Epistulae

Bruti Epistulae

Bruti Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἀκύλαν ἐμὸν φίλον ἔπεμψα πρὸς ὑμᾶς κατασκευάσοντά μοι ναῦς στρογγύλας πεντήκοντα καὶ μακρὰς διακοσίας, τοσαύτας δὲ καὶ Δολοβέλλᾳ πυνθάνομαι ὑμᾶς παρασχέσθαι. ὀρθῶς οὖν ποιήσετε ναύτας καὶ ἐρέτας εἰς ταῦτα τὰ πλοῖα, ἄχρι ἂν πρὸς ἐμὲ ἀνακομισθῇ, παρασχόντες τῷ Ἀκύλᾳ καὶ σιτηρέσιον τούτοις μηνῶν τεσσάρων. τῶν γὰρ εἰς τὴν ναυπηγίαν δεόντων ξύλων καὶ τῆς τούτων παρακομιδῆς ἐπὶ θάλασσαν καὶ τεχνιτῶν εὖ οἶδ’ ὅτι οὐδὲν ἀμελήσετε μηδὲ Δολοβέλλᾳ ἐλλιπόντες.

Οὐκ εἴ τι Δολοβέλλας ἔφθασεν ἁρπάσας, τοῦτο ἤδη καὶ σοὶ λαβεῖν εὔπορον καταλέλοιπεν. οἱ γοῦν ἐκείνῳ πεντήκοντα καὶ ἑκατὸν νεῶν οὐ πλέον δυνάμενοι παρασχεῖν βιασθέντες πῶς οἷοί τε ἂν εἴημεν σοὶ τὰς ἴσας ἐξ ἀπόρων χορηγῆσαι, καὶ μάλιστα σὺν ἐρέταις καὶ ξύλοις καὶ ναυπηγοῖς, ἃ καὶ ἅπαξ εἰσενεγκεῖν χαλεπόν, δὶς δὲ ἀδύνατον; σιτηρέσιον δὲ οὐδὲ Δολοβέλλας ἡμῖν ἅτε μηδ’ εἰ κελεύσειε παρασχεῖν δυνησομένοις ἐπήγγειλε. σύγγνωθι οὖν ἡμῖν καὶ σοὶ ἀρνουμένοις κἀκείνῳ ἀρνήσασθαι μὴ δυνηθεῖσιν.

Ἔγραψέ μοι Ἀκύλας πολλήν τινα ὑμῖν ῥᾳθυμίαν ἐγκεῖσθαι τῆς εἰς τὰ πλοῖα ὑπουργίας, ἐγὼ δὲ ἐκεῖνον σφόδρα ἐμεμψάμην τῆς ἀνεξικακίας, πειθόμενον ἐπιστολῶν μοι τῶν καθ’ ὑμῶν, ἃς παρ’ ἕκαστα πέμπων οὐ παύεται, δεῖν μᾶλλον ἢ νεῶν, κἂν εἰ σὺν ταῖς κατ’ αὐτοῦ πρεσβείαις δέοι· οὐ γὰρ οἷόν τε διὰ τούτων ἐκείνας καταρτισθῆναι. ὑμᾶς δὲ ὑπομνήσαιμ’ ἂν ἡδέως καὶ νῦν καὶ ἔπειτα τοῦ μὴ ἄκοντας ἡμῖν ἀλλ’ ἑκόντας καὶ εἰς ταῦτα καὶ εἰς τὰ ἄλλα πάντα ὁμοίως

συναγωνίζεσθαι· ἐκ τῶν παρόντων γὰρ καὶ περὶ ἐκείνων ρᾴδιον τεκμαίρεσθαι.

Ἀκύλας οὐ κατήγορος ἡμῶν τῆς ὀλιγωρίας μᾶλλον ἢ μάρτυς φαίνεται τῆς ἀσθενείας. εἰ γοῦν ἀμελοῦντας ἀληθῶς ἐγίγνωσκεν, οὐκ ἂν παρὸν βιάσασθαι τὴν ὀλιγωρίαν περὶ αὐτῆς σοι ἐπέστελλεν, ἄλλως τε μηδ’ ἡμῶν πρεσβεύεσθαι μελλόντων κατὰ τοῦ διακονοῦντος πρὸς τὸν πέμψαντα. νυνὶ δὲ Ἀκύλας μὲν συνεῖδε τὸ τῆς χρείας ἀδύνατον, σὺ δὲ δι’ ἀπειλῆς λύσειν νομίζων τὸ ἄπορον ἀδίκως ἅμα καὶ ἀνωφελῶς χαλεπαίνεις· οὔτε γὰρ ἐλπὶς οὔτε φόβος χορηγίας αἴτιον, ἀλλὰ τὸ δύνασθαι.

Οἱ ἄκοντες ἡμῖν ὑπηρετοῦντες οὐχ ἃ μὴ βούλονται παρέχειν κερδαίνουσιν (ἀγαπητὸν γὰρ ἂν ἦν αὐτοῖς τοῦτό γε) ἀλλα τὴν ἐπ’ ἐκείνοις χάριν, ἥτις ἂν αὐτοῖς ὠφείλετο ὑφ’ ἡμῶν, ἀποβάλλουσι. κατασκευάσαντες οὖν τὰς ναῦς ὅνπερ τρόπον ἐπεστείλαμεν σὺν τοῖς ἐρέταις καὶ τῷ ὀφειλομένῳ σιτηρεσίῳ πέμψατε, ἢ ἀναγκασθήσεσθε οὐκ ἐπὶ τούτοις ἄχθεσθαι, ἀλλ’ ὧν ἂν ὑπολίπωμεν χάριν ἡμῖν εἰδέναι.

Οἱ βιαζόμενοι τοὺς ὑπουργεῖν μὴ ἰσχύοντας οὐχ ἃ προστάττουσιν ὠφελοῦνται (ἡδὺ γὰρ ἂν ἦν μὴ γενέσθαι χρείας καὶ οἱ ἐν ἀπειλῇ), ἀλλὰ τὸ δοκεῖν μὴ εὐγνώμονες εἶναι ζημιοῦνται· εἴξουσι γὰρ τῇ ἀνάγκῃ πρὸς τὸ ἄπορον, καὶ εἰ μὴ διὰ φιλανθρωπίαν τῇ ἐνδείᾳ συνέγνωσαν. ἡμεῖς μὲν οὖν τάχιον ἂν εὐπορήσαιμεν καὶ ὑπὲρ ἰσχὺν ἢ ἀρνησόμεθα χορηγεῖν ἔχοντες, σὺ δὲ εἰ πλέον οἴει πορίσειν ἀφ’ ἡμῶν διὰ βίας, ἴσθι μὴ ὧν ἂν παραλίπῃς, ἀλλ’ ὧν ἂν χρήσασθαι δυνηθῇς χάριν ἡμῖν παρέξων.

Τὰ πλοῖα ἐγὼ πάντα, ὅσων μοι ἔδει, ἐν θαλάσσῃ ἔχω παρασχόντων μοι Μακεδόνων καὶ Λεσβίων καὶ Φοινίκων. ὑμεῖς οὖν ἐπεὶ παρὰ τοὺς χειμῶνας αἰφνιδίως ἐπιπεσόντας ὑστερήσατε, τετρακόσιά μοι τάλαντα εἰς τὸ ἐπιβατικὸν αὐτῶν συγκομίσατε· νομίζω γὰρ εἰς μηδὲν ὑμῖν τούτων αἴτιον τὸν χειμῶνα γεγονέναι, ἐθελησάντων δὲ ὑμῶν ἐνοχλῆσαι.

Ὁ μὲν χειμὼν διεκώλυσε τὴν ναυτικὴν ἡμῶν συμμαχίαν, ἡ δὲ ναυτικὴ παρασκευὴ ἐξανάλωσε τὰ χρήματα, ὥστε ἡμᾶς εἰ καὶ μὴ σοί, ἀλλ’ οὖν αὑτοῖς γε

δαπανηρῶς μεμοχθηκέναι. τῆς οὖν χρείας ὑπ’ ἄλλων πεπληρωμένης αἰτούμεθα συγγνώμην, βραδύναντες μὲν διὰ τὴν τύχην, ἀποροῦντες δὲ διὰ τὸ ἀνάλωμα· οὐ γὰρ δυνατὸν ἡμῖν τὰς ναῦς ποιῆσαι χρήματα ὡς ἐκ τῶν χρημάτων ναῦς.

Αἱ βουλαὶ ὑμῦν ὀλίγωροι, αἱ ὑπουργίαι βραδεῖαι. τί τούτων τέλος ἐννοεῖσθε.

βουλεύεσθαι μὲν ὀκνηρῶς ἀσφάλεια, ὑπουργεῖν δὲ βραδέως ἀσθένεια· τούτων ἀμφοτέρων ἓν τέλος συγγνώμη.