Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Δύο πνευμάτων διαφορὰς ἴσμεν ἡμεῖς, ὧν τὸ μὲν καλεῖται ψυχή, τὸ δὲ μεῖζον μὲν τῆς ψυχῆς θεοῦ δὲ εἰκὼν καὶ ὁμοίωσις· ἑκάτερα δὲ παρὰ τοῖς ἀνθρώποις τοῖς πρώτοις ὑπῆρχεν, ἵνα τὸ μέν τι ὦσιν ὑλικοί, τὸ δὲ ἀνώτεροι τῆς ὕλης. Ἔχει δὲ οὕτω. Πᾶσαν ἔστιν ἰδεῖν τοῦ κόσμου τὴν κατασκευήν, σύμπασάν τε τὴν ποίησιν, γεγονυῖαν ἐξ ὕλης, καὶ τὴν ὕλην δὲ αὐτὴν ὑπὸ τοῦ θεοῦ προβεβλημένην, ἵνα τὸ μέν τι αὐτῆς ἄπορον καὶ ἀσχημάτιστον νοῆται πρὸ τοῦ διάκρισιν λαβεῖν, τὸ δὲ κεκοσμημένον καὶ εὔτακτον μετὰ τὴν ἐν αὐτῇ διαίρεσιν.Ἔστιν οὖν ἐν αὐτῇ ὁ οὐρανὸς ἐξ ὕλης καὶ τὰ ἄστρα τὰ ἐν αὐτῷ· καὶ ἡ γῆ δὲ καὶ πᾶν τὸ ἀπ᾿ αὐτῆς νοούμενον τὴν ὁμοίαν ἔχει σύστασιν, ὡς εἶναι κοινὴν πάντων γένεσιν. Τούτων δὲ οὕτως ὑπαρχόντων, διαφοραί τινες τῶν ἐξ ὕλης εἰσίν, ὡς εἶναι τὸ μέν

v.2.p.54
τι κάλλιον, τὸ δὲ καὶ αὐτὸ μὲν καλὸν πλὴν ὑπό τινος κρείττονος ἐλαττούμενον. Ὥσπερ γὰρ ἡ μὲν τοῦ σώματος σύστασις μιᾶς ἐστιν οἰκονομίας, περὶ δὲ αὐτό ἐστι τοῦ γεγενῆσθαι τὸ αἴτιον· καὶ τούτων οὕτως ὄντων, διαφοραί τινές εἰσι δόξης ἐν αὐτῷ, καὶ τὸ μὲν ὀφθαλμός τίς ἐστιν, τὸ δὲ οὖς, τὸ δὲ τριχῶν διακόσμησις καὶ ἐντοσθίων οἰκονομία, μυελῶν τε καὶ ὀστέων καὶ νεύρων σύμπηξις· θάτερον δὲ θατέρου ὂν διάφορον, κατ᾿ οἰκονομίαν συμφωνίας ἐστὶν ἁρμονία· παραπλησίως καὶ ὁ κόσμος, κατὰ τὴν τοῦ πεποιηκότος αὐτὸν δύναμιν τὰ μέν τοι φαιδρότερα, τὰ δέ τινα τούτοις ἀνόμοια κεκτημένος, θελήματι τοῦ δημιουργήσαντος πνεύματος μετείληφεν ὑλικοῦ.Τὰ δὲ καθ᾿ ἕκαστα δυνατὸν κατανοῆσαι τῷ μὴ κενοδόξως ἀποσκορακίζοντι τὰς θειοτάτας ἑρμηνείας, αἵ κατὰ χρόνου διὰ γραφῆς ἐξεληλεγμέναι πάνυ θεοφιλεῖς τοὺς προσέχοντας αὐταῖς πεποιήκασιν. Ὅμως δὲ οὖν καὶ οἱ δαίμονες (οὕς ὑμεῖς οὕτω φατέ), σύμπηξιν ἐξ ὕλης λαβόντες, κτησάμενοί τε πνεῦμα τὸ ἀπ᾿ αὐτῆς,
v.2.p.56
ἄσωτοι καὶ λίχνοι γεγόνασιν, οἱ μέν τινες αὐτῶν ἐπὶ τὸ καθαρώτερον τραπέντες, οἱ δὲ τῆς ὕλης ἐπιλεξάμενοι τὸ ἔλαττον καὶ κατὰ τὸ ὅμοιον αὐτῇ πολιτευόμενοι. Τούτους δέ, ἄνδρες Ἕλληνες, προσκυνεῖτε, γεγονότας μὲν ἐξ ὕλης, μακρὰν δὲ τῆς εὐταξίας εὑρεθέντας. Οἱ γὰρ προειρημένοι, τῇ σφῶν ἀβελτηρίᾳ πρὸς τὸ κενοδοξεῖν τραπέντες καὶ ἀφηνιάσαντες, λῃσταὶ θεότητος γενέσθαι προεθυμήθησαν· ὁ δὲ τῶν ὅλων δεσπότης ἐντρυφᾶν αὐτοὺς εἴασε μέχρις ἂν ὁ κόσμος πέρας λαβὼν ἀναλυθῇ, καὶ ὁ δικαστὴς παραγένηται, καὶ πάντες οἱ ἄνθρωποι, διὰ τῆς τῶν δαιμόνων ἐπαναστάσεως ἐφιέμενοι τῆς τοῦ τελείου θεοῦ γνώσεως, τελειοτέραν διὰ τῶν ἀγώνων ἐν ἡμέρᾳ κρίσεως τὴν μαρτυρίαν λάβωσιν. Ἔστιν οὖν πνεῦμα ἐν φωστῆρσι, πνεῦμα ἐν ἀγγέλοις, πνεῦμα ἐν φυτοῖς καὶ ὕδασι, πνεῦμα ἐν ἀνθρώποις, πνεῦμα ἐν ζώοις· ἓν δὲ ὑπάρχον καὶ ταὐτὸν διαφορὰς ἐν αὐτῷ κέκτηται.Ταῦτα δὲ ἡμῶν λεγόντων οὐκ ἀπὸ γλώττης οὐδὲ ἀπὸ τῶν εἰκότων ἐννοιῶν, συντάξεώς τε σοφιστικῆς, θειοτέρας δέ τινος ἐκφωνήσεως λόγοις καταχρωμένων, οἱ βουλόμενοι μανθάνειν σπεύσατε. Καὶ οἱ τὸν Σκύθην Ἀνάχαρσιν μὴ ἀποσκορακίζοντες καὶ νῦν μὴ ἀναξιοπαθήσητε παρὰ τοῖς βαρβαρικῇ νομοθεσίᾳ παρακολουθοῦσι παιδεύεσθαι. Χρήσασθε τοῖς
v.2.p.58
δόγμασιν ἡμῶν, κἂν ὡς τῇ κατὰ Βαβυλωνίους προγνωστικῇ· κατακούσατε λεγόντων ἡμῶν, κἂν ὡς δρυὸς μαντευομένης. Καὶ τὰ μὲν προειρημένα παραφόρων δαιμόνων ἐστὶν ἀντισοφιστεύματα, τὰ δὲ τῆς ἡμετέρας παιδείας ἐστὶν ἀνωτέρω τῆς κοσμικῆς καταλήψεως.