Vita quarta

Vitae Homeri

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

Ὅμηρος ὁ ποιητὴς υἱὸς ἦν κατὰ μέν τινας Μαίονος καὶ Ὑρνηθοῦς, κατὰ δʼ ἐνίους Μέλητος τοῦ ποταμοῦ καὶ Κριθηίδος νύμφης. ἄλλοι δʼ αὐτοῦ τὸ γένος εἰς Καλλιόπην τὴν Μοῦσαν ἀναφέρουσιν. φασὶ δʼ αὐτὸν Μελησιγένη ἢ Μελησιάνακτα κεκλῆσθαι, τυφλωθέντα δʼ αὐτὸν ὕστερον Ὅμηρον κληθῆναι· οἱ γὰρ Αἰολεῖς τοὺς τυφλοὺς ὁμήρους καλοῦσιν. πατρίδα δʼ αὐτοῦ οἱ μὲν Σμύρναν, οἱ δὲ Χίον, οἱ δὲ Κολοφῶνα, οἱ δʼ Ἀθήνας λέγουσιν. περιιὼν δὲ τὰς πόλεις ᾖδε τὰ ποιήματα. ὕστερον δὲ Πεισίστρατος αὐτὰ συνήγαγεν, ὡς τὸ ἐπίγραμμα τοῦτο δηλοῖ·
τρίς με τυραννήσαντα τοσαυτάκις ἐξεδίωξε δῆμος Ἐρεχθῆος καὶ τρὶς ἐπηγάγετο, τὸν μέγαν ἐν βουλαῖς Πεισίστρατον ὃς τὸν Ὅμηρον ἤθροισα σποράδην τὸ πρὶν ἀειδόμενον· ἡμέτερος γὰρ κεῖνος ὁ χρύσεος ἦν πολιήτης εἴπερ Ἀθηναῖοι Σμύρναν ἐπῳκίσαμεν.
φασὶ δʼ αὐτὸν ἐν Ἴῳ τῇ νήσῳ διὰ λύπην ἀποκαρτερήσαντα τελευτῆσαι διὰ τὸ μὴ λῦσαι τὸ ζήτημα τὸ ὑπὸ τῶν ἁλιέων αὐτῷ προτεθέν. ὁ μὲν γὰρ ἐπιστὰς ἤρετο·
ἄνδρες ἀπʼ Ἀρκαδίης ἁλιήτορες ἦ ῥʼ ἔχομέν τι; οἱ δʼ ἀπεκρίναντο· ὅσσʼ ἕλομεν λιπόμεσθʼ, ὅσα δʼ οὐχ ἕλομεν φερόμεσθα. ἐπιγέγραπται δʼ ἐν τῷ μνήματι αὐτοῦ ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.