Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

ἔτι εἰ τὸ ἀγαθὸν ἁπλοῦν καὶ ἀνενδεὲς δεῖ

536
εἶναι, οὐδ̓ ἂν τοῦ νοεῖν δέοιτο: οὗ δὲ μὴ δεῖ αὐτῷ, οὐ παρέσται αὐτῷ. ἐπεὶ καὶ ὅλως οὐδὲν πάρεστιν αὐτῷ. οὐκ ἄρα πάρεστιν αὐτῷ τὸ νοεῖν. καὶ νοεῖ οὐδέν, ὅτι μηδὲ ἄλλο. ἔτι ἄλλο νοῦς τοῦ ἀγαθοῦ: ἀγαθοειδὴς γὰρ τῷ τὸ ἀγαθὸν νοεῖν. ἔτι ὡς ἐν τοῖς δυσὶν ὄντος ἑνὸς καὶ ἄλλου οὐχ οἷόν τε τοῦτο τὸ μετ̓ ἄλλου τὸ ἓν εἶναι, ἀλλ̓ ἔδει ἓν ἐφ̓ ἑαυτοῦ πρὸ τοῦ μετ̓ ἄλλου εἶναι, οὕτω δεῖ καὶ οὐ μετ̓ ἄλλου τὸ ἓν ὑπάρχον ἁπλοῦν καθ̓ αὑτὸ τοῦτο εἶναι, οὐκ ἔχον οὐδὲν ἐν ἑαυτῷ τῶν ὅσα ἐν τῷ μετ̓ ἄλλων. πόθεν γὰρ ἐν ἄλλῳ ἄλλο, μὴ πρότερον χωρὶς ὄντος ἀφ̓ οὗ τὸ ἄλλο; τὸ μὲν γὰρ ἁπλοῦν οὐκ ἂν παῤ ἄλλου εἴη, ὃ δ̓ ἂν πολὺ ᾖ δύο, δεῖ αὐτὸ ἀνηρτῆσθαι εἰς ἄλλο. καὶ οὖν ἀπεικαστέον τὸ μὲν φωτί, τὸ δὲ ἐφεξῆς ἡλίῳ, τὸ δὲ τρίτον τῷ σελήνης ἄστρῳ κομιζομένῳ τὸ φῶς παῤ ἡλίου. ψυχὴ μὲν γὰρ ἐπακτὸν νοῦν ἔχει ἐπιχρωννύντα αὐτὴν νοερὰν οὖσαν, νοῦς δ̓ ἐν αὑτῷ οἰκεῖον ἔχει οὐ φῶς ὢν μόνον, ἀλλ̓ ὅ ἐστι πεφωτισμένον ἐν τῇ αὐτοῦ οὐσίᾳ, τὸ δὲ παρέχον τούτῳ τὸ φῶς οὐκ ἄλλο ὂν φῶς ἐστιν ἁπλοῦν παρέχον τὴν δύναμιν ἐκείνῳ τοῦ εἶναι ὃ ἔστι. τί ἂν οὖν αὐτὸ δέοιτό τινος; οὐ γὰρ αὐτὸ τὸ αὐτὸ
2.226
τῷ ἐν ἄλλῳ: ἄλλο γὰρ τὸ ἐν ἄλλῳ ἐστὶ τοῦ αὐτὸ καθ̓ αὑτὸ ὄντος.

ἔτι τὸ πολὺ ζητοῖ ἂν ἑαυτὸ καὶ ἐθέλοι ἂν συννεύειν καὶ συναισθάνεσθαι αὑτοῦ: ὃ δ̓ ἐστὶ πάντη ἕν, ποῦ χωρήσεται πρὸς αὑτό; ποῦ δ̓ ἂν δέοιτο συναισθήσεως; ἀλλ̓ ἔστι τὸ αὐτὸ καὶ συναισθήσεως καὶ πάσης κρεῖττον νοήσεως. τὸ γὰρ νοεῖν οὐ πρῶτον οὔτε τῷ εἶναι οὔτε τῷ τίμιον

537
εἶναι, ἀλλὰ δεύτερον καὶ γενόμενον, ἐπειδὴ ὑπέστη τὸ ἀγαθὸν καὶ ἐκίνησε πρὸς αὑτό, τὸ δ̓ ἐκινήθη τε καὶ εἶδε. καὶ τοῦτ̓ ἔστι νοεῖν, κίνησις πρὸς ἀγαθὸν ἐφιεμένου ἐκείνου: ἡ γὰρ ἔφεσις τὴν νόησιν ἐγέννησε καὶ συνυπέστησεν αὑτῇ: ἔφεσις γὰρ ὄψεως ὅρασις. οὐδὲν οὖν δεῖ αὐτὸ τὸ ἀγαθὸν νοεῖν: οὐ γάρ ἐστιν ἄλλο αὑτοῦ τὸ ἀγαθόν. ἐπεὶ καὶ ὅταν τὸ ἕτερον παρὰ τὸ ἀγαθὸν αὑτὸ νοῇ, τῷ ἀγαθοειδὲς εἶναι νοεῖ καὶ ὁμοίωμα ἔχειν πρὸς τὸ ἀγαθὸν καὶ ὡς ἀγαθὸν καὶ ἐφετὸν αὑτῷ γενόμενον νοεῖ καὶ οἷον φαντασίαν τοῦ ἀγαθοῦ λαμβάνον. εἰ δ̓ ἀεὶ οὕτως, ἀεὶ τοῦτο. καὶ γὰρ αὖ ἐν τῇ νοήσει αὑτοῦ κατὰ συμβεβηκὸς αὑτὸ νοεῖ: πρὸς γὰρ τὸ ἀγαθὸν βλέπον αὑτὸ νοεῖ: ἐνεργοῦν γὰρ αὖ ἑαυτὸ νοεῖ: ἡ δ̓ ἐνέργεια ἁπάντων πρὸς τὸ ἀγαθόν.

εἰ δὴ ταῦτα ὀρθῶς λέγεται, οὐκ ἂν ἔχοι χώραν νοήσεως ἡντινοῦν τὸ ἀγαθόν: ἄλλο γὰρ δεῖ τῷ νοοῦντι τὸ ἀγαθὸν εἶναι. ἀνενέργητον οὖν. καὶ τί δεῖ ἐνεργεῖν τὴν ἐνέργειαν; ὅλως μὲν γὰρ οὐδεμία ἐνέργεια ἔχει αὖ πάλιν ἐνέργειαν: εἰ δέ γε ταῖς ἄλλαις ταῖς εἰς ἄλλο ἐχούσαις ἐπανενεγκεῖν, τήν γε πρώτην ἁπασῶν, εἰς ἣν αἱ ἄλλαι ἀνήρτηνται, αὐτὸ εἶναι δεῖ τοῦτο ὃ ἔστιν οὐδὲν ἔτι αὐτῇ προστιθέντας. ἡ οὖν τοιαύτη ἐνέργεια οὐ νοήσις:

2.227
οὐ γὰρ ἔχει ὃ νοήσει: αὐτὸ γὰρ πρῶτον. ἔπειτα οὐδ̓ ἡ νόησις νοεῖ, ἀλλὰ τὸ ἔχον τὴν νόησιν. δύο οὖν πάλιν αὖ ἐν τῷ νοοῦντι γίνεται: τοῦτο δὲ οὐδαμῇ δύο. ἔτι δὲ μᾶλλον ἴδοι ἄν τις τοῦτο, εἰ λάβοι σαφέστερον, πῶς ἐν παντὶ τῷ νοοῦντι ὑπάρχει ἡ διπλῆ φύσις αὕτη. λέγομεν τὰ ὄντα ὡς ὄντα καὶ αὐτὸ ἕκαστον καὶ τὰ ἀληθῶς ὄντα ἐν τῷ νοητῷ τόπῳ εἶναι οὐ μόνον, ὅτι τὰ μὲν μένει ὡσαύτως τῇ οὐσίᾳ, τὰ δὲ ῥεῖ καὶ οὐ μένει, ὅσα ἐν αἰσθήσει — τάχα γὰρ καὶ ἐν τοῖς αἰσθητοῖς ἐστι τὰ μένοντα — ἀλλὰ μᾶλλον, ὅτι τὸ τέλειον τοῦ εἶναι παῤ αὑτῶν ἔχει. δεῖ γὰρ τὴν πρώτως λεγομένην οὐσίαν οὐκ εἶναι τοῦ εἶναι σκιάν, ἀλλ̓ ἔχειν πλῆρες τὸ εἶναι. πλῆρες δέ ἐστι τὸ εἶναι, ὅταν εἶδος τοῦ νοεῖν καὶ ζῆν λάβῃ. ὁμοῦ ἄρα τὸ νοεῖν, τὸ ζῆν, τὸ εἶναι ἐν τῷ
538
ὄντι. εἰ ἄρα ὄν, καὶ νοῦς, καὶ εἰ νοῦς, καὶ ὄν, καὶ τὸ νοεῖν ὁμοῦ μετὰ τοῦ εἶναι. πολλὰ ἄρα καὶ οὐχ ἓν τὸ νοεῖν. ἀνάγκη τοίνυν τῷ μὴ τοιούτῳ μηδὲ τὸ νοεῖν εἶναι. καὶ καθ̓ ἕκαστα δὲ ἐπιοῦσιν νόησις ἀνθρώπου καὶ ἄνθρωπος καὶ νόησις ἵππου καὶ ἵππος καὶ δικαίου νόησις καὶ δίκαιον. διπλᾶ τοίνυν ἅπαντα καὶ τὸ ἓν δύο, καὶ αὖ τὰ δύο εἰς ἓν ἔρχεται: ὃ δὲ οὐκ ἔστι τούτων, οὐδ̓ ἓν ἕκαστον οὐδὲ ἐκ πάντων τῶν δύο οὐδ̓ ὅλως δύο. ὅπως δὲ τὰ δύο ἐκ τοῦ ἑνός, ἐν ἄλλοις. ἀλλ̓ ἐπέκεινα οὐσίας ὄντι καὶ τὸ τοῦ νοεῖν ἐπέκεινα εἶναι: οὐ τοίνυν οὐδ̓ εκεῖνο ἄτοπον, εἰ μὴ οἶδεν ἑαυτόν: οὐ γὰρ ἔχει παῤ ἑαυτῷ, ὃ μάθῃ, εἷς ὤν, ἀλλ̓ οὐδὲ τὰ ἄλλα δεῖ αὐτὸν εἰδέναι. κρεῖττον γάρ τι καὶ μεῖζον δίδωσιν αὐτοῖς τοῦ εἰδέναι αὐτὰ ὃ ἦν τὸ ἀγαθὸν τῶν ἄλλων, ἀλλὰ μᾶλλον ἐν τῷ αὐτῷ καθ̓ ὅσον δύναται ἐφάπτεσθαι ἐκείνου.
2.228