Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Ὑπόθεσις δὲ αὐτοῖς τῆς ἀποστασίας οἱ ἄνθρωποι γίνονται. Διάγραμμα γὰρ αὐτοῖς ἀστροθεσίας ἀναδείξαντες, ὥσπερ οἱ τοῖς κύβοις παίζοντες, τὴν εἱμαρμένην εἰσηγήσαντο λίαν ἄδικον. Ὅ τε γὰρ κρίνων καὶ ὁ κρινόμενος καθ᾿ εἱμαρμένην εἰσὶ γεγονότες, καὶ οἱ φονεύοντες καὶ οἱ φονευόμενοι, καὶ οἱ πλουτοῦντες καὶ οἱ πενόμενοι, τῆς αὐτῆς εἱμαρμένης ὑπάρχουσιν ἀπογεννήματα· πᾶσα τε γένεσις, ὥσπερ ἐν θεάτρῳ, τερπωλὴν παρέσχε τούτοις, παρ᾿ οἷς, ὥς φησιν Ὅμηρος,

v.2.p.36

Ἄσβεστος δ᾿ ἄρ᾿ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν. Οἱ γὰρ τοὺς μονομαχοῦντας βλέποντες καὶ θάτερος θατέρῳ σπουδάζων, καὶ ὁ γαμῶν καὶ παιδοφθορῶν καὶ μοιχεύων, γελῶν τε καὶ ὀργιζόμενος, φεύγων τε καὶ τιτρωσκόμενος, πῶς οὐχὶ θνητὸς εἶναι νομισθήσεται; Δι᾿ ὧνπερ γὰρ ἑαυτοὺς ὁποῖοί τινες πεφύκασι τοῖς ἀνθρώποις πεφανερώκασι, διὰ τούτων τοὺς ἀκούοντας ἐπὶ τὰ ὅμοια προετρέψαντο. Καὶ μήτι γε οἱ δαίμονες αὐτοὶ μετὰ τοῦ ἡγουμένου αὐτῶν Διὸς ὑπὸ τὴν εἱμαρμένην πεπτώκασι, τοῖς αὐτοῖς πάθεσιν ὥσπερ καὶ οἱ ἄνθρωποι κρατηθέντες; Καὶ ἄλλως δὲ πῶς τιμητέον τούτους παρ᾿ οἷς δογμάτων ἐναντιότης ἐστὶ πολλή; Ῥέαν μὲν γάρ, ἣν οἱ ἀπὸ τῶν Φρυγίων ὁρῶν Κυβέλην φασίν, ἀποτμήσεις αἰδοίων νενομοθετηκέναι διὰ τὸν ἐρώμενον ταύτης Ἄττιν· Ἀφροδίτη δὲ γάμου πλοκαῖς ἥδεται. Μάγος ἐστὶν Ἄρτεμις, θεραπεύει ὁ Ἀπόλλων. Καὶ μετὰ τὴν Γοργοῦς καρατομίαν, τῆς Ποσειδῶνος ἐρωμένης, ἀφ᾿ ἧς Πήγασος ὁ ἵππος καὶ ὁ Χρυσάωρ ἀνέθορε, τὰς σταγόνας τῶν αἱμάτων ἡ Ἀθηνᾶ καὶ Ἀσκληπιὸς διενείμαντο· καὶ ὁ μὲν

v.2.p.38
ἀπ᾿ αὐτῶν ἔσωζεν, ἡ δὲ ἀπὸ τῶν ὁμοίων λύθρων ἀνθρωποκτόνος καὶ πολεμοποιὸς ἐγίνετο.Ταύτην μοι δοκοῦσιν Ἀθηναῖοι μὴ βουληθέντες διαβάλλειν καὶ τὸν ἀπὸ τῆς Ἡφαίστου μίξεως γινόμενον τῇ γῇ προσάπτειν, ἵνα μὴ νομίζηται καθάπερ ἡ Ἀταλάντη διὰ τὸν Μελέαγρον οὕτω καὶ ἡ Ἀθηνᾶ διὰ τὸν Ἥφαιστον τῆς ἀνδρείας ἐστερῆσθαι. Ὁ γὰρ ἀμφιγυήεις, ὡς εἰκός, ὁ πόρπας καὶ γναμπτὰς ἕλικας δημιουργῶν, τοῖς κοροκοσμίοις ἠπάτησε τὴν ἀμήτορα παῖδα καὶ ὀρφανήν. Ποσειδῶν ναυτίλλεται, πολέμοις Ἄρης ἥδεται, κιθαριστής ἐστιν ὁ Ἀπόλλων, Θηβαίοις Διόνυσος τυραννεῖ, Κρόνος τυραννοκτονεῖ. Ζεὺς καὶ θυγατρὶ συγγίνεται, καὶ ἡ θυγάτηρ ἀπ᾿ αὐτοῦ κύει. Μαρτυρήσει μοι νῦν Ἐλευσὶς καὶ δράκων ὁ μυστικὸς καὶ Ὀρφεὺς ὁ Θύρας δ᾿ ἐπίθεσθε βεβήλοις λέγων. Ἀϊδωνεὺς ἁρπάζει τὴν Κόρην, καὶ αἱ πράξεις αὐτοῦ
v.2.p.40
γεγόνασι μυστηρια· κλαίει Δημήτηρ τὴν θυγατέρα, καί τινες ἀπατῶνται διὰ τοὺς Ἀθηναίους. Ἐν τῷ τεμένει τοῦ Λητοΐδου καλεῖταί τις Ὀμφαλός· ὁ δὲ Ὀμφαλὸς τάφος ἐστὶν Διονύσου. Ἐπαινῶ σε νῦν, ὦ Δάφνη· τὴν ἀκρασίαν τοῦ Ἀπόλλωνος νικήσασα ἤλεγξας αὐτοῦ τὴν μαντικήν, ὅτι μὴ προγνοὺς τὰ περὶ σὲ τῆς αὐτοῦ τέχνης οὐκ ὤνατο.Λεγέτω μοι νῦν ὁ ἑκατηβόλος, πῶς Ὑάκινθον διεχρήσατο Ζέφυρος. Ζέφυρος αὐτὸν νενίκηκε· καί, τοῦ τραγῳδοποιοῦ λέγοντος Αὔρα θεῶν ὄχημα τιμιώτατον, ὑπὸ βραχείας αὔρας νικηθεὶς ἀπώλεσε τὸν ἐρώμενον.