Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

ὥστε ἀπορεῖν, ὅθεν ἐφάνη, ἔξωθεν ἢ ἔνδον,

527
καὶ ἀπελθόντος εἰπεῖν ʽἔνδον ἄρα ἦν καὶ οὐκ ἔνδον αὖ. ἢ οὐ δεῖ ζητεῖν πόθεν: οὐ γάρ ἐστι τὸ πόθεν: οὔτε γὰρ ἔρχεται οὔτε ἄπεισιν οὐδαμοῦ, ἀλλὰ φαίνεταί τε καὶ οὐ φαίνεται: διὸ οὐ χρὴ διώκειν, ἀλλ̓ ἡσυχῇ μένειν, ἕως ἂν φανῇ, παρασκευάσαντα ἑαυτὸν θεατὴν εἶναι, ὥσπερ ὀφθαλμὸς ἀνατολὰς ἡλίου περιμένει: ὁ δὲ ὑπερφανεὶς τοῦ ὁρίζοντος — ἐξ ὠκεανοῦ φασιν οἱ ποιηταί — ἔδωκεν ἑαυτὸν θεάσασθαι τοῖς ὄμμασιν. οὑτοσὶ δέ, ὃν μιμεῖται ὁ ἥλιος, ὑπερσχήσει πόθεν; καὶ τί ὑπερβαλὼν φανήσεται; ἢ αὐτὸν ὑπερσχὼν τὸν νοῦν τὸν θεώμενον: ἑστήξεται μὲν γὰρ ὁ νοῦς πρὸς τὴν θέαν εἰς οὐδὲν ἄλλο ἢ πρὸς τὸ καλὸν βλέπων, ἐκεῖ ἑαυτὸν πᾶς τρέπων καὶ διδούς, στὰς δὲ καὶ οἷον πληρωθεὶς μένους εἶδε μὲν τὰ πρῶτα καλλίω γενόμενον ἑαυτὸν καὶ ἐπιστίλβοντα, ὡς ἐγγὺς ὄντος αὐτοῦ. ὁ δὲ οὐκ ᾔει, ὥς τις προσεδόκα, ἀλλ̓ ἦλθεν ὡς οὐκ ἐλθών: ὤφθη γὰρ ὡς οὐκ ἐλθών, ἀλλὰ πρὸ ἁπάντων παρών, πρὶν καὶ τὸν νοῦν ἐλθεῖν. εἶναι δὲ δεῖ τὸν νοῦν τὸν ἐλθόντα καὶ τοῦτον εἶναι καὶ τὸν ἀπιόντα, ὅτι μὴ οἶδε ποῦ μένειν δεῖ καὶ ποῦ
2.216
ἐκεῖνος μένει, ὅτι ἐν οὐδενί. καὶ εἰ οἷόν τε ἦν καὶ αὐτῷ τῷ νῷ μένειν μηδαμοῦ, οὐχ ὅτι ἐν τόπῳ: οὐδὲ γὰρ οὐδ̓ αὐτὸς ἐν τόπῳ, ἀλλ̓ ὅλως οὐδαμοῦ: ἦν ἂν ἀεὶ ἐκεῖνον βλέπων: καίτοι οὐδὲ βλέπων, ἀλλ̓ ἓν ἐκείνῳ ὢν καὶ οὐ δύο. νῦν δέ, ὅτι ἐστὶ νοῦς, οὕτω βλέπει, ὅτε βλέπει, τῷ ἑαυτοῦ μὴ νῷ. θαῦμα δή, πῶς οὐκ ἐλθὼν πάρεστι, καὶ πῶς οὐκ ὢν οὐδαμοῦ οὐκ ἔστιν ὅπου μὴ ἔστιν. ἔστι μὲν οὖν οὑτωσὶ αὐτόθεν θαυμάσαι, τῷ δὲ γνόντι, τὸ ἐναντίον εἴπερ ἦν, θαυμάσαι: μᾶλλον δὲ οὐδὲ δυνατὸν εἶναι, ἵνα τις καὶ θαυμάσῃ. ἔχει δὲ ὧδε.

πᾶν τὸ γενόμενον ὑπ̓ ἄλλου ἢ ἐν ἐκείνῳ ἐστὶ τῷ πεποιηκότι, ἢ ἐν ἄλλῳ, εἴπερ εἴη τι μετὰ τὸ ποιῆσαν αὐτό: ἅτε γὰρ γενόμενον ὑπ̓ ἄλλου καὶ πρὸς τὴν γένεσιν δεηθὲν ἄλλου, ἄλλου δεῖται

528
πανταχοῦ: διόπερ καὶ ἐν ἄλλῳ. πέφυκεν οὖν τὰ μὲν ὕστατα ἐν τοῖς πρὸ αὐτῶν ὑστάτοις, τὰ δ̓ ἐν πρώτοις ἐν τοῖς προτέροις καὶ ἄλλο ἐν ἄλλῳ, ἕως εἰς τὸ πρῶτον ἀρχῆς. ἀρχὴ δέ, ἅτε μηδὲν ἔχουσα πρὸ αὑτῆς, οὐκ ἔχει ἐν ὅτῳ ἄλλῳ: μὴ ἔχουσα δ̓ ἐν ὅτῳ αὕτη τῶν ἄλλων ὄντων ἐν τοῖς πρὸ αὐτῶν τὰ ἄλλα περιείληφε πάντα αὐτή: περιλαβοῦσα δὲ οὔτ̓ ἐσκεδάσθη εἰς αὐτὰ καὶ ἔχει οὐκ ἐχομένη. ἔχουσα δὴ καὶ αὐτὴ οὐκ ἐχομένη οὐκ ἔστιν ὅπου μὴ ἔστιν: εἰ γὰρ μὴ ἔστιν, οὐκ ἔχει. εἰ δὲ μὴ ἔχεται, οὐκ ἔστιν: ὥστε ἔστι καὶ οὐκ ἔστι, τῷ μὲν μὴ περιέχεσθαι οὐκ οὖσα, τῷ δ̓ εἶναι παντὸς ἐλευθέρα οὐδαμοῦ κωλυομένη εἶναι: εἰ γὰρ αὖ κεκώλυται, ὥρισται ὑπ̓ ἄλλου καὶ τὰ ἐφεξῆς ἄμοιρα αὐτοῦ καὶ μέχρι τούτου ὁ θεὸς καὶ οὐδ̓ ἂν ἔτι ἐφ̓ ἑαυτοῦ, ἀλλὰ δουλεύων τοῖς μετ̓ αὐτόν. τὰ μὲν οὖν ἔν τινι ἐκεῖ ἔστιν, οὗ ἔστιν: ὅσα δὲ μὴ
2.217
ποῦ, οὐκ ἔστιν ὅπου μή. εἰ γὰρ μὴ ἐνθαδί, δῆλον ὅτι ἄλλος αὐτὸν κατέχει τόπος, καὶ εἰ ἐνθαδί, ἐν ἄλλῳ: ὥστε ψεῦδος τὸ οὐ ποῦ. εἰ οὖν ἀληθὲς τὸ οὐ ποῦ καὶ ψεῦδος τὸ ποῦ, ἵνα μὴ ἐν ἄλλῳ, οὐδενὸς ἂν ἀποστατοῖ. εἰ δὲ μηδενὸς ἀποστατεῖ οὐ ποῦ ὤν, πανταχοῦ ἔσται ἐφ̓ ἑαυτοῦ. οὐδὲ γὰρ τὸ μέν τι αὐτοῦ ὡδί, τὸ δὲ ὡδί: οὐ μὴν οὐδ̓ ὅλον ὡδί: ὥστε ὅλον πανταχοῦ οὐδενὸς ἔχοντος αὐτὸ οὐδ̓ αὖ μὴ ἔχοντος: ἐχομένου ἄρα ὁτουοῦν. ὅρα δὲ καὶ τὸν κόσμον, ὅτι, ἐπεὶ μηδεὶς κόσμος πρὸ αὐτοῦ, οὐκ ἐν κόσμῳ αὐτὸς οὐδ̓ αὖ ἐν τόπῳ: τίς γὰρ τόπος πρὶν κόσμον εἶναι; τὰ δὲ μέρη ἀνηρτημένα εἰς αὐτὸν καὶ ἐν ἐκείνῳ. ψυχὴ δὲ οὐκ ἐν ἐκείνῳ, ἀλλ̓ ἐκεῖνος ἐν αὐτῇ: οὐδὲ γὰρ τόπος τὸ σῶμα τῇ ψυχῇ, ἀλλὰ ψυχὴ μὲν ἐν νῷ, σῶμα δὲ ἐν ψυχῇ, νοῦς δὲ ἐν ἄλλῳ: τούτου δὲ οὐκέτι ἄλλο, ἵν̓ ἂν ἦν ἐν αὐτῷ: οὐκ ὲν ὁτῳοῦν ἄρα. ταύτῃ οὖν οὐδαμοῦ. ποῦ οὖν τὰ ἄλλα; ἐν αὐτῷ. οὔτε ἄρα ἀφέστηκε τῶν ἄλλων οὔτε αὐτὸς ἐν αὐτοῖς ἐστιν οὐδὲ ἔστιν οὐδὲν ἔχον αὐτό, ἀλλ̓ αὐτὸ ἔχει τὰ πάντα. διὸ καὶ ταύτῃ ἀγαθὸν τῶν πάντων, ὅτι καὶ ἔστι καὶ ἀνήρτηται πάντα εἰς αὐτὸ ἄλλο ἄλλως. διὸ καὶ ἀγαθώτερα ἕτερα ἑτέρων, ὅτι καὶ μᾶλλον ὄντα ἕτερα ἑτέρων.

ἀλλὰ σὺ μή μοι δἰ ἑτέρων αὐτὸ ὅρα: εἰ

529
δὲ μή, ἴχνος ἂν ἴδοις, οὐκ αὐτό: ἀλλ̓ ἐννόει, τί ἂν εἴη τοῦτο, ὃ ἔστι λαβεῖν ἐφ̓ ἑαυτοῦ ὂν καθαρὸν οὐδενὶ μιγνύμενον, μετεχόντων ἁπάντων αὐτοῦ μηδενὸς ἔχοντος αὐτό: ἄλλο μὲν γὰρ οὐδὲν τοιοῦτον, δεῖ δέ τι τοιοῦτον εἶναι. τίς ἂν οὖν τὴν δύναμιν αὐτοῦ ἕλοι ὁμοῦ πᾶσαν; εἰ γὰρ ὁμοῦ πᾶσαν, τί ἄν τις αὐτοῦ διαφέροι; κατὰ μέρος ἄρα.
2.218
ἀλλὰ προσβαλεῖς μὲν ἀθρόως ὁ προσβάλλων, ὅλον δὲ οὐκ ἀπαγγελεῖς: εἰ δὲ μή, νοῦς νοῶν ἔσῃ, κἂν τύχῃς, ἐκεῖνός σε ἐκφεύξεται, μᾶλλον δὲ σὺ αὐτόν. ἀλλ̓ ὅταν μὲν ὁρᾷς, ὅλον βλέπε: ὅταν δὲ νοῇς, ὅ τι ἂν μνημονεύσῃς αὐτοῦ, νόει ὅτι τἀγαθόν. ζωῆς γὰρ ἔμφρονος καὶ νοερᾶς αἴτιος δύναμις ὤν, ἀφ̓ οὗ ζωὴ καὶ νοῦς, ὅτι οὐσίας καὶ τοῦ ὄντος, ὅτι ἕν: ἁπλοῦν γὰρ καὶ πρῶτον, ὅτι ἀρχή. ἀπ̓ αὐτοῦ γὰρ πάντα: ἀπ̓ αὐτοῦ κίνησις ἡ πρώτη, οὐκ ἐν αὐτῷ, ἀπ̓ αὐτοῦ στάσις, ὅτι αὐτὸς μὴ ἐδεῖτο: οὐ γὰρ κινεῖται οὐδ̓ ἕστηκεν: οὐδὲ γὰρ εἶχεν οὔτε ἐν ᾧ στήσεται, οὔτε ἐν ᾧ κινηθήσεται: περὶ τί γὰρ ἢ πρὸς τί ἢ ἐν τίνι; πρῶτος γὰρ αὐτός. ἀλλ̓ οὐδὲ πεπερασμένος εἶναι: ὑπὸ τίνος γάρ; ἀλλ̓ οὐδ̓ ἄπειρος, ὡς μέγεθος: ποῖ γὰρ ἔδει προελθεῖν αὐτόν; ἢ ἵνα τί γένηται αὐτῷ οὐδενὸς δεομένῳ; τὸ δ̓ ἄπειρον ἡ δύναμις ἔχει: οὐ γὰρ ἄλλως ποτὲ οὐδ̓ ἐπιλείψει, ὅπου καὶ τὰ μὴ ἐπιλείποντα δἰ αὐτόν.

καὶ τὸ ἄπειρον τοῦτο τῷ μὴ πλέον ἑνὸς εἶναι μηδὲ ἔχειν πρὸς ὃ ὁριεῖ τι τῶν ἑαυτοῦ: τῷ γὰρ ἓν εἶναι οὐ μεμέτρηται οὐδ̓ εἰς ἀριθμὸν ἥκει. οὔτ̓ οὖν πρὸς ἄλλο οὔτε πρὸς αὑτὸ πεπέρανται: ἐπεὶ οὕτως ἂν εἴη καὶ δύο. οὐδὲ σχῆμα τοίνυν, ὅτι μηδὲ μέρη, οὐδὲ μορφή. μὴ τοίνυν ζήτει θνητοῖς ὄμμασι τοῦτο, οἷόν φησιν ὁ λόγος, μηδ̓ ὅτι οὕτως ἔστιν ἰδεῖν, ὡς ἄν τις ἀξιώσειεν, ὃς πάντα αἰσθητὰ ὑπολαμβάνων τὸ μάλιστα πάντων ἀναιρεῖ. ἃ γὰρ ἡγεῖταί τις εἶναι μάλιστα, ταῦτα μάλιστα

530
οὐκ ἔστι: ʽτὸ δὲ μέγα ἧττον ἐστἴ: τό δὲ πρῶτον ἀρχὴ τοῦ εἶναι καὶ κυριώτερον αὖ τῆς οὐσίας: ὥστε ἀντιστρεπτέον τὴν δόξαν: εἰ δὲ μή, καταλελείψῃ ἔρημος θεοῦ, οἷον οἱ ἐν ταῖς ἑορταῖς ὑπὸ
2.219
γαστριμαργίας πλήσαντες ἑαυτούς, ὧν οὐ θέμις λαβεῖν τοὺς εἰσίοντας πρὸς τοὺς θεούς, νομίσαντες μᾶλλον ἐκεῖνα ἐναργέστερα εἶναι τῆς θέας τοῦ θεοῦ, ᾧ ἑορτάζειν προσήκει, οὐ μετέσχον τῶν ἐκεῖ ἱερῶν. καὶ γὰρ ἐν τούτοις τοῖς ἱεροῖς ὁ θεὸς οὐχ ὁρώμενος ἀπιστεῖσθαι ποιεῖ ὡς οὐκ ὢν τοῖς ἐναργὲς νομίζουσι μόνον, ὃ τῇ σαρκὶ μόνον ἴδοιεν: οἷον εἴ τινες διὰ βίου κοιμώμενοι ταῦτα μὲν πιστὰ καὶ ἐναργῆ νομίζοιεν τὰ ἐν τοῖς ὀνείρασιν, εἰ δέ τις αὐτοὺς ἐξεγείρειεν, ἀπιστήσαντες τοῖς διὰ τῶν ὀφθαλμῶν ἀνεῳγότων ὀφθεῖσι πάλιν καταδαρθάνοιεν.

χρὴ δὲ βλέπειν ᾧ ἕκαστα δεῖ αἰσθάνεσθαι, ὀφθαλμοῖς μὲν ἄλλα, ὠσὶ δὲ ἕτερα, καὶ τὰ ἄλλα ὡσαύτως: καὶ τῷ νῷ πιστεύειν ἄλλα ὁρᾶν, καὶ μὴ τὸ νοεῖν ἀκούειν νομίζειν ἢ ὁρᾶν, ὥσπερ ἂν εἰ τοῖς ὠσὶν ἐπιτάττοιεν βλέπειν, καὶ τὰς φωνὰς οὐκ εἶναι, ὅτι μὴ ὁρῶνται. χρὴ δὲ ἐννοεῖν, ὡς εἰσὶν ἐπιλελησμένοι οὗ καὶ ἐξ ἀρχῆς εἰς νῦν ποθοῦσι καὶ ἐφίενται αὐτοῦ. πάντα γὰρ ὀρέγεται ἐκείνου καὶ ἐφίεται αὐτοῦ φύσεως ἀνάγκῃ, ὥσπερ ἀπομεμαντευμένα, ὡς ἄνευ αὐτοῦ οὐ δύναται εἶναι. καὶ τοῦ μὲν καλοῦ ἤδη οἷον εἰδόσι καὶ ἐγρηγορόστν ἡ ἀντίληψις καὶ τὸ θάμβος καὶ τοῦ ἔρωτος ἡ ἔγερσις, τὸ δ̓ ἀγαθὸν ἅτε πάλαι παρὸν εἰς ἔφεσιν σύμφυτον καὶ κοιμωμένοις πάρεστι καὶ οὐ θαμβεῖ ποτε ἰδόντας, ὅτι σύνεστιν ἀεὶ καὶ οὐ ποτὲ ἡ ἀνάμνησις: οὐ μὴν ὁρῶσιν αὐτό, ὅτι κοιμωμένοις πάρεστι. τοῦ δὲ καλοῦ ὁ ἔρως, ὅταν παρῇ, ὀδύνας δίδωσιν, ὅτι δεῖ ἰδόντας ἐφίεσθαι. δεύτερος οὖν ὢν οὗτος ὁ ἔρως καὶ ἤδη συνιέντων μᾶλλον δεύτερον μηνύει τὸ καλὸν εἶναι: ἡ δὲ ἀρχαιοτέρα

2.220
τούτου καὶ ἀναίσθητος ἔφεσις ἀρχαιότερόν φησι καὶ τἀγαθὸν εἶναι καὶ πρότερον τούτου. καὶ οἴονται δὲ τἀγαθὸν λαβόντες ἀρκεῖν αὑτοῖς ἅπαντες:
531
εἰς γὰρ τὸ τέλος ἀφῖχθαι: τὸ δὲ καλὸν οὔτε πάντες εἶδον, γενόμενόν τε αὑτῷ οἴονται εἶναι, ἀλλ̓ οὐκ αὐτοῖς, οἷα καὶ τὸ τῇδε κάλλος: τοῦ γὰρ ἔχοντος τὸ κάλλος εἶναι. καὶ καλοῖς εἶναι δοκεῖν ἀρκεῖ, κἂν μὴ ὦσι: τὸ δ̓ ἀγαθὸν οὐ δόξῃ ἐθέλουσιν ἔχειν. ἀντιποιοῦνται γὰρ μάλιστα τοῦ πρώτου καὶ φιλονεικοῦσι καὶ ἐρίζουσι τῷ καλῷ, ὡς καὶ αὐτῷ γεγονότι ὥσπερ αὐτοί: οἷον εἴ τις ὕστερος ἀπὸ βασιλέως τῷ μετὰ βασιλέα εἰς ἀξίωσιν ἴσην βούλοιτο ἰέναι, ὡς ἀφ̓ ἑνὸς καὶ τοῦ αὐτοῦ ἐκείνῳ γεγενημένος, ἀγνοῶν ὡς ἀνήρτηται μὲν καὶ αὐτὸς εἰς βασιλέα, ἔστι δὲ ἐκεῖνος πρὸ αὐτοῦ. ἀλλ̓ οὖν ἡ τῆς πλάνης αἰτία τὸ μετέχειν ἄμφω τοῦ αὐτοῦ καὶ πρότερον τὸ ἓν ἀμφοτέρων εἶναι, καὶ ὅτι κἀκεῖ τὸ μὲν ἀγαθὸν αὐτὸ οὐ δεῖται τοῦ καλοῦ, τὸ δὲ καλὸν ἐκείνου. καὶ ἔστι δὲ τὸ μὲν ἤπιον καὶ προσηνὲς καὶ ἁβρότερον καί, ὡς ἐθέλει τις, παρὸν αὐτῷ: τὸ δὲ θάμβος ἔχει καὶ ἔκπληξιν καὶ συμμιγῆ τῷ ἀλγύνοντι τὴν ἡδονήν. καὶ γὰρ αὖ καὶ ἕλκει ἀπὸ τοῦ ἀγαθοῦ τοὺς οὐκ εἰδότας, ὥσπερ ἀπὸ πατρὸς τὸ ἐρώμενον: νεώτερον γάρ: τὸ δὲ πρεσβύτερον οὐ χρόνῳ, ἀλλὰ τῷ ἀληθεῖ, ὃ καὶ τὴν δύναμιν προτέραν ἔχει: πᾶσαν γὰρ ἔχει: τὸ γὰρ μετ̓ αὐτὸ οὐ πᾶσαν, ἀλλ̓ ὅση μετ̓ αὐτὸν καὶ ἀπ̓ αὐτοῦ, ὥστε ἐκεῖνος καὶ ταύτης κύριος, οὐ δεηθεὶς οὗτος τῶν ἐξ αὐτοῦ γενομένων, ἀλλὰ πᾶν καὶ ὅλον ἀφεὶς τὸ γενόμενον, ὅτι μὴ ἐδεῖτο μηδὲν αὐτοῦ, ἀλλ̓ ἔστιν ὁ αὐτός, οἷος καὶ πρὶν τοῦτο γεννῆσαι. ἐπεὶ οὐδ̓ ἂν ἐμέλησεν αὐτῷ μὴ γενομένου: ἐπεὶ οὐδ̓
2.221
εἰ ἄλλῳ δυνατὸν ἦν γενέσθαι ἐξ αὐτοῦ, ἐφθόνησεν ἄν: νῦν δὲ οὐκ ἔστιν οὐδὲν γενέσθαι: οὐδὲν γάρ ἐστιν ὃ μὴ γέγονε γενομένων τῶν πάντων. αὐτὸς δὲ οὐκ ἦν τὰ πάντα, ἵν̓ ἂν ἐδεήθη αὐτῶν, ὑπερβεβηκὼς δὲ τὰ πάντα οἷός τε ἦν καὶ ποιεῖν αὐτὰ καὶ ἐφ̓ ἑαυτῶν ἐᾶσαι εἶναι αὐτὸς ὑπὲρ αὐτὰ ὤν.

ἔδει δὲ καὶ τἀγαθὸν αὐτὸν ὄντα καὶ μὴ

532
ἀγαθὸν μὴ ἔχειν ἐν ἑαυτῷ μηδέν, ἐπεὶ μηδὲ ἀγαθόν. ὃ γὰρ ἕξει, ἢ ἀγαθὸν ἔχει ἢ οὐκ ἀγαθόν: ἀλλ̓ οὔτε ἐν τῷ ἀγαθῷ τῷ κυρίως καὶ πρώτως ἀγαθῷ τὸ μὴ ἀγαθόν, οὔτε τὸ ἀγαθὸν ἔχει τὸ ἀγαθόν. εἰ οὖν μήτε τὸ οὐκ ἀγαθὸν μήτε τὸ ἀγαθὸν ἔχει, οὐδὲν ἔχει: εἰ δὲ οὐδὲν ἔχει, μόνον καὶ ἔρημον τῶν ἄλλων ἐστίν. εἰ οὖν τὰ ἄλλα ἢ ἀγαθά ἐστι καὶ οὐ τἀγαθὸν ἢ οὐκ ἀγαθά ἐστιν, οὐδέτερα δὲ τούτων ἔχει, οὐδὲν ἔχων τῷ μηδὲν ἔχειν ἐστὶ τὸ ἀγαθόν. εἰ δ̓ ἄρα τις ὁτιοῦν αὐτῷ προστίθησιν, ἢ οὐσίαν ἢ νοῦν ἢ καλόν, τῇ προσθήκῃ ἀφαιρεῖται αὐτοῦ τἀγαθὸν εἶναι. πάντα ἄρα ἀφελὼν καὶ οὐδὲν περὶ αὐτοῦ εἰπὼν οὐδέ τι ψευσάμενος, ὡς ἔστι παῤ αὐτῷ, εἴασε τὸ ἔστιν οὐδὲν καταμαρτυρήσας τῶν οὐ παρόντων, οἷον οἱ μὴ ἐπιστήμῃ τοὺς ἐπαίνους ποιούμενοι, οἳ ἐλαττοῦσι τὴν τῶν ἐπαινουμένων δόξαν προστιθέντες αὐτοῖς ἃ τῆς ἀξίας αὐτῶν ἐστιν ἐλάττω, ἀποροῦντες ἀληθεῖς εἰπεῖν περὶ τῶν ὑποκειμένων προσώπων τοὺς λόγους. καὶ οὖν καὶ ἡμεῖς μηδὲν τῶν ὑστέρων καὶ τῶν ἐλαττόνων προστιθῶμεν, ἀλλ̓ ὡς ὑπὲρ ταῦτα ἰὼν ἐκεῖνος τούτων αἴτιος ᾖ, ἀλλὰ μὴ αὐτὸς ταῦτα. καὶ γὰρ αὖ φύσις ἀγαθοῦ οὐ πάντα εἶναι οὐδ̓ αὖ ἕν τι τῶν πάντων: εἴη γὰρ ἂν ὑπὸ ἓν καὶ ταὐτὸν τοῖς ἅπασιν, ὑπὸ δὲ ταὐτὸν ὂν τοῖς
2.222
πᾶσι διαφέροι ἂν τῷ ἰδίῳ μόνον καὶ διαφορᾷ καὶ προσθήκῃ. ἔσται τοίνυν δύο, οὐχ ἕν, ὧν τὸ μὲν οὐκ ἀγαθόν, τὸ κοινόν, τὸ δὲ ἀγαθόν: μικτὸν ἄρα ἔσται ἐξ ἀγαθοῦ καὶ οὐκ ἀγαθοῦ: οὐκ ἄρα καθαρῶς ἀγαθὸν οὐδὲ πρώτως, ἀλλ̓ ἐκεῖνο ἂν εἴη πρώτως, οὗ μετέχον παρὰ τὸ κοινὸν γεγένηται ἀγαθόν. μεταλήψει μὲν δὴ αὐτὸ ἀγαθόν, οὗ δὲ μετέλαβεν οὐδὲν τῶν πάντων: οὐδὲν ἄρα τῶν πάντων τὸ ἀγαθόν. ἀλλ̓ εἰ ἐν αὐτῷ τοῦτο τὸ ἀγαθόν — διαφορὰ γάρ, καθ̓ ἣν τοῦτο τὸ σύνθετον ἦν ἀγαθόν — δεῖ αὐτὸ παῤ ἄλλου εἶναι: ἦν δὲ αὐτὸ ἁπλοῦν καὶ μόνον ἀγαθόν: πολλῷ ἄρα μᾶλλον τὸ ἀφ̓ οὗ μόνον ἀγαθόν. τὸ ἄρα πρώτως καὶ τἀγαθὸν ὑπέρ τε πάντα τὰ ὄντα ἀναπέφανται ἡμῖν καὶ μόνον ἀγαθὸν καὶ οὐδὲν ἔχον ἐν ἑαυτῷ, ἀλλὰ ἀμιγὲς πάντων καὶ ὑπὲρ πάντα καὶ αἴτιον τῶν πάντων. οὐ γὰρ δὴ ἐκ κακοῦ τὸ καλὸν οὐδὲ τὰ ὄντα οὐδ̓ αὖ ἐξ ἀδιαφόρων: κρεῖττον γὰρ τὸ ποιοῦν τοῦ ποιουμένου: τελειότερον γάρ.