Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

εἰ δέ τις τὴν ὕλην μή φησιν εἶναι, δεικτέον αὐτῷ ἐκ τῶν περὶ ὕλης λόγων τὴν ἀνάγκην τῆς ὑποστάσεως αὐτῆς διὰ πλειόνων ἐκεῖ περὶ τούτου εἰρημένου. κακὸν δὲ εἴ τις λέγοι τὸ παράπαν ἐν τοῖς οὖσι μὴ εἶναι, ἀνάγκη αὐτῷ καὶ τὸ ἀγαθὸν ἀναιρεῖν καὶ μηδὲ ὀρεκτὸν μηδὲν εἶναι: μὴ τοίνυν μηδ̓ ὄρεξιν μηδ̓ αὖ ἔκκλισιν μηδὲ νόησιν: ἡ γὰρ ὄρεξις ἀγαθοῦ, ἡ δὲ ἔκκλισις κακοῦ, ἡ δὲ νόησις καὶ ἡ φρόνησις ἀγαθοῦ ἐστι καὶ κακοῦ, καὶ αὕτη ἕν τι τῶν ἀγαθῶν. εἶναι μὲν οὖν δεῖ καὶ ἀγαθὸν καὶ ἄμικτον ἀγαθόν, τὸ δὲ μεμιγμένον ἤδη ἐκ κακοῦ καὶ ἀγαθοῦ, καὶ πλείονος τοῦ κακοῦ μεταλαβὸν ἤδη καὶ αὐτὸ συντελέσαν ἐκείνῳ τῷ ὅλως κακῷ, ἐλάττονος δέ, ᾗ ἠλάττωται, τῷ ἀγαθῷ: ἐπεὶ καὶ ψυχῇ τί ἂν εἴη κακόν; ἢ τίνι ἂν μὴ ἐφαψαμένῃ

1.115
τῆς φύσεως τῆς χείρονος; ἐπεὶ οὐδ̓ ἐπιθυμίαι οὐδ̓ αὖ λῦπαι, οὐ θυμοί, οὐ φόβοι: καὶ γὰρ φόβοι τῷ συνθέτῳ, μὴ λυθῇ, καὶ λῦπαι καὶ ἀλγηδόνες λυομένου: ἐπιθυμίαι δὲ ἐνοχλοῦντός τινος τῇ συστάσει ἤ, ἵνα μὴ ἐνοχλῇ, ἴασιν προνοουμένου. φαντασία δὲ πληγὴ ἀλόγου ἔξωθεν: δέχεται δὲ τὴν πληγὴν διὰ τοῦ οὐκ ἀμεροῦς: καὶ δόξαι ψευδεῖς ἔξω γενομένῃ τοῦ ἀληθοῦς αὐτοῦ: ἔξω δὲ γίνεται τῷ μὴ εἶναι καθαρά. ἡ δὲ πρὸς νοῦν ὄρεξις ἄλλο: συνεῖναι γὰρ δεῖ μόνην καὶ ἐν αὐτῷ ἱδρυμένην, οὐ νεύουσαν εἰς τὸ χεῖρον. τὸ δὲ κακὸν οὐ μόνον ἐστὶ κακὸν διὰ δύναμιν ἀγαθοῦ καὶ φύσιν, ἐπείπερ ἐφάνη ἐξ ἀνάγκης περιληφθὲν δεσμοῖς τισι καλοῖς, οἷα δεσμῶταί τινες χρυσῷ, καὶ κρύπτεται τούτοις, ἵνα οὖσα κακὴ μὴ ὁρῷτο τοῖς θεοῖς, καὶ ἄνθρωποι ἔχοιεν μὴ ἀεὶ τὸ κακὸν βλέπειν, ἀλλ̓ ὅταν καὶ βλέπωσιν, εἰδώλοις τοῦ καλοῦ εἰς ἀνάμνησιν συνῶσιν.