾧ σύνεστιν ἓν καὶ τὸ οἷον ἐφιέμενον τῷ ἐφετῷ ἕν, τὸ δὲ ἐφετὸν κατὰ τὴν ὑπόστασιν καὶ οἷον ὑποκείμενον, πάλιν

750
αὖ ἡμῖν ἀνεφάνη ταὐτὸ ἡ ἔφεσις καὶ ἡ οὐσία. εἰ δὲ τοῦτο, πάλιν αὖ αὐτός ἐστιν οὗτος ὁ ποιῶν ἑαυτὸν καὶ κύριος ἑαυτοῦ καὶ οὐχ ὥς τι ἕτερον ἠθέλησε γενόμενος, ἀλλ̓ ὡς θέλει αὐτός. καὶ μὴν καὶ λέγοντες αὐτὸν οὔτε τι εἰς αὑτὸν δέχεσθαι
2.499
οὔτε ἄλλο αὐτὸν καὶ ταύτῃ ἂν εἴημεν ἔξω ποιοῦντες τοῦ τύχῃ εἶναι τοιοῦτον, οὐ μόνον τῷ μονοῦν αὐτὸν καὶ τῷ καθαρὸν ποιεῖν ἁπάντων, ἀλλ̓ ὅτι, εἴ ποτε καὶ αὐτοὶ ἐν αὑτοῖς ἐνίδοιμέν τινα φύσιν τοιαύτην οὐδὲν ἔχουσαν τῶν ἄλλων, ὅσα συνήρτηται ἡμῖν, καθ̓ ἃ πάσχειν ὅ τι περ ἂν συμβῇ καὶ κατὰ τύχην ὑπάρχει: πάντα γὰρ τὰ ἄλλα, ὅσα ἡμῶν, δοῦλα καὶ ἐκκείμενα τύχαις καὶ οἷον κατὰ τύχην προσελθόντα, τούτῳ δὲ μόνῳ τὸ κύριον αὑτοῦ καὶ τὸ αὐτεξούσιον φωτὸς ἀγαθοειδοῦς καὶ ἀγαθοῦ ἐνεργείᾳ καὶ μείζονος ἢ κατὰ νοῦν, οὐκ ἐπακτὸν τὸ ὑπὲρ τὸ νοεῖν ἐχούσῃ: εἰς ὃ δὴ ἀναβάντες καὶ γενόμενοι τοῦτο μόνον, τὰ δ̓ ἄλλα ἀφέντες, τί ἂν εἴποιμεν αὐτὸ ἢ ὅτι πλέον ἢ ἐλεύθεροι, καὶ πλέον ἢ αὐτεξούσιοι; τίς δ̓ ἂν ἡμᾶς προσάψειε τότε τύχαις ἢ τῷ εἰκῆ ἢ τῷ συμβέβηκεν αὐτὸ τὸ ἀληθινὸν ζῆν γενομένους ἢ ἐν τούτῳ γενομένους, ὃ μηδὲν ἔχει ἄλλο, ἀλλ̓ ἔστιν αὐτὸ μόνον; τὰ μὲν οὖν ἄλλα μονούμενα οὐκ ἔστιν αὑτοῖς αὐτάρκη εἶναι εἰς τὸ εἶναι: τοῦτο δ̓ ἔστιν ὃ ἔστι καὶ μονούμενον. ὑπόστασις δὲ πρώτη οὐκ ἐν ἀψύχῳ οὐδ̓ ἐν ζωῇ ἀλόγῳ: ἀσθενὴς γὰρ εἰς τὸ εἶναι καὶ αὕτη σκέδασις οὖσα λόγου καὶ ἀοριστία: ἀλλ̓ ὅσῳ πρόεισιν εἰς λόγον, ἀπολείπει τύχην: τὸ γὰρ κατὰ λόγον οὐ τύχῃ. ἀναβαίνουσι δὲ ἡμῖν ἐκεῖνο μὲν οὐ λόγος, κάλλιον δὲ ἢ λόγος: τοσοῦτο ἀπέχει τοῦ τύχῃ συμβῆναι. ῥίζα γὰρ λόγου παῤ αὑτῆς καὶ εἰς τοῦτο λήγει τὰ πάντα, ὥσπερ φυτοῦ μεγίστου κατὰ λόγον ζῶντος ἀρχὴ καὶ βάσις μένουσα αὐτὴ ἐφ̓ ἑαυτῆς, διδοῦσα δὲ κατὰ λόγον τῷ φυτῷ, ὃν ἔλαβεν, εἶναι.

ἐπεὶ δέ φαμεν καὶ δοκεῖ πανταχοῦ τε εἶναι

2.500
τοῦτο καὶ αὖ εἶναι οὐδαμοῦ, τοῦτό τοι χρὴ ἐνθυμηθῆναι καὶ νοῆσαι, οἷον δεῖ καὶ ἐντεῦθεν σκοπουμένοις θέσθαι περὶ ὧν ζητοῦμεν. εἰ γὰρ μηδαμοῦ,
751
οὐδαμοῦ συμβέβηκε, καὶ εἰ πανταχοῦ, ὅσος ἐστὶν αὐτός, τοσοῦτος πανταχοῦ ὥστε τὸ πανταχοῦ καὶ τὸ πάντη αὐτός, οὐκ ἐν ἐκείνῳ ὢν τῷ πανταχοῦ, ἀλλ̓ αὐτὸς ὢν τοῦτο καὶ δοὺς εἶναι τοῖς ἄλλοις ἐν τῷ πανταχοῦ παρακεῖσθαι. ὁ δ̓ ὑπερτάτην ἔχων τάξιν, μᾶλλον δ̓ οὐκ ἔχων, ἀλλ̓ ὢν ὑπέρτατος αὐτός, πάντα δοῦλα ἔχει, οὐ συμβὰς αὐτοῖς, αὐτῷ δὲ τῶν ἄλλων, μᾶλλον δὲ περὶ αὐτὸν τῶν ἄλλων, οὐ πρὸς αὐτὰ βλέποντος αὐτοῦ, ἀλλ̓ ἐκείνων πρὸς αὐτόν: ὁ δ̓ εἰς τὸ εἴσω οἷον φέρεται αὑτοῦ οἷον ἑαυτὸν ἀγαπήσας, αὐγὴν καθαράν, αὐτὸς ὢν τοῦτο, ὅπερ ἠγάπησε: τοῦτο δ̓ ἐστὶν ὑποστήσας αὑτόν, εἴπερ ἐνέργεια μένουσα καὶ τὸ ἀγαπητότατον οἷον νοῦς. νοῦς δὲ ἐνέργημα: ὥστε ἐνέργημα ὐτ̔??ʼς. ἀλλὰ ἄλλου μὲν οὐδενός: ἑαυτοῦ ἄρα ἐνέργημα αὐτός. οὐκ ἄρα ὡς συμβέβηκέν ἐστιν, ἀλλ̓ ὡς ἐνεργεῖ αὐτός. ἔτι τοίνυν, εἰ ἔστι μάλιστα, ὅτι πρὸς αὑτὸν οἷον στηρίζει καὶ οἷον πρὸς αὑτὸν βλέπει καὶ τὸ οἷον εἶναι τοῦτο αὐτῷ τὸ πρὸς αὑτὸν βλέπειν, οἷον ποιοῖ ἂν αὑτόν. οὐχ ὡς ἔτυχεν ἄρα ἐστίν, ἀλλ̓ ὡς αὐτὸς ἐθέλει, καὶ οὐδ̓ ἡ θέλησις εἰκῆ οὐδ̓ οὕτω συνέβη: τοῦ γὰρ ἀρίστου ἡ θέλησις οὖσα οὐκ ἔστιν εἰκῆ. ὅτι δ̓ ἡ τοιαύτη νεῦσις αὐτοῦ πρὸς αὑτὸν οἷον ἐνέργεια οὖσα αὐτοῦ καὶ μονὴ ἐν αὑτῷ τὸ εἶναι ὃ ἔστι ποιεῖ, μαρτυρεῖ ὑποτεθὲν τοὐναντίον: ὅτι, εἰ πρὸς τὸ ἔξω νεύσειεν αὐτοῦ, ἀπολεῖ τὸ εἶναι ὅπερ ἔστι. τὸ ἄρα εἶναι ὅπερ ἔστιν ἡ ἐνέργεια ἡ πρὸς αὑτόν: τοῦτο δὲ ἓν καὶ αὐτός. αὐτὸς ἄρα ὑπέστησεν αὑτὸν
2.501
συνεξενεχθείσης τῆς ἐνεργείας μετ̓ αὐτοῦ. εἰ οὖν μὴ γέγονε, ἀλλ̓ ἦν ἀεὶ ἡ ἐνέργεια αὐτοῦ καὶ οἷον ἐγρήγορσις οὐκ ἄλλου ὄντος τοῦ ἐγρηγορότος, ἐγρήγορσις καὶ ὑπερνόησις ἀεὶ οὖσα, ἔστιν οὕτως, ὡς ἐγρηγόρησεν. ἡ δὲ ἐγρήγορσίς ἐστιν ἐπέκεινα οὐσίας καὶ νοῦ καὶ ζωῆς ἔμφρονος: ταῦτα δὲ αὐτός ἐστιν. αὐτὸς ἄρα ἐστὶν ἐνέργεια ὑπὲρ νοῦν καὶ φρόνησιν καὶ ζωήν: ἐξ αὐτοῦ δὲ ταῦτα καὶ οὐ παῤ ἄλλου. παῤ αὑτοῦ ἄρα αὐτῷ καὶ ἐξ αὑτοῦ τὸ εἶναι. οὐκ ἄρα, ὡς συνέβη, οὕτως ἐστίν, ἀλλ̓ ὡς ἠθέλησεν αὐτός ἐστιν.

ἔτι δὲ καὶ ὧδε: ἕκαστά φαμεν τὰ ἐν τῷ παντὶ καὶ τόδε τὸ πᾶν οὕτως ἔχειν, ὡς ἂν ἔσχεν, εἰ ἡ τοῦ ποιοῦντος προαίρεσις ἠθέλησε, καὶ ὡς ἂν εἰ προθέμενος καὶ προιδὼν ἐν λογισμοῖς κατὰ πρόνοιαν οὕτως εἰργάσατο: ἀεὶ δὲ οὕτως ἐχόντων καὶ ἀεὶ οὕτως γιγνομένων, οὕτω τοι καὶ ἀεὶ ἐν τοῖς ποιοῦσι κεῖσθαι τοὺς λόγους ἐν μείζονι εὐθημοσύνῃ

752
ἑστῶτας: ὥστε ἐπέκεινα προνοίας τἀκεῖ εἶναι καὶ ἐπέκεινα προαιρέσεως καὶ πάντα ἀεὶ νοερῶς ἑστηκότα εἶναι, ὅσα ἐν τῷ ὄντι. ὥστε τὴν οὕτω διάθεσιν εἴ τις ὀνομάζοι πρόνοιαν, οὕτω νοείτω, ὅτι ἐστὶ πρὸ τοῦδε νοῦς τοῦ παντὸς ἑστώς, ἀφ̓ οὗ καὶ καθ̓ ὃν τὸ πᾶν τόδε. εἰ μὲν οὖν νοῦς πρὸ πάντων καὶ ἀρχὴ ὁ τοιοῦτος νοῦς, οὐκ ἂν εἴη ὡς ἔτυχε, πολὺς μὲν ὤν, συνῳδὸς δὲ αὑτῷ καὶ οἷον εἰς ἓν συντεταγμένος. οὐδὲν γὰρ πολὺ καὶ πλῆθος συντεταγμένον καὶ λόγοι πάντες περιληφθέντες ἑνὶ διὰ παντὸς ὡς ἔτυχε καὶ ὡς συνέβη, ἀλλὰ πόρρω φύσεως τῆς τοιαύτης καὶ ἐναντίον, ὅσον τύχη ἐν ἀλογίᾳ κειμένη λόγῳ. εἰ δὲ τὸ πρὸ τοῦ τοιούτου ἀρχή, δηλονότι προσεχὴς τούτῳ τῷ
2.502
οὕτω λελογωμένῳ, καὶ τὸ οὕτω λελογωμένον τοῦτο κατ̓ ἐκεῖνο καὶ μετέχον ἐκείνου καὶ οἷον θέλει ἐκεῖνο καὶ δύναμις ἐκείνου. ἀδιάστατος τοίνυν ἐκεῖνος, εἷς πάντα λόγος, εἷς ἀριθμὸς καὶ εἷς μείζων τοῦ γενομένου καὶ δυνατώτερος καὶ οὐδὲν μεῖζον αὐτοῦ οὐδὲ κρεῖττον. οὐδὲ ἄρα ἐξ ἄλλου ἔχει οὔτε τὸ εἶναι οὔτε τὸ ὁποῖός ἐστιν εἶναι. αὐτὸς ἄρα αὑτῷ ὃ ἔστι πρὸς αὑτὸν καὶ ἐς αὑτόν, ἵνα μηδὲ ταύτῃ πρὸς τὸ ἔξω ἢ πρὸς ἄλλον, ἀλλὰ πρὸς αὑτὸν πᾶς.

καὶ σὺ ζητῶν μηδὲν ἔξω ζήτει αὐτοῦ, ἀλλ̓ εἴσω πάντα τὰ μετ̓ αὐτόν: αὐτὸν δὲ ἔα. τὸ γὰρ ἔξω αὐτός ἐστι, περίληψις πάντων καὶ μέτρον. ἢ εἴσω ἐν βάθει. τὸ δ̓ ἔξω αὐτοῦ, οἷον κύκλῳ ἐφαπτόμενον αὐτοῦ καὶ ἐξηρτημένον πᾶν, ὁ λόγος καὶ νοῦς: μᾶλλον δ̓ ἂν εἴη νοῦς, καθ̓ ὃ ἐφάπτεται καὶ ᾗ ἐφάπτεται αὐτοῦ καὶ ᾗ ἐξήρτηται, ἅτε παῤ ἐκείνου ἔχων τὸ νοῦς εἶναι. ὥσπερ ἂν οὖν κύκλος ἐφαπτόμενος κέντρου ὁμολογοῖτο ἂν τὴν δύναμιν παρὰ τοῦ κέντρου ἔχειν, καὶ οἷον κεντροειδής, ᾗ γραμμαὶ ἐν κύκλῳ πρὸς κέντρον ἓν συνιοῦσαι τὸ πέρας αὑτῶν τὸ πρὸς τὸ κέντρον ποιοῦσι τοιοῦτον εἶναι οἷον τὸ πρὸς ὃ ἠνέχθησαν καὶ ἀφ̓ οὗ οἷον ἐξέφυσαν, μείζονος ὄντος ἢ κατὰ ταύτας τὰς γραμμὰς καὶ τὰ πέρατα αὐτῶν — καὶ ἔστι μὲν οἷον ἐκεῖνο, ἀμυδρὰ δὲ καὶ οἷον ἴχνη ἐκείνου τοῦ ὅτι δύναται αὐτὰ καὶ τὰς γραμμὰς

753
δυναμένου, αἳ πανταχοῦ ἔχουσιν αὐτό, καὶ ἐμφαίνεται διὰ τῶν γραμμῶν, οἷόν ἐστιν ἐκεῖνο, οἷον ἐξελιχθὲν οὐκ ἐξεληλιγμένον — οὕτω τοι καὶ τὸν νοῦν καὶ τὸ ὂν χρὴ λαμβάνειν, γενόμενον ἐξ ἐκείνου καὶ οἷον ἐκχυθὲν καὶ ἐξελιχθὲν καὶ ἐξηρτημένον ἐκ τῆς αὐτοῦ νοερᾶς φύσεως μαρτυρεῖν τὸν
2.503
οἷον ἐν ἑνὶ νοῦν οὐ νοῦν ὄντα: ἓν γάρ: ὥσπερ οὐδ̓ ἐκεῖ γραμμὰς οὐδὲ κύκλον τὸ κέντρον, κύκλου δὲ καὶ γραμμῶν πατέρα, ἴχνη αὑτοῦ δόντα καὶ δυνάμει μενούσῃ γραμμὰς καὶ κύκλον οὐ πάντη ἀπηρτημένα αὐτοῦ ῥώμῃ τινὶ γεγεννηκότα. οὕτω τοι κἀκεῖνο τῆς νοερᾶς περιθεούσης δυνάμεως τὸ οἷον ἰνδάλματος αὐτοῦ ἀρχέτυπον ἐν ἑνὶ πολλοῖς καὶ εἰς πολλὰ οἷον κεκινημένου καὶ νοῦ διὰ ταῦτα γενομένου, ἐκείνου πρὸ νοῦ μείναντος, ἐκ τῆς δυνάμεως αὐτοῦ νοῦν γεννήσαντος, τίς ἂν συντυχία ἢ τί αὐτόματον ἢ τί ὡς συνέβη εἶναι τῆς τοιαύτης δυνάμεως τῆς νοοποιοῦ καὶ ὄντος ποιητικῆς πλησίον ἥκοι; οἷον γὰρ τὸ ἐν νῷ εἰ καὶ πολλαχῇ μεῖζον τοιοῦτον τὸ ἐν ἑνὶ ἐκείνῳ ὥσπερ φωτὸς ἐπὶ πολὺ σκεδασθέντος ἐξ ἑνός τινος ἐν αὑτῷ ὄντος διαφανοῦς, εἴδωλον μὲν τὸ σκεδασθέν, τὸ δ̓ ἀφ̓ οὗ τὸ ἀληθές: οὐ μὴν ἀλλοειδὲς τὸ σκεδασθὲν εἴδωλον ὁ νοῦς, ὃς οὐ τύχῃ, ἀλλὰ καθ̓ ἕκαστον αὐτοῦ λόγος καὶ αἰτία. αἴτιον δὲ ἐκεῖνο τοῦ αἰτίου. μειζόνως ἄρα οἷον αἰτιώτατον καὶ ἀληθέστερον αἰτία, ὁμοῦ πάσας ἔχον τὰς μελλούσας ἀπ̓ αὐτοῦ ἔσεσθαι νοερὰς αἰτίας καὶ γεννητικὸν τοῦ οὐχ ὡς ἔτυχεν, ἀλλ̓ ὡς ἠθέλησεν αὐτός. ἡ δὲ θέλησις οὐκ ἄλογος ἦν οὐδὲ τοῦ εἰκῆ οὐδ̓ ὡς ἐπῆλθεν αὐτῷ, ἀλλ̓ ὡς ἔδει, ὡς οὐδενὸς ὄντος ἐκεῖ εἰκῆ. ὅθεν καὶ δέον καὶ καιρὸν ὁ Πλάτων ὡς οἷόν τε ἦν σημῆναι ἐφιέμενος, ὅτι πόρρω τοῦ ὡς ἔτυχεν, ἀλλ̓ ὅπερ ἔστι, τοῦτο δέον. εἰ δὲ τὸ δέον τοῦτο, οὐκ ἀλόγως τοῦτο, καὶ εἰ καιρός, τὸ μάλιστα κυριώτατον ἐν τοῖς μετ̓ αὐτὸ καὶ πρότερον αὑτῷ καὶ οὐχ οἷον ἔτυχε τοῦτό ἐστιν, ἀλλὰ τοῦτό ἐστιν, ὅπερ οἷον ἐβουλήθη αὐτός, εἴπερ τὰ
2.504
δέοντα βούλεται καὶ ἓν τὸ δέον καὶ ἡ τοῦ δέοντος ἐνέργεια: καὶ ἔστι δέον οὐχ ὡς ὑποκείμενον, ἀλλ̓ ὡς ἐνέργεια πρώτη τοῦτο ἑαυτὴν ἐκφήνασα, ὅπερ ἔδει. οὕτω γὰρ δεῖ αὐτὸν λέγειν ἀδυνατοῦντα λέγειν ὥς τις ἐθέλει.
754

λαμβανέτω τις οὖν ἐκ τῶν εἰρημένων ἀνακινηθεὶς πρὸς ἐκεῖνο ἐκεῖνο αὐτὸ καὶ θεάσεται καὶ αὐτὸς οὐχ ὅσον θέλει εἰπεῖν δυνάμενος. ἰδὼν δὲ ἐκεῖνο ἐν αὑτῷ πάντα λόγον ἀφεὶς θήσεται παῤ αὑτοῦ ἐκεῖνο τοῦτο ὄν, ὡς, εἴπερ εἶχεν οὐσίαν, δούλην ἂν αὐτοῦ τὴν οὐσίαν εἶναι καὶ οἷον παῤ αὐτοῦ εἶναι: οὐδ̓ ἂν τολμήσειέ τις ἰδὼν ἕτι τὸ ὡς συνέβη λέγειν, οὐδ̓ ἂν ὅλως φθέγξασθαι δύναιτο. ἐκπλαγείη γὰρ ἂν τολμῶν, καὶ οὐδ̓ ἂν ἔχοι ἀίξας τὸ ποῦ εἰπεῖν περὶ αὐτοῦ πάντη αὐτῷ ἐκείνου οἷον πρὸ ὀμμάτων τῆς ψυχῆς προφαινομένου καί, ὅπῃ ἂν ἀτενίσῃ, ἐκεῖνον βλέποντος, εἰ μή που ἄλλῃ ἀφεὶς τὸν θεὸν ἀτενίσῃ μηδὲν ἔτι περὶ αὐτοῦ διανοούμενος. χρὴ δὲ ἴσως καὶ τὸ ἐπέκεινα οὐσίας καὶ ταύτῃ νοεῖσθαι τοῖς παλαιοῖς λεγόμενον δἰ αἰνίξεως, οὐ μόνον ὅτι γεννᾷ οὐσίαν, ἀλλ̓ ὅτι οὐ δουλεύει οὔτε οὐσίᾳ οὔτε ἑαυτῷ, οὐδέ ἐστιν αὐτῷ ἀρχὴ ἡ οὐσία αὐτοῦ, ἀλλ̓ αὐτὸς ἀρχὴ τῆς οὐσίας ὢν οὐχ αὑτῷ ἐποίησε τὴν οὐσίαν, ἀλλὰ ποιήσας ταύτην ἔξω εἴασεν ἑαυτοῦ, ἅτε οὐδὲν τοῦ εἶναι δεόμενος, ὃς ἐποίησεν αὐτό. οὐ τοίνυν οὐδὲ καθ̓ ὃ ἔστι ποιεῖ τὸ ἔστι.

τί οὖν; οὐ συμβαίνει, εἴποι τις ἄν, πρὶν ἢ γενέσθαι γεγονέναι; εἰ γὰρ ποιεῖ ἑαυτόν, τῷ μὲν ἑαυτὸν οὔπω ἔστι, τῷ δ̓ αὖ ποιεῖν ἔστιν ἤδη πρὸ ἑαυτοῦ τοῦ ποιουμένου ὄντος αὐτοῦ. πρὸς ὃ δὴ λεκτέον, ὡς ὅλως οὐ τακτέον κατὰ τὸν ποιούμενον,

2.505
ἀλλὰ κατὰ τὸν ποιοῦντα, ἀπόλυτον τὴν ποίησιν αὐτοῦ τιθεμένοις, καὶ οὐχ ἵνα ἄλλο ἀποτελεσθῇ ἐξ αὐτοῦ τῆς ποιήσεως, ἀλλ̓ οὔσης ἐνεργείας αὐτοῦ οὐκ ἀποτελεστικῆς, ἀλλ̓ ὅλου τούτου ὄντος: οὐ γὰρ δύο, ἀλλ̓ ἕν. οὐδὲ φοβητέον ἐνέργειαν τὴν πρώτην τίθεσθαι ἄνευ οὐσίας, ἀλλ̓ αὐτὸ τοῦτο τὴν οἷον ὑπόστασιν θετέον. εἰ δὲ ὑπόστασιν ἄνευ ἐνεργείας τις θεῖτο, ἐλλιπὴς ἡ ἀρχὴ καὶ ἀτελὴς ἡ τελειοτάτη πασῶν ἔσται. καὶ εἰ προσθείη ἐνέργειαν, οὐχ ἓν τηρεῖ. εἰ οὖν τελειότερον ἡ ἐνέργεια τῆς οὐσίας, τελειότατον δὲ τὸ πρῶτον, πρῶτον ἂν ἐνέργεια εἴη. ἐνεργήσας οὖν ἤδη ἐστὶ τοῦτο καὶ οὐκ ἔστιν, ὡς πρὶν γενέσθαι ἦν: ὅτε γάρ, οὐκ ἦν πρὶν γενέσθαι, ἀλλ̓ ἤδη πᾶς ἦν. ἐνέργεια δὴ οὐ δουλεύσασα οὐσίᾳ καθαρῶς ἐστιν ἐλευθέρα καὶ οὕτως αὐτὸς παῤ αὑτοῦ αὐτός. καὶ γὰρ εἰ μὲν ἐσώζετο εἰς τὸ εἶναι ὑπ̓ ἄλλου, οὐ πρῶτος αὐτὸς ἐξ αὑτοῦ: εἰ δ̓ αὐτὸς αὑτὸν ὀρθῶς λέγεται συνέχειν,
755
αὐτός ἐστι καὶ ὁ παράγων ἑαυτόν, εἴπερ, ὅπερ συνέχει κατὰ φύσιν, τοῦτο καὶ ἐξ ἀρχῆς πεποίηκεν εἶναι. εἰ μὲν οὖν χρόνος ἦν, ὅθεν ἤρξατο εἶναι, τὸ πεποιηκέναι κυριώτατον ἂν ἐλέχθη: νῦν δέ, εἰ καὶ πρὶν αἰῶνα εἶναι ὅπερ ἔστιν ἦν, τὸ πεποιηκέναι ἑαυτὸν τοῦτο νοείσθω τὸ σύνδρομον εἶναι τὸ πεποιηκέναι καὶ αὐτό: ἓν γὰρ τῇ ποιήσει καὶ οἷον γεννήσει ἀιδίῳ τὸ εἶναι. ὅθεν καὶ τὸ ἄρχον ἑαυτοῦ: καὶ εἰ μὲν δύο, κυρίως, εἰ δὲ ἕν, τὸ ἄρχον μόνον: οὐ γὰρ ἔχει τὸ ἀρχόμενον. πῶς οὖν ἄρχον οὐκ ὄντος πρὸς ὅ; ἢ τὸ ἄρχον ἐνταῦθα πρὸς τὸ πρὸ αὐτοῦ, ὅτι μηδὲν ἦν. εἰ δὲ μηδὲν ἦν, πρῶτον: τοῦτο δὲ οὐ τάξει, ἀλλὰ κυριότητι καὶ δυνάμει αὐτεξουσίῳ καθαρῶς. εἰ δὲ καθαρῶς,
2.506
οὐκ ἔστιν ἐκεῖ λαβεῖν τὸ μὴ αὐτεξουσίως. ὅλον οὖν αὐτεξουσίως ἐν αὑτῷ. τί οὖν αὐτοῦ, ὃ μὴ αὐτός; τί οὖν, ὃ μὴ ἐνεργεῖ; καὶ τί, ὃ μὴ ἔργον αὐτοῦ; εἰ γάρ τι εἴη μὴ ἔργον αὐτοῦ ἐν αὐτῷ, οὐ καθαρῶς ἂν εἴη οὔτε αὐτεξούσιος οὔτε πάντα δυνάμενος: ἐκείνου τε γὰρ οὐ κύριος πάντα τε οὐ δυνάμενος. ἐκεῖνο γοῦν οὐ δύναται, οὗ μὴ αὐτὸς κύριος εἰς τὸ ποιεῖν.