Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Περὶ γὰρ τῶν κατὰ τὸν Δημόκριτον συμπαθειῶν τε καὶ ἀντιπαθειῶν τί καὶ λέγειν ἔχομεν, ἢ τοῦθ᾿ ὅτι κατὰ τὸν κοινὸν λόγον ἀβδηρολόγος ἐστὶν ὁ ἀπὸ τῶν Ἀβδήρων ἄνθρωπος; Ὥσπερ δὲ ὁ τῇ πόλει τῆς προσηγορίας αἴτιος, φίλος ὢν Ἡρακλέους ὥς φασιν, ὑπὸ τῶν Διομήδους ἵππων κατεβρώθη, τρόπῳ τῷ αὐτῷ καὶ ὁ τὸν μάγον Ὀστάνην καυχώμενος ἐν ἡμέρᾳ

v.2.p.76
συντελείας πυρὸς αἰωνίου βορᾷ παραδοθήσεται. Καὶ ὑμεῖς δέ, τοῦ γέλωτος ἢν μὴ ἀποπαύσησθε, τῶν αὐτῶν ὧνπερ καὶ οἱ γόητες τιμωριῶν ἀπολαύσετε. Διόπερ, ὦ Ἕλληνες, κεκραγότος ὥσπερ ἀπὸ τοῦ μετεώρου κατακούσατέ μου, μηδὲ ἐπιτωθάζοντες τὴν ὑμετέραν ἀλογιστίαν ἐπὶ τὸν κήρυκα τῆς ἀληθείας μετάγετε. Πάθος οὐκ ἔστι δι᾿ ἀντιπαθείας ἀπολλύμενον, οὐδὲ ὁ μεμηνὼς σκυτίδων ἐξαρτήμασι θεραπεύεται. Δαιμόνων εἰσὶν ἐπιφοιτήσεις· καὶ ὁ νοσῶν καὶ ὁ λέγων ἐρᾶν, καὶ ὁ μισῶν καὶ ὁ βουλόμενος ἀμύνεσθαι, τούτους λαμβάνουσι βοηθούς. Τρόπος δὲ αὐτοῖς τῆς μηχανῆς οὗτος.Ὥσπερ γὰρ οἱ τῶν γραμμάτων χαρακτῆρες, στίχοι τε οἱ ἀπ᾿ αὐτῶν, οὐ καθ᾿ ἑαυτούς εἰσι δυνατοὶ σημαίνειν τὸ συνταττόμενον, σημεῖα δὲ τῶν ἐννοιῶν σφίσιν ἄνθρωποι δεδημιουργήκασι, παρὰ τὴν ποιὰν αὐτῶν σύνθεσιν γινώσκοντες ὅπως καὶ ἡ τάξις τῶν γραμμάτων ἔχειν νενομοθέτηται, παραπλησίως καὶ τῶν ῥιζῶν αἱ ποικιλίαι, νευρῶν τε καὶ ὀστέων παραλήψεις, οὐκ αὐταὶ καθ᾿ ἑαυτὰς δραστικαί τινές εἰσι, στοιχείωσις δέ ἐστι τῆς τῶν δαιμόνων μοχθηρίας, οἳ πρὸς ἅπερ ἕκαστον αὐτῶν ἰσχύει ὡρίκασιν. Ἐπεὶ δ᾿ ἂν παρειλημμένην ὑπὸ τῶν ἀνθρώπων θεάσωνται τὴν δι᾿
v.2.p.78
αὐτῶν ὑπηρεσίαν, λαμβάνοντες σφίσιν αὐτοῖς δουλεύειν τοὺς ἀνθρώπους ἀπεργάζονται. Πῶς δ᾿ ἂν ἀγαθὸν μοιχείαις ὑπηρετεῖν; Πῶς δὲ καὶ σπουδαῖον πρὸς τὸ μισεῖν τινας παριόντας βοηθεῖν; Ἢ πῶς ὕλῃ καλὸν προσανάπτειν τὴν εἰς τοὺς μεμηνότας βοήθειαν καὶ μὴ τῷ θεῷ; Τέχνῃ γὰρ τῆς θεοσεβείας τοὺς ἀνθρώπους παρατρέπουσιν, πόαις αὐτοὺς καὶ ῥίζαις πείθεσθαι παρασκευάζοντες. Ὁ δὲ θεός, εἴπερ αὐτὰ πρὸς τὸ ποιεῖν ἅπερ οἱ ἄνθρωποι βούλονται κατεσκευάκει, πονηρῶν ἂν ἦν πραγμάτων δημιουργός· ἐπεὶ αὐτὸς μὲν πᾶν τὸ εὖ πως ἔχον ἐδημιούργησεν, ἡ δὲ τῶν δαιμόνων ἀσωτία τοῖς ἐν τῷ κόσμῳ πρὸς τὸ κακοποιεῖν ἐχρήσατο, καὶ τούτων ἐστὶ τῆς κακίας εἶδος καὶ οὐχὶ τοῦ τελείου.Πῶς γὰρ ζῶν μὲν ἥκιστα μοχθηρὸς εἴην, νεκροῦ δὲ ὄντος μου λείψανον τὸ ἐν ἐμοί, μηδὲν ἐμοῦ πράττοντος, τὸ μήτε κινούμενον ἀλλὰ μήτε αἰσθανόμενον,
v.2.p.80
αἰσθητόν τι ἀπεργάσεται; Πῶς δὲ ὁ τεθνεὼς οἰκτίστῳ θανάτῳ δυνήσεται πρὸς τιμωρίαν τινὸς ἐξυπηρετῆσαι; Τοῦτο γὰρ εἰ οὕτως εἴη, πολλῷ μᾶλλον ἀφ᾿ ἑαυτοῦ τὸν οἰκεῖον ἐχθρὸν ἀμύνηται· δυνάμενος γὰρ καὶ ἄλλοις βοηθεῖν ἔκδικος πολλῷ μᾶλλον ἑαυτοῦ καταστήσεται.