Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Τοιοῦτοί τινές ἐστε καὶ ὑμεῖς, ὦ Ἕλληνες, ῥήμασι μὲν στωμύλοι, γνώμην δὲ ἔχοντες ἀλλόκοτον, καὶ τὴν πολυκοιρανίην μᾶλλον ἤπερ τὴν μοναρχίαν ἐξησκήσατε, καθάπερ ἰσχυροῖς νομίζοντες δαίμοσι κατακολουθεῖν. Ὥσπερ γὰρ ὁ λῃστεύων, ἀπάνθρωπος ὤν, διὰ τόλμης τῶν ὁμοίων ἐπικρατεῖν εἴωθεν, οὕτω καὶ οἱ δαίμονες, εἰς πολλὴν κακίαν ἐξοκείλαντες, τὰς μεμονωμένας παρ᾿ ὑμῖν ψυχὰς δι᾿ ἀγνοιῶν καὶ φαντασιῶν ἐξηπατήκασιν. Οἵ θνήσκουσι μὲν οὐ ῥᾳδίως, σαρκὸς γὰρ ἀμοιροῦσι· ζῶντες δὲ θανάτου πράττουσιν ἐπιτηδεύματα, τοσαυτάκις καὶ αὐτοὶ θνήσκοντες ὁσάκις ἂν τοὺς ἑπομένους αὐτοῖς τὰς ἁμαρτίας ἐκπαιδεύσωσιν. Ὥσθ᾿ ὅπερ ἐστὶν αὐτοῖς περιττὸν ἐν τῷ νῦν, μὴ ὁμοίως τοῖς ἀνθρώποις ἀποθνήσκειν, τοῦθ᾿ ὁπότ᾿ ἂν μέλλωσι κολάζεσθαι παρὸν αὐτοῖς· οὐ μεθέξουσιν ἀϊδίου ζωῆς, ἀντὶ θανάτου ἐν ἀθανάτῳ μεταλαμβάνοντες.Ὥσπερ δὲ ἡμεῖς, οἷς τὸ θνήσκειν ῥᾳδίως ἀποβαίνει νῦν, εἰς αὖθις μετὰ ἀπολαύσεως ἢ

v.2.p.66
τὸ ἀθάνατον ἢ τὸ λυπηρὸν μετὰ ἀθανασίας προσλαμβάνομεν, οὕτω καὶ οἱ δαίμονες τῇ νῦν ζωῇ πρὸς τὸ πλημμελεῖν καταχρώμενοι, διὰ παντὸς καὶ διὰ τοῦ ζῆν ἀποθνήσκοντες, εἰς αὖθις ἕξουσιν τὴν αὐτὴν ἀθανασίαν, ὁμοίαν τῆς παρ᾿ ὃν ἔζων χρόνον, κατὰ δὲ τὴν σύστασιν ὁμοίαν ἀνθρώποις τοῖς κατὰ γνώμην διαπραξαμένοις ἅπερ αὐτοῖς παρ᾿ ὃν ἔζων χρόνον νενομοθετήκασι. Καὶ μήτι γε τοῖς μὲν ἀνθρώποις ἐλάττονα τῆς ἁμαρτίας ἐξανθοῦσι τὰ εἴδη διὰ τὸ μὴ πολυχρονίως βιοῦν, τοῖς δὲ προειρημένοις δαίμοσι τὸ πλημμελεῖν μειζόνως ἀποβέβηκε διὰ τὸ ἄπειρον τῆς βιότητος;