Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἔνθεν ἐφ᾿ ὅσον ἔχομεν τὴν ψυχὴν κινούμεθα καὶ ὁμιλοῦμεν καὶ πράσσομεν καὶ μηχανώμεθα καὶ ποιοῦμεν ἔργα ἰσόθεα· ὁπότε δʼ εἰς τὸν ἀέρα ἀναδράμῃ χρέος, πρόκειται σῶμα νεκρὸν ἄναυδον κατὰ διαδοχὴν ἑτέρῳ πνεῦμα συγχεχωρηκὸς κενὸν [*](1 an 〈καὶ πλανητκὰς〉 τῶν ἐντ.? 2 ἀναλυόμενον S 6 συγκεκοσμϊ- μένος S 9 κενῶς οὐτε ματέαως ἄθλων S an οὔτε μὴν? 11 περιττῶν Wendl.] ὑπὲρ τῶν S 13 excidit ailquid post ὡς ( ὡς ἔνι μάλιστα vel sim.) ὡς] ὅλως Wendl. 15 κριμάτων Sa 16 συνεμφυρὴς S 19 fort. ἡμῖν 〈καὶ〉 25 ἀπόρροι S μερικὴν Wendl. 21 ἀπονέμειν S 25 ἄλλων S 26 δρεπόμεθα S 34 ἑτέρας ut vid. S)

331
εἱμαρμένης δημιούργημα οὐδενὸς ὂν δεκτικόν τῆς γάρ φύσεως ἀναλυθείσης εἰς τὸν οἰκεῖον τόπον ἐλέγχεται τότε θνητὸν σῶμα.

Ὅθεν τοῦ θεοῦ συνεργοῦντος ἀνεῦρον ταῦτα σκότει τεθησαυρισμένα· καί μοι κατʼ ἀρχάς μὲν δαψιλὴς λόγος συνεμπεσὼν ἀπορρήτους ἀμεταδότους τάς ὑφηγήσεις διαφυλάσσει διὰ πολλοὺς τῶν ἀναξίων· ἵνα δὲ μὴ δόξω κατήγορος μείζονι ψόγῳ περιπίπτειν καὶ τάς ἑτέρων αἰτίας ἀνάπτεσθαι, ἔδοξέ μοι μή κατεζητημένως μηδὲ ἐπεσκοτισμένως ταύτῃ τῇ βίβλῳ μυστικῶς προτάξαι τὰ δοκοῦντα κεφάλαια εἰς συμπλήρωσιν τῶν προσυντεταγμένων καὶ ἀτρεκῆ σαφήνειαν διὰ πολλῆς συνέσεως τοῖς γε νοῦν ἔχουσιν· ὅπως διὰ τούτων οἱ ἀμαθεῖς καὶ θεομάχοι πίστιν ἐνεγκάμενοι καὶ ἑταῖροί γε τῆς ἀληθείας γενόμενοι ὑπαρκτὴν καὶ σεβάσμιον τὴν ἐπιστήμην καταλάβωσιν.