Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

συμβάλλεται οὖν τὰ μεγέθη τοῖς σώμασι: τὰ γὰρ εἴδη τῶν σωμάτων ἐν μεγέθεσι. περὶ δὲ μέγεθος οὐκ ἂν ἐγένετο ταῦτα, ἀλλ̓ ἢ περὶ τὸ μεμεγεθυσμένον: εἰ γὰρ περὶ μέγεθος, οὐ περὶ

1.161
ὕλην, ὁμοίως ἂν ἀμεγέθη καὶ ἀνυπόστατα ἦν ἢ λόγοι μόνοι ἂν ἦσαν — οὗτοι δὲ περὶ ψυχήν — καὶ οὐκ ἂν ἦν σώματα. δεῖ οὖν ἐνταῦθα περὶ ἕν τι τὰ πολλά: τοῦτο δὲ μεμεγεθυσμένον: τοῦτο δὲ ἕτερον τοῦ μεγέθους. ἐπεὶ καὶ νῦν ὅσα μίγνυται τῷ ὕλην ἔχειν εἰς ταὐτὸν ἔρχεται καὶ οὐ δεῖται ἄλλου του περὶ ὅ, ὅτι ἕκαστον τῶν μιγνυμένων ἥκει φέρον τὴν αὑτοῦ ὕλην. δεῖται δ̓ ὅμως καὶ ἑνός τινος τοῦ δεξομένου ἢ ἀγγείου ἢ τόπου: ὁ δὲ τόπος ὕστερος τῆς ὕλης καὶ τῶν σωμάτων, ὥστε πρότερον ἂν δέοιτο τὰ σώματα ὕλης. οὐδέ, ὅτι αἱ ποιήσεις καὶ αἱ πράξεις ἄυλοι, διὰ τοῦτο καὶ τὰ σώματα: σύνθετα γὰρ τὰ σώματα, αἱ δὲ πράξεις οὔ. καὶ τοῖς πράττουσιν ἡ ὕλη ὅταν πράττωσι τὸ ὑποκείμενον δίδωσι μένουσα ἐν αὐτοῖς, εἰς δὲ τὸ πράττειν οὐχ αὑτὴν δίδωσιν: οὐδὲ γὰρ οἱ πράττοντες τοῦτο ζητοῦσι. καὶ οὐ μεταβάλλει ἄλλη πρᾶξις εἰς ἄλλην, ἵνα ἂν ἦν καὶ αὐταῖς ὕλη, ἀλλ̓ ὁ πράττων ἐπ̓ ἄλλην μεταβάλλει πρᾶξιν ἐξ ἄλλης: ὥστε ὕλην αὐτὸν εἶναι ταῖς πράξεσιν. ἔστι τοίνυν ἀναγκαῖον ἡ ὕλη καὶ τῇ ποιότητι καὶ τῷ μεγέθει: ὥστε καὶ τοῖς σώμασι: καὶ οὐ κενὸν ὄνομα, ἀλλ̓ ἔστι τι ὑποκείμενον κἂν ἀόρατον κἂν ἀμέγεθες ὑπάρχῃ. ἢ οὕτως οὐδὲ τὰς ποιότητας φήσομεν οὐδὲ τὸ μέγεθος τῷ αὐτῷ λόγῳ: ἕκαστον γὰρ τῶν τοιούτων λέγοιτο ἂν οὐδὲν εἶναι ἐφ̓ ἑαυτοῦ μόνον λαμβανόμενον. εἰ δὲ ταῦτα ἔστι καίπερ ἀμυδρῶς ὂν ἕκαστον, πολὺ μᾶλλον ἂν εἴη ἡ ὕλη, κἂν μὴ ἐναργὴς ὑπάρχῃ αἱρετὴ οὖσα οὐ ταῖς αἰσθήσεσιν: οὔτε γὰρ ὄμμασιν, ἄχρους γάρ: οὔτε ἀκοῇ, οὐ γὰρ ψόφος: οὐδεὲ χυμοί, διὸ οὐδὲ ῥῖνες οὐδὲ γλῶσσα αἱροῦσιν.
167
ἆῤ οὖν ἁφῇ; ἢ οὔ, ὅτι μηδὲ σῶμα: σώματος γὰρ
1.162
ἡ ἁφή, ὅτι ἢ πυκνοῦ ἢ ἁραιοῦ, μαλακοῦ σκληροῦ, ὑγροῦ ξηροῦ: τούτων δὲ οὐδὲν περὶ τὴν ὕλην: ἀλλὰ λογισμῷ οὐκ ἐκ νοῦ, ἀλλὰ κενῷ: διὸ καὶ νόθος, ὡς εἴρηται. ἀλλ̓ οὐδὲ σωματότης περὶ αὐτήν: εἰ μὲν γὰρ λόγος ἡ σωματότης, ἕτερος αὐτῆς: αὕτη οὖν ἄλλο: εἰ δ̓ ἤδη ποιήσασα καὶ οἷον κραθεῖσα, σῶμα φανερῶς ἂν εἴη καὶ οὐχ ὕλη μόνον.

εἰ δὲ ποιότης τὸ ὑποκείμενον κοινή τις οὖσα ἐν ἑκάστῳ τῶν στοιχείων, πρῶτον μὲν τίς αὕτη λεκτέον. ἔπειτα πῶς ποιότης ὑποκείμενον ἔσται; πῶς δὲ ἐν ἀμεγέθει ποιὸν θεωρηθήσεται μὴ ἔχον ὕλην μηδὲ μέγεθος; ἔπειτα εἰ μὲν ὡρισμένη ἡ ποιότης, πῶς ὕλη; εἰ δ̓ ἀόριστόν τι, οὐ ποιότης, ἀλλὰ τὸ ὑποκείμενον καὶ ἡ ζητουμένη ὕλη. τί οὖν κωλύει ἄποιον μὲν εἶναι τῷ τῶν ἄλλων μηδεμιᾶς τῇ αὐτῆς φύσει μετέχειν, αὐτῷ δὲ τούτῳ τῷ μηδεμιᾶς μετέχειν ποιὰν εἶναι ἰδιότητα πάντως τινὰ ἔχουσαν καὶ τῶν ἄλλων διαφέρουσαν, οἷον στέρησίν τινα ἐκείνων; καὶ γὰρ ὁ ἐστερημένος ποιός: οἷον ὁ τυφλός. εἰ οὖν στέρησις τούτων περὶ αὐτήν, πῶς οὐ ποιά; εἰ δὲ καὶ ὅλως στέρησις περὶ αὐτήν, ἔτι μᾶλλον, εἴ γε δὴ καὶ στέρησις ποιόν τι. ὁ δὲ ταῦτα λέγων τί ἄλλο ἢ ποιὰ καὶ ποιότητας πάντα ποιεῖ; ὥστε καὶ ἡ ποσότης ποιότης ἂν εἴη καὶ ἡ οὐσία δέ. εἰ δὲ ποιόν, πρόσεστι ποιότης. γελοῖον δὲ τὸ ἕτερον τοῦ ποιοῦ καὶ μὴ ποιὸν ποιὸν ποιεῖν. εἰ δέ, ὅτι ἕτερον, ποιόν, εἰ μὲν αὐτοετερότης, οὐδ̓ ὣς ποιόν: ἐπεὶ οὐδ̓ ἡ ποιότης ποιά: εἰ δ̓ ἕτερον μόνον, οὐχ ἑαυτῇ, ἀλλ̓ ἑτερότητι ἕτερον καὶ ταυτότητι ταὐτόν. οὐδὲ δὴ ἡ στέρησις ποιότης οὐδὲ ποιόν, ἀλλ̓ ἐρημία ποιότητος ἢ ἄλλου, ὡς ἡ ἀψοφία ψόφου ἢ ὁτουοῦν ἄλλου: ἄρσις γὰρ ἡ στέρησις, τὸ δὲ ποιὸν ἐν καταφάσει. ἥ τε ἰδιότης τῆς ὕλης οὐ μορφή:

1.163
τὸ γὰρ μὴ ποιὰ εἶναι μηδ̓ εἶδός τι ἔχειν: ἄτοπον δή, ὅτι μὴ ποιά, ποιὰν λέγειν καὶ ὅμοιον τῷ, ὅτι ἀμέγεθες, αὐτῷ τούτῳ μέγεθος ἔχειν. ἔστιν οὖν ἡ ἰδιότης αὐτῆς οὐκ ἄλλο τι ἢ ὅπερ ἔστι, καὶ οὐ πρόσκειται ἡ ἰδιότης, ἀλλὰ μᾶλλον ἐν σχέσει τῇ πρὸς τὰ ἄλλα, ὅτι ἄλλο αὐτῶν. καὶ τὰ μὲν ἄλλα οὐ μόνον ἄλλα, ἀλλὰ καί τι ἕκαστον ὡς εἶδος, αὕτη δὲ πρεπόντως ἂν λέγοιτο μόνον ἄλλο: τάχα δὲ ἄλλα, ἵνα μὴ τῷ ἄλλο ἑνικῶς ὁρίσῃς, ἀλλὰ τῷ ἄλλα τὸ ἀόριστον ἐνδείξῃ

ἀλλ̓ ἐκεῖνο ζητητέον, πότερα στέρησις, ἢ

168
περὶ αὐτὴν ἡ στέρησις. ὁ τοίνυν λέγων ὑποκειμένῳ μὲν ἓν ἄμφω, λόγῳ δὲ δύο, δίκαιος ἦν διδάσκειν καὶ τὸν λόγον ἑκατέρου ὅντινα δεῖ ἀποδιδόναι, τῆς μὲν ὕλης ὃς ὁριεῖται αὐτὴν οὐδὲν προσαπτόμενος τῆς στερήσεως, τῆς τε αὖ στερήσεως ὡσαύτως. ἢ γὰρ οὐδέτερον ἐν οὐδετέρῳ τῷ λόγῳ ἢ ἑκάτερον ἐν ἑκατέρῳ ἢ θάτερον ἐν θατέρῳ μόνον ὁποτερονοῦν. εἰ μὲν οὖν ἑκάτερον χωρὶς καὶ οὐκ ἐπιζητεῖ οὐδέτερον, δύο ἔσται ἄμφω καὶ ἡ ὕλη ἕτερον στερήσεως, κἂν συμβεβήκῃ αὐτῇ ἡ στέρησις. δεῖ δὲ ἐν τῷ λόγῳ μηδὲ δυνάμει ἐνορᾶσθαι θάτερον. εἰ δ̓ ὡς ἡ ῥὶς ἡ σιμὴ καὶ τὸ σιμόν, καὶ οὕτω διπλοῦν ἑκάτερον καὶ δύο. εἰ δὲ ὡς τὸ πῦρ καὶ ἡ θερμότης, ἐν μὲν τῷ πυρὶ τῆς θερμότητος οὔσης, ἐν δὲ τῇ θερμότητι οὐ λαμβανομένου τοῦ πυρός, καὶ ἡ ὕλη οὕτω στέρησις, ὡς τὸ πῦρ θερμόν, οἷον εἶδος αὐτῆς ἔσται ἡ στέρησις, τὸ δὲ ὑποκείμενον ἄλλο, ὃ δεῖ τὴν ὕλην εἶναι. καὶ οὐδ̓ οὕτως ἕν. ἆρα οὖν οὕτως ἓν τῷ ὑποκειμένῳ, δύο δὲ τῷ λόγῳ, τῆς στερήσεως οὐ σημαινούσης τι παρεῖναι, ἀλλὰ μὴ παρεῖναι, καὶ οἷον ἀπόφασις ἡ στέρησις τῶν ὄντων: ὥσπερ ἂν εἴ τις λέγοι οὐκ ὄν, οὐ γὰρ
1.164
προστίθησιν ἡ ἀπόφασις, ἀλλά φησιν οὐκ εἶναι: καὶ οὕτω στέρησις ὡς οὐκ ὄν; εἰ μὲν οὖν οὐκ ὄν, ὅτι μὴ τὸ ὄν, ἀλλὰ ἄλλο ὄν τι, ἔτι δύο οἱ λόγοι, ὁ μὲν τοῦ ὑποκειμένου ἁπτόμενος, ὁ δὲ τῆς στερήσεως τὴν πρὸς τὰ ἄλλα σχέσιν δηλῶν. ἢ ὁ μὲν τῆς ὕλης πρὸς τὰ ἄλλα καὶ ὁ τοῦ ὑποκειμένου δὲ πρὸς τὰ ἄλλα, ὁ δὲ τῆς στερήσεως εἰ τὸ ἀόριστον αὐτῆς δηλοῖ, τάχα ἂν αὐτὸς αὐτῆς ἐφάπτοιτο: πλὴν ἕν γε ἑκατέρως τῷ ὑποκειμένῳ, λόγῳ δὲ δύο. εἰ μέντοι τῷ ἀορίστῳ εἶναι καὶ ἀπείρῳ εἶναι καὶ ἀποίῳ εἶναι τῇ ὕλῃ ταὐτόν, πῶς ἔτι δύο οἱ λόγοι;

πάλιν οὖν ζητητέον, εἰ κατὰ συμβεβηκὸς τὸ ἄπειρον καὶ τὸ ἀόριστον ἐπ ʼ ἄλλῃ φύσει καὶ πῶς συμβεβηκὸς καὶ εἰ στέρησις συμβέβηκεν. εἰ δὴ ὅσα μὲν ἀριθμοὶ καὶ λόγοι ἀπειρίας ἔξω — ὅροι γὰρ καὶ τάξεις καὶ τὸ τεταγμένον καὶ τοῖς ἄλλοις παρὰ τούτων, τάττει δὲ ταῦτα οὐ τὸ τεταγμένον οὐδὲ τάξις, ἀλλὰ ἄλλο τὸ ταττόμενον παρὰ τὸ τάττον, τάττει δὲ τὸ πέρας καὶ ὅρος καὶ λόγος — ἀνάγκη τὸ ταττόμενον καὶ ὁριζόμενον τὸ ἄπειρον εἶναι. τάττεται δὲ ἡ ὕλη καὶ ὅσα δὲ μὴ ὕλη τῷ μετέχειν ἢ ὕλης λόγον ἔχειν: ἀνάγκη τοίνυν τὴν ὕλην τὸ ἄπειρον εἶναι, οὐχ οὕτω δὲ ἄπειρον, ὡς κατὰ συμβεβηκὸς καὶ τῷ συμβεβηκέναι τὸ ἄπειρον αὐτῇ. πρῶτον μὲν γὰρ τὸ συμβαῖνόν τῳ δεῖ λόγον εἶναι: τὸ δὲ ἄπειρον οὐ λόγος: ἔπειτα τίνι

169
ὄντι τὸ ἄπειρον συμβήσεται; πέρατι καὶ πεπερασμένῳ. ἀλλ̓ οὐ πεπερασμένον οὐδὲ πέρας ἡ ὕλη. καὶ τὸ ἄπειρον δὲ προσελθὸν τῷ πεπερασμένῳ ἀπολεῖ αὐτοῦ τὴν φύσιν: οὐ τοίνυν συμβεβηκὸς τῇ ὕλῃ τὸ ἄπειρον: αὐτὴ τοίνυν τὸ ἄπειρον. ἐπεὶ καὶ ἐν τοῖς νοητοῖς ἡ ὕλη τὸ ἄπειρον
1.165
καὶ εἴη ἂν γεννηθὲν ἐκ τῆς τοῦ ἑνὸς ἀπειρίας ἢ δυνάμεως ἢ τοῦ ἀεί, οὐκ οὔσης ἐν ἐκείνῳ ἀπειρίας ἀλλὰ ποιοῦντος. πῶς οὖν ἐκεῖ καὶ ἐνταῦθα; ἢ διττὸν καὶ τὸ ἄπειρον. καὶ τί διαφέρει; ὡς ἀρχέτυπον καὶ εἴδωλον. ἐλαττόνως οὖν ἄπειρον τοῦτο; ἢ μᾶλλον: ὅσῳ γὰρ εἴδωλον πεφευγὸς τὸ εἶναι τὸ ἀληθές, μᾶλλον ἄπειρον. ἡ γὰρ ἀπειρία ἐν τῷ ἧττον ὁρισθέντι μᾶλλον: τὸ γὰρ ἧττον ἐν τῷ ἀγαθῷ μᾶλλον ἐν τῷ κακῷ. τὸ ἐκεῖ οὖν μᾶλλον ὂν εἴδωλόν πως ἄπειρον, τὸ δὲ ἐνταῦθα ἧττον ὄν, ὅσῳ πέφευγε τὸ εἶναι τὸ ἀληθές, εἰς δὲ εἰδώλου κατερρύη φύσιν, ἀληθεστέρως ἄπειρον. τὸ αὐτὸ οὖν τὸ ἄπειρον καὶ τὸ ἀπείρῳ εἶναι; ἢ ὅπου λόγος καὶ ὕλη ἄλλο ἑκάτερον, ὅπου δὲ ὕλη μόνον ἢ ταὐτὸν λεκτέον ἢ ὅλως, ὃ καὶ βέλτιον, οὐκ εἶναι ἐνθάδε τὸ ἀπείρῳ εἶναι: λόγος γὰρ ἔσται, ὃς οὐκ ἔστιν ἐν τῷ ἀπείρῳ, ἵν̓ ᾖ ἄπειρον. ἄπειρον μὲν δὴ παῤ αὑτῆς τὴν ὕλην λεκτέον ἀντιτάξει τῇ πρὸς τὸν λόγον. καὶ γάρ, ὥσπερ ὁ λόγος οὐκ ἄλλο τι ὤν ἐστι λόγος, οὕτω καὶ τὴν ὕλην ἀντιτεταγμένην τῷ λόγῳ κατὰ τὴν ἀπειρίαν οὐκ ἄλλο τι οὖσαν λεκτέον ἄπειρον.

ἆῤ οὖν καὶ ἑτερότητι ταὐτόν; ἢ οὔ, ἀλλὰ μορίῳ ἑτερότητος ἀντιταττομένῳ πρὸς τὰ ὄντα κυρίως, ἃ δὴ λόγοι. διὸ καὶ τὸ μὴ ὂν οὕτως τι ὂν καὶ στερήσει ταὐτόν, εἰ ἡ στέρησις ἀντίθεσις πρὸς τὰ ἐν λόγῳ ὄντα. οὔκουν φθαρήσεται ἡ στέρησις προσελθόντος τοῦ οὗ στέρησις; οὐδαμῶς: ὑποδοχὴ γὰρ ἕξεως οὐχ ἕξις, ἀλλὰ στέρησις, καὶ πέρατος οὐ τὸ πεπερασμένον οὐδὲ τὸ πέρας, ἀλλὰ τὸ ἄπειρον καθ̓ ὅσον ἄπειρον. πῶς οὖν οὐκ ἀπολεῖ αὐτοῦ τὴν φύσιν προσελθὸν τὸ πέρας καὶ ταῦτα οὐ κατὰ συμβεβηκὸς ὄντος ἀπείρου; ἢ εἰ μὲν κατὰ τὸ ποσὸν ἄπειρον,

1.166
ἀνῄρει ἄν: νῦν δὲ οὐχ οὕτως, ἀλλὰ τοὐναντίον σώζει αὐτὸ ἐν τῷ εἶναι: ὃ γὰρ πέφυκεν εἰς ἐνέργειαν καὶ τελείωσιν ἄγει, ὥσπερ τὸ ἄσπαρτον, ὅταν σπείρηται: καὶ ὅταν τὸ θῆλυ ἐκ τοῦ ἄρρενος κυῇ, οὐκ ἀπόλλυται τὸ θῆλυ, ἀλλὰ μᾶλλον θηλύνεται: τοῦτο δέ ἐστιν ὃ ἔστι μᾶλλον γίνεται. ἆῤ οὖν καὶ κακὸν ἡ ὕλη μεταλαμβάνουσα ἀγαθοῦ; ἢ διὰ τοῦτο, ὅτι ἐδεήθη: οὐ γὰρ εἶχε. καὶ γὰρ ὃ μὲν ἂν δέηταί τινος, τὸ δ̓ ἔχῃ, μέσον ἂν ἴσως γίνοιτο ἀγαθοῦ καὶ κακοῦ, εἰ ἰσάζοι πως ἐπ̓ ἄμφω: ὃ δ̓
170
ἂν μηδὲν ἔχῃ ἅτε ἐν πενίᾳ ὄν, μᾶλλον δὲ πενία ὄν, ἀνάγκη κακὸν εἶναι. οὐ γὰρ πλούτου πενία τοῦτο οὐδὲ ἰσχύος, ἀλλὰ πενία μὲν φρονήσεως, πενία δὲ ἀρετῆς, κάλλους, μορφῆς, εἴδους, ποιοῦ. πῶς οὖν οὐ δυσειδές; πῶς δὲ οὐ πάντη αἰσχρόν; πῶς δὲ οὐ πάντη κακόν; ἐκείνη δὲ ἡ ὕλη ἡ ἐκεῖ ὄν: τὸ γὰρ πρὸ αὐτῆς ἐπέκεινα ὄντος. ἐνταῦθα δὲ τὸ πρὸ αὐτῆς ὄν. οὐκ ὂν ἄρα αὐτὴ ἕτερον ὂν πρὸς τῷ καλῷ τοῦ ὄντος.