Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

Εἰ δέ ἐστιν ἀθάνατος ἕκαστος ἡμῶν, ἢ φθείρεται πᾶς, ἢ τὰ μὲν αὐτοῦ ἄπεισιν εἰς σκέδασιν καὶ φθοράν, τὰ δὲ μένει εἰς ἀεί, ἅπερ ἐστὶν αὐτός, ὧδ̓ ἄν τις μάθοι κατὰ φύσιν ἐπισκοπούμενος. ἁπλοῦν μὲν δή τι οὐκ ἂν εἴη ὁ ἄνθρωπος, ἀλλ̓ ἔστιν ἐν αὐτῷ ψυχή, ἔχει δὲ καὶ σῶμα εἴτ̓ οὖν ὄργανον ὂν ἡμῖν, εἴτ̓ οὖν ἕτερον τρόπον προσηρτημένον. ἀλλ̓ οὖν διῃρήσθω γε ταύτῃ, καὶ ἑκατέρου τὴν φύσιν τε καὶ οὐσίαν καταθεατέον. τὸ μὲν δὴ σῶμα καὶ αὐτὸ συγκείμενον οὔτε παρὰ τοῦ λόγου δύναται μένειν, ἥ τε αἴσθησις ὁρᾷ λυόμενόν τε καὶ τηκόμενον καὶ παντοίους ὀλέθρους δεχόμενον, ἑκάστου γε τῶν ἐνόντων πρὸς τὸ αὑτοῦ φερομένου, φθείροντός τε ἄλλου ἕτερον καὶ μεταβάλλοντος εἰς ἄλλο καὶ ἀπολλύντος, καὶ μάλιστα ὅταν ψυχὴ ἡ φίλα ποιοῦσα μὴ παρῇ τοῖς ὄγκοις. κἂν μονωθῇ δὲ ἕκαστον γινόμενον, ἓν οὐκ ἔστι, λύσιν δεχόμενον εἴς τε μορφὴν καὶ ὕλην, ἐξ ὧν ἀνάγκη καὶ τὰ ἁπλᾶ τῶν σωμάτων τὰς συστάσεις ἔχειν. καὶ μὴν καὶ μέγεθος ἔχοντα, ἅτε σώματα ὄντα, τεμνόμενά τε καὶ εἰς μικρὰ θραυόμενα καὶ ταύτῃ φθορὰν ἂν ὑπομένοι. ὥστ̓ εἰ μὲν μέρος ἡμῶν τοῦτο, οὐ τὸ πᾶν ἀθάνατοι, εἰ δὲ ὄργανον, ἔδει γε αὐτὸ εἰς χρόνον τινὰ δοθὲν τοιοῦτον τὴν φύσιν εἶναι. τὸ δὲ κυριώτατον καὶ αὐτὸς ὁ ἄνθρωπος εἴη ἂν ἢ κατὰ τὸ εἶδος ὡς πρὸς ὕλην ʽτὸ σῶμἀ, ἢ κατὰ τὸ χρώμενον ὡς πρὸς ὄργανον. ἑκατέρως δὲ ἡ ψυχὴ αὐτός.

2.121

τοῦτο οὖν τίνα φύσιν ἔχει; ἢ σῶμα μὲν ὂν

457
πάντως ἀναλυτόν: σύνθετον γὰρ πᾶν γε σῶμα. εἰ δὲ μὴ σῶμα εἴη, ἀλλὰ φύσεως ἄλλης, κἀκείνην ἢ κατὰ τὸν αὐτὸν τρόπον, ἢ κατ̓ ἄλλον σκεπτέον. πρῶτον δὲ σκεπτέον, εἰς ὅ τι δεῖ τοῦτο τὸ σῶμα, ὃ λέγουσι ψυχήν, ἀναλύειν. ἐπεὶ γὰρ ζωὴ ψυχῇ πάρεστιν ἐξ ἀνάγκης, ἀνάγκη τοῦτο τὸ σῶμα, τὴν ψυχήν, εἰ μὲν ἐκ δύο σωμάτων ἢ πλειόνων εἴη, ἤτοι ἑκάτερον αὐτῶν, ἢ ἕκαστον ζωὴν σύμφυτον ἔχειν, ἢ τὸ μὲν ἔχειν, τὸ δὲ μή, ἢ μηδέτερον ἔχειν. εἰ μὲν δὴ ἑνὶ αὐτῶν προσείη τὸ ζῆν, αὐτὸ τοῦτο ἂν εἴη ψυχή. τί ἂν οὖν εἴη σῶμα ζωὴν παῤ αὑτοῦ ἔχον; πῦρ γὰρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄψυχα παῤ αὑτῶν: καὶ ὅτῳ πάρεστι τούτων ψυχή, τοῦτο ἐπακτῷ κέχρηται τῇ ζωῇ, ἄλλα δὲ παρὰ ταῦτα σώματα οὐκ ἔστι. καὶ οἷς γε δοκεῖ εἶναι καὶ στοιχεῖα τούτων ἕτερα, σώματα, οὐ ψυχαί, ἐλέχθησαν εἶναι οὐδὲ ζωὴν ἔχοντα. εἰ δὲ μηδενὸς αὐτῶν ζωὴν ἔχοντος ἡ σύνοδος πεποίηκε ζωήν, ἄτοπον, μᾶλλον δὲ ἀδύνατον συμφόρησιν σωμάτων ζωὴν ἐργάζεσθαι, καὶ νοῦν γεννᾶν τὰ ἀνόητα. καὶ δὴ καὶ οὐχ ὁπωσοῦν κραθέντα ταῦτα φήσουσι γίνεσθαι. δεῖ ἄρα εἶναι τὸ τάξον καὶ τὸ τῆς κράσεως αἴτιον: ὥστε τοῦτο τάξιν ἂν ἔχοι ψυχῆς. οὐ γὰρ ὅτι σύνθετον, ἀλλ̓ οὐδὲ ἁπλοῦν ἂν εἴη σῶμα ἐν τοῖς οὖσιν ἄνευ ψυχῆς οὔσης ἐν τῷ παντί, εἴπερ λόγος προσελθὼν τῇ ὕλῃ σῶμα ποιεῖ, οὐδαμόθεν δ̓ ἂν προσέλθοι λόγος, ἢ παρὰ ψυχῆς.

εἰ δέ τις μὴ οὕτως, ἀλλ̓ ἀτόμους ἢ ἀμερῆ συνελθόντα ψυχὴν ποιεῖν λέγοι τῇ ἑνώσει καὶ ὁμοπαθείᾳ ἐλέγχοιτ̓ ἂν ʽκαὶ τῇ παραθέσεἰ, μηδενὸς διόλου γινομένου ἑνὸς οὐδὲ συμπαθοῦς ἐξ

2.122
ἀπαθῶν καὶ μὴ ἑνοῦσθαι δυναμένων σωμάτων.
458
ψυχὴ δὲ αὑτῇ συμπαθής. ἐκ δὲ ἀμερῶν οὐ σῶμα οὐδὲ μέγεθος ἂν γένοιτο. καὶ μὴν εἰ ἁπλοῦ ὄντος τοῦ σώματος τὸ μὲν ὅσον ὑλικὸν παῤ αὑτοῦ ζωὴν ἔχειν οὐ φήσουσιν — ὕλη γὰρ ἄποιον — τὸ δὲ κατὰ τὸ εἶδος τεταγμένον ἐπιφέρειν τὴν ζωήν, εἰ μὲν οὐσίαν φήσουσι τὸ εἶδος τοῦτο εἶναι, οὐ τὸ συναμφότερον, θάτερον δὲ τούτων ἔσται ἡ ψυχή: ὃ οὐκέτ̓ ἂν σῶμα: οὐ γὰρ ἐξ ὕλης καὶ τοῦτο, ἢ πάλιν τὸν αὐτὸν τρόπον ἀναλύσομεν. εἰ δὲ πάθημα τῆς ὕλης, ἀλλ̓ οὐκ οὐσίαν φήσουσιν εἶναι, ἀφ̓ οὗ τὸ πάθημα καὶ ἡ ζωὴ εἰς τὴν ὕλην ἐλήλυθε λεκτέον αὐτοῖς. οὐ γὰρ δὴ ἡ ὕλη αὑτὴν μορφοῖ, οὐδὲ αὑτῇ ψυχὴν ἐντίθησι. δεῖ ἄρα τι εἶναι τὸ χορηγὸν τῆς ζωῆς, εἰ οὔτε τῇ ὕλῃ ἡ χορηγία, οὔθ̓ ὁτῳοῦν τῶν σωμάτων, ἔξω ὂν καὶ ἐπέκεινα σωματικῆς φύσεως ἁπάσης. ἐπεὶ οὐδ̓ ἂν εἴη σῶμα οὐδὲν ψυχικῆς δυνάμεως οὐκ οὔσης. ῥεῖ γάρ, καὶ ἐν φορᾷ αὐτοῦ ἡ φύσις, καὶ ἀπόλοιτο ἂν ὡς τάχιστα, εἰ πάντα σώματα εἴη, κἂν εἰ ὄνομα ἑνὶ αὐτῶν ψυχήν τις θεῖτο. ταὐτὰ γὰρ ἂν πάθοι τοῖς ἄλλοις σώμασιν ὕλης μιᾶς οὔσης αὐτοῖς. μᾶλλον δὲ οὐδ̓ ἂν γένοιτο, ἀλλὰ στήσεται ἐν ὕλῃ τὰ πάντα, μὴ ὄντος τοῦ μορφοῦντος αὐτήν. τάχα δ̓ ἂν οὐδ̓ ἂν ἡ ὕλη τὸ παράπαν εἴη, λυθήσεται δὲ καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ πιστεύσειε σώματος συνέρξει διδοὺς αὐτῷ ψυχῆς τάξιν μέχρι τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκεδαστοτάτῳ καὶ τὸ ἓν εἶναι ἔχοντι οὐ παῤ αὑτοῦ. πῶς γὰρ τεμνομένων τῶν πάντων σωμάτων ᾡτινιοῦν τις ἀνατιθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν τε καὶ φερόμενον εἰκῆ ποιήσει; τίς γὰρ τάξις ἐν πνεύματι δεομένῳ παρὰ ψυχῆς
2.123
τάξεως, ἢ λόγος, ἢ νοῦς; ἀλλὰ ψυχῆς μὲν οὔσης ὑπουργὰ ταῦτα πάντα αὐτῇ εἰς σύστασιν κόσμου καὶ ζῴου ἑκάστου, ἄλλης παῤ ἄλλου δυνάμεως εἰς τὸ ὅλον συντελούσης: ταύτης δὲ μὴ παρούσης ἐν τοῖς ὅλοις οὐδὲν ἂν εἴη ταῦτα, οὐχ ὅτι ἐν τάξει.