Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὁ δὲ σοφώτατος Κριτόδημος ἐν τῇ ἐπιγραφομένῃ αὐτοῦ ὁράσει συνεκτικωτάτῃ πολλῶν μαρτυριῶν ἀρχὴν τοιαύτην ἐποιήσατο· ἤδη ποτὲ πελαγοδρομήσας καὶ πολλὴν ἔρημον διοδεύσας ἠξιώθην ἀπὸ θεῶν λιμένος ἀκινδύνου τυχεῖν καὶ μονῆς ἀσφαλεστάτης. ἄλλως τε καὶ ὁ Τίμαιος καὶ Ἀσκλατίων καὶ ἕτεροι πλεῖστοι. οὗτοι μὲν οὖν καλλονῇ λόγων ἐνεχθέντες καὶ τερατολογίᾳ οὐ κατὰ τὰ ἐπαγγέλματα τὰ ἔργα ἐπέδειξαν οὐδὲ τὰς συντάξεις πλήρεις καὶ ἐπιλελυμένας, ἀλλὰ [*](3 Haec partim edideram Rh. Mus. LII. 339 et Catal. I, 79 5 an del. ὁ ? Cf. Necheps. fr. 19 8 μυστκῶς συνέξει S εἰς] ἐκ S 10 κατυρθωμένου S 11 nempe μετάνοιαν 12 pro καθὸ καταφρονεῖ olim sc ripsi καὶ καταφρονεῖν et 〈παρὰ〉 pro 〈καὶ〉 16 πολλοῖς S 19 ὅρασις S possis μυστηρίων 20 διωδεύσας S 23 ἀσκλαπίων Sa ut vid. 25 οὐδὲν S πλήρης S)

330
λειπομένας πολλοῖς τισιν ἀεὶ τῶν ἐντυγχανόντων· πᾶσι δὲ σκολιὸν καὶ ἐρθονημένον καὶ ἀναδυόμενον καὶ ἐπιπλεκόμενον· καὶ μηδεμιᾷ δδῷ διευθύνοντες ἀλλὰ προσεισφέροντες αἱρεσιν αἱρέσει καὶ ἀναπομπίμους βίβλους πλάνης μᾶλλον ἤ ἀληθείας τεκμήρια. ὁ μὲν οὖν Κριτόδημος, πλῆθος θεωρημάτων κεκτημένος καὶ τοῖς ἄλλοις συγκεκοσμημένος καὶ δυνάμενος σαφῶς διερμηνεῦσαι διὰ τῆς τούτων τῶν ὀργάνων φαντασίας ἠμαύρωσε τὴν ἐπιστήμην· ἐγὼ δὲ ταῖς προσυντεταγμέναις μοι βίβλοις οὔτε κενῶν οὔτε ματαίων ὕθλων πόνους διήνυσα, οὐ μὴν κατά τὴν δόκησιν τινῶν ἀμφιβόλους ἐπιλύσεις καὶ γραφὰς ἀναρίθμους περιττῶν συντάξεων· διὸ καὶ τὰ δοκοῦντα ἀληθείας ἐφικνεῖσθαι εἰς ἄπειρον ζήτησιν καὶ λόγον ἐχώρησεν. χρὴ δέ γε τὸν βουλόμενον συγγράφειν ὡς μή χρήζειν ἑτέρου· εἰ δὲ οὖν, διὰ ἀγνοεῖν καὶ φθονεῖν τὴν πλοκὴν ἐπεισφέρει· πελαγοδρομήσας οὖν καὶ πολλὴν γῆν διοδεύσας κλιμάτων τε καὶ ἐθνῶν κατόπτης γενόμενος πολυχρονίᾳ πείρᾳ καὶ πόνοις συνεμφυρεὶς ἠξιώθην ὑπὸ θεοῦ καὶ τῆς προνοίας βεβαίου καὶ ἀσφαλοῦς λιμένος τυχεῖν οὐ γάρ φθαρτὰ πάντα καὶ μοχθηρὰ ἔλαχον οἱ ἄνθρωποι, ἔστι δέ τι καὶ θεῖον ἡμῖν θεόπνευστον δημιούργημα, τε περικεχυμένος ἀὴρ ἄρθαρτος ὑπάρχων καὶ διήκων εἰς ἡμᾶς ἀπόρροιαν καιρικὴν ἀθανασίας ἀπονέμει τακτῷ καὶ μεμετρημένῳ χρόνῳ. ἣν ἕκαστος ἡμῶν καθʼ ἡμέραν μελετᾷ γυμναζόμενος λαμβάνειν ἢ καὶ ἀποδιδόναι ζωτικὸν πνεῦμα. καθώς καὶ ὁ θειότατος Ὀρφεὺς λέγει·
  • Ψυχὴ δʼ ἀνθρώποισιν ἀπʼ αἰθέρος ἐρρίζωται.
  • καὶ ἄλλως·
  • Ἀέρα δʼ ἕλκοντες ψυχὴν θείαν δρεπόμεσθα.
  • ἄλλως·
  • Ψυχὴ δʼ ἀθάνατος καὶ ἀγήρως ἐκ Διός ἐστιν.
  • ἄλλως·
  • Ψυχὴ δʼ ἀθάνατος πάντων, τὰ δὲ σώματα θνητά.
  • Ἔνθεν ἐφ᾿ ὅσον ἔχομεν τὴν ψυχὴν κινούμεθα καὶ ὁμιλοῦμεν καὶ πράσσομεν καὶ μηχανώμεθα καὶ ποιοῦμεν ἔργα ἰσόθεα· ὁπότε δʼ εἰς τὸν ἀέρα ἀναδράμῃ χρέος, πρόκειται σῶμα νεκρὸν ἄναυδον κατὰ διαδοχὴν ἑτέρῳ πνεῦμα συγχεχωρηκὸς κενὸν [*](1 an 〈καὶ πλανητκὰς〉 τῶν ἐντ.? 2 ἀναλυόμενον S 6 συγκεκοσμϊ- μένος S 9 κενῶς οὐτε ματέαως ἄθλων S an οὔτε μὴν? 11 περιττῶν Wendl.] ὑπὲρ τῶν S 13 excidit ailquid post ὡς ( ὡς ἔνι μάλιστα vel sim.) ὡς] ὅλως Wendl. 15 κριμάτων Sa 16 συνεμφυρὴς S 19 fort. ἡμῖν 〈καὶ〉 25 ἀπόρροι S μερικὴν Wendl. 21 ἀπονέμειν S 25 ἄλλων S 26 δρεπόμεθα S 34 ἑτέρας ut vid. S)

    331
    εἱμαρμένης δημιούργημα οὐδενὸς ὂν δεκτικόν τῆς γάρ φύσεως ἀναλυθείσης εἰς τὸν οἰκεῖον τόπον ἐλέγχεται τότε θνητὸν σῶμα.

    Ὅθεν τοῦ θεοῦ συνεργοῦντος ἀνεῦρον ταῦτα σκότει τεθησαυρισμένα· καί μοι κατʼ ἀρχάς μὲν δαψιλὴς λόγος συνεμπεσὼν ἀπορρήτους ἀμεταδότους τάς ὑφηγήσεις διαφυλάσσει διὰ πολλοὺς τῶν ἀναξίων· ἵνα δὲ μὴ δόξω κατήγορος μείζονι ψόγῳ περιπίπτειν καὶ τάς ἑτέρων αἰτίας ἀνάπτεσθαι, ἔδοξέ μοι μή κατεζητημένως μηδὲ ἐπεσκοτισμένως ταύτῃ τῇ βίβλῳ μυστικῶς προτάξαι τὰ δοκοῦντα κεφάλαια εἰς συμπλήρωσιν τῶν προσυντεταγμένων καὶ ἀτρεκῆ σαφήνειαν διὰ πολλῆς συνέσεως τοῖς γε νοῦν ἔχουσιν· ὅπως διὰ τούτων οἱ ἀμαθεῖς καὶ θεομάχοι πίστιν ἐνεγκάμενοι καὶ ἑταῖροί γε τῆς ἀληθείας γενόμενοι ὑπαρκτὴν καὶ σεβάσμιον τὴν ἐπιστήμην καταλάβωσιν.

    Περὶ μὲν οὖν τοῦ κλήρου τῆς τύχης καὶ τοῦ δαίμονος τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται· καὶ νῦν δὲ ἐπάνιμεν εἰς αὐτούς διαβεβαιούμενοι δυναστικούς καὶ κραταιούς τόπους. ὅνπερ γάρ τρόπον ἐπὶ τοῦ κοσμικοῦ περιπολίσματος ὁ παντεπόπτης Ἥλιος ἀκαμάτοις φοραῖς δινούμενος καὶ μακροῦ αίῶνος χρόνον διῖππεύων τὰς τῶν ἀστέρμν χορείας ἀλλεπαλλήλοις δρόμοις ἀποκαθίστησι καὶ ἀποχωρίζει, τροπάς τε καὶ καιρούς καὶ φάσεις ποιούμενος, ἀρχόμενος ὅθεν ἔληξεν καὶ λήγων ὅθεν ἄρχεται, τὰς δὲ ψυχάς τῶν ἀνθρώπων θέλγων καὶ διεγείρων αἴτιος δόξης καὶ πράξεως καὶ πάσης προκοπῆς τυγχάνει, ὁμοίως δὲ καὶ ἡ Σελήνη Τύχη τοῦ κόσμου ὑπάρχουσα καὶ ὑπὸ τῆς ἡλιακῆς δυνάμεως αὐξομειουμένη τάς φάσεις ποιεῖται καὶ τάς τῶν ἀέρων μεταβολὰς καὶ τούς καρπούς πεπαίνουσα τοῖς ἀνθρώποις ζωῆς παραιτία γίνεται, τῳ αὐτῷ τρόπῳ καὶ ἐπὶ πάσης γενέσεως σκοπεῖν δεήσει τὸν κλῆρον τῆς τύχης καὶ τοῦ δαίμονος, ποίοις μέρεσι τοῦ [*](1 corpus fato subiectum est, anima huic dominio exempta secundum dog- ma Posidonianum (Manil. IV 390, 407). Cf. De orac. chald. 60; Reitzenstein Poimandres 102 6 ἀπειράτους S opusne 〈καὶ〉 ἀμετ.? 7 an κατ. 〈γενόμενος) 8 ἀναπτεροῦσθαι S, corr. Wendl. 8 sq. καταζητημένως μ. ἐπισκοτισμένως S 15 in mg. β S 16 τόπων S 19 possis 〈εἶναι τοὺς〉 τόπους 20 an περιπολήματος ut 259, 20? 24 λέγων S1 25 cf. Od. ω 3 sq.)

    332
    κόσμου ἀπερρύησαν. πρὸς μὲν γάρ τὸν ἀποτελεσματικὸν λόγον, ἐὰν τοῖς χρηματιστικοῖς ὦσι ζῳδίοις καὶ ὑπὸ ἀγαθοποιῶν μαρτυρῶνται, ἐμπράκτους καὶ ἐνδόξους καὶ εὐπόρους τάς γενέσεις ἀποτελοῦσιν· μάλιστα ἐὰν ἀρσενικοῖς ζῳδίοις οἱ κλῆροι ἐμπέσωσιν καὶ οἱ κύριοι ἀρσενικοῖς ἤ θηλυκοῖς οἴκοις καὶ χρηματίζοντες ἐπιθεωρῶσι τὸν τόπον, μείζονάς τε καὶ ἐπισήμους καὶ ἀπροσδοκήτως προκόπτοντας καὶ εἰς ἀνυπέρβλητον τύχην χμροῦντας. ἐὰν δὲ οἱ μὲν κλῆροι ἀρσενικοῖς ὦσι ζῳδίοις, οἱ κύριοι δὲ αὐτῶν θηλυκοῖς ἀχρημάτιστοι, ὑπὸ κακοποιῶν ἐναντιούμενοι ἢ καθυπερτερούμενοι, πτώσεως ὁ τρόπος δηλωτικὸς καθαιρέσεως τε καὶ ἐνδείας καὶ πάσης αἰτίας ἐπακτικός, δημοσίαις τε καὶ πολυθρυλήτοις ἢ βασιλικαῖς συμπεφυρμένους κακίαις· τῶν δὲ τοιούτων καὶ τέλος εὕρηται κακόν. πρὸς δὲ τούς τῆς ζωῆς χρόνους συγκρινόμενοι οἱ δύο κλῆροι πρός τε τὸν Ηλιον καὶ τὴν Σελήνην καὶ τὴν μοιρικὴν αὐτῶν ἀπόρροιαν πρός τε τὸν ὡροσκόπον καὶ τὸν πλανητικὸν σκοπὸν καὶ τὴν μοῖραν προδηλώσουσι καὶ τούς βιωσίμους χρόνους ἐκ τοῦ διαστήματος, τὴν ἡμίσειαν ἔμπαλιν καὶ ἀνάπαλιν ἐκμετρηθέντες, ἡ προλαβόμενοι τοῦ μεγέθους τῆς ὥρας ἢ ἀπολειφθέντες τούτου, ὡς δύο μοίρας χρηματίζειν τοῦ ζῳδίου ἀνάγκης, τὴν δὲ γένεσιν καίπερ ἐπίκηρον οὖσαν πρὸς τὴν τοῦ κόσμου συμπάθειαν ζωτικὸν ἀναλαβεῖν πνεῦμα. Προσεκτέοι οὖν οἱ τρόποι μυστικῶς καὶ μή παρέργμως ἡγεῖσθαι· ἐκ τούτων γάρ συνοράται καὶ εὐκατάληπτα γίνεται τὰ πολλῷ χρόνῳ καὶ καμάτῳ ἐπισωρεύοντα τοῖς ἀνθρώποις τὴν παρά τούτων ἐνέργειαν. οὐκ ἀσκόπως δὲ ὁ Πετόσιρις περὶ συμπαθείας Ηλίου καὶ Σελήνης λέγει τοῖς ὅροις· εἴτε τὴν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου εἴτε ἀπὸ Σελήνης ἐπὶ τὸν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, κατὰ αὐτὸ ἐμπεπτωκότα εὑρήσεις· ὁρᾶταί γε ἔνθεν ὁ διακρατῶν τοῦ ζητουμένου, πρὸς δν τὰ ὁλα τετύχηκεν καὶ συμβήσεται. καὶ ὁ βασιλεὺς λεὺς δὲ τῇ ἀρχῇ τῆς ιγ΄ βίβλου εῖπεν· εῖτ᾿ ἐχομένως δεήσει σαφῶς ἀριθμεῖν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην· ἔμπαλιν, οἱ δὲ ἀνάπαλιν, ἀπὸ ὡροσκόπου ἰσότητας ποιεῖν [*](5 οἴκοις θηλυκοῖς S 7 προσκόπτοντας S 10 nempe τόπος 11 ὑπακτικὸς Sa 12 κακίας S 18 προσλαβόμενοι S 20 ἐπίκληρον S 22 an τόποι? 28 τὰ] τῶ S 25 παρὰ] περὶ S cf. fr. 19 Riess et supra Π 3 p. 59, 22 30 an potius τε? facile ζησομένου 34 οἱ δὲ ἀνά- παθιν non Nechepsonis verba videntur, sed varia lectio (cf. e. g. Skutsch ap. Heim Incantam. 565 sq), nisi fuit εἶτα δὲ ἀν. ἀπὸ.)
    333
    καὶ τὸν ἀποβάντα κύριον τόπον συνορᾶν, οὗτινος τετύχηκεν ἀστέρος καὶ τίνες τούτῳ πρόσεισιν· ἐκ γὰρ τῇς διὰ τῶν τόπων συμπτώσεως πρόδηλα κρίνειν τῶν γενομένων τὰ πράγματα. καὶ τὰ λέγειν μὲν κύριον τόπον κρατητικὸν καὶ ἔνθεν ὁρᾶσθαι τὰ ὅλα δυναστικόν ἄλλως τε καὶ τοῖς μεταξὺ τῆς διηγήσεως πλειστάκις περὶ τοῦ αὐτοῦ λέγων ἰσχυροποιεῖται, ὅτι εἰ μὲν ἀγαθοποιοὶ ἐπῶσιν ἢ καὶ προσμαρτυρῶσιν, ἀγαθῶν πρόδηλοι καὶ ὑπαρχόντων δοτῆρες εἰσίν εἰ δὲ φθοροποιοί, ἀποβολὰς ὑπαρχόντων καὶ φθίσεως σώματος αἰτίας καὶ λέγειν. εἰ δὲ καὶ γενομένου τινὸς θηλυκῷ τύχη ἡ Σελήνη, ἀνδράσι μὲν γενομένοις οὐκ ἀγαθὴν ἀποτελεῖ φάσιν, γυναιξὶ δὲ ὁμογενέσιν ὑπόστασις· καὶ ἐπὶ Ἡλίου πρὸς τούς ἀρσενικοῖς καὶ θηλυκοῖς ἐσχηκότας τοὺς τόπους καὶ τούς κυρίους. ἐὰν δέ πως οἱ κακοποιοὶ μόνοι ἐπῶσι τοῖς τόποις καὶ προσνεύσωσιν, ἀποτελοῦσιν ἐμπρησμούς, ναυάγια, ἀπὸ ὕψους πτώσεις, θραύσεις μελῶν, αἱμαγμούς, καὶ μάλιστα στερεοῖς ζῳδίοις, ἤ παθήματα ἤ σπασμούς· καὶ ἐπὶ χεῖρον τρέπονται, ὁπόταν καὶ τῶν τόπων κυριεύσωσιν.

    Ἀλλὰ περὶ μὲν τούτων καὶ τοῖς μεταξὺ τῆς διηγήσεως δηλώσομεν ἀποδεικνύντες ἑτεροσχημόνως, ὁπηλίκη δύναμις περὶ αὐτοῦ νενόμισται ἐπί τε τῶν πρακτικῶν καὶ βιωσίμων χρόνων. παρατηρητέον δὲ κατὰ πλεῖστον, ἐάν πως οἱ κλῆροι εἰς Καρκίνον ἤ Λέοντα ἤ Αἰγόκερω ἢ Υδροχόον συνεμπέσωσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι ἤ ὑπὸ οἰκείων ἀστέρων χρηματιστικοῖς ζῳδίοις· λαμπράς μὲν οὔσης τῆς ὑποστάσεως ἡγεμονικοὶ βασιλικοὶ στραταρχικοὶ καθίστανται, ἐξουσίαν ζωῆς καὶ θανάτου ἔχοντες, συμπάθειάν τε βασιλικὴν κεκτημένοι δωρεᾶς καὶ δόξης καταξιοῦνται καὶ ταῖς ἐπιβολαῖς εὐημεροῦσιν, ἄπρακτοι δὲ τὰ πρῶτα ταῖς ψυχαῖς καταβολάς ὑπομείναντες καὶ χαλεπανθέντες μεταμφιασάμενοι εἰς ἀπροσδόκητον ἔρεισμα καταντῶσιν, ὑπὸ τῶν πλείστων εὐφημούμενοι καὶ μακαριζόμενοι. ὅσοι δὲ τὴν ὑπόστασιν μετρίαν ἐκληρώσαντο, βασιλέως πράγματα πιστεύονται καὶ διοικοῦσιν καὶ ἀνωμάλως καὶ ἐπιθόνως διευθύνουσιν τινὲς δὲ στρατιωτικοὶ ἢ μεταξὺ τούτων ἀναστρεφόμενοι ἤ βασιλικαῖς [*](2 in extremis vestigia iambica apparent 3 συγγνμώσεως supra ΙΙ 3 4 structura non perspicua, fuitne καὶ λοιπόν hic et v. 10? an ὁρᾶται? 9 ἀποβλὰς S 10 cf. ad v, 4; fort. sequentia rursus regis verba 11 γενο- μένους Sa 12 an ὑπόστασιν vitamʼ? 21 possis αὐτὸν 25 possis μὲν 〈γὰρ〉 vel 〈οὖν 〉 29 an τῆς τύχης ἀποβολὰς?)

    334
    αὐλαῖς καὶ δημοσίοις τόποις ὀψωνίων μετέχουσιν, οὐ τοσοῦτον περὶ τὸν βίον συγκεκοσμημένοι, ὅσον τῇ κακοδόξῳ φαντασίᾳ καὶ πολυμερίμνῳ καὶ εὐθραύστῳ κακοπαθείᾳ.

    Καὶ τούτων μὲν κατά κοσμικὴν ἁρμονίαν οὕτως διατεταγμένων κατὰ παλαιὸν ἄνδρες Αἰγύπτιο κατὰ ἀρχαῖον ἀπὸ τούτων μονομερῆ παραλαβόντες εἰς ποικίλας καὶ συγκρατικάς διαστολὰς κατέκλεισαν, σοφιστικοῖς λόγοις καὶ ἐφόδοις χρησάμενοι· περιτειχίσαντες δὲ τὴν θεωρίαν μυρίοις ἐρείσμασι καὶ κλειἀχαλκεύτων γομφώμασιν ἀπηλλάγησαν· ὅθεν οἱ ἐμπεσόντες εἰς τούς περιβόλους τρόπον τετυφλωμένων ἀλητεύοντες διὰ ἀπύλους ποιεῖν ἢ τὴν τῶν πυλῶν τοποθεσίαν μὴ εὐτυχηκέναι τῆς εὑρέσεως τοῦ μυριάκις περινοστεῖν ἐκτήσαντο τὴν συμφοράν. ἐγὼ δὲ τούτου τοῦ φρουρίου ἐκκόψας τινὰ μέρη πυλῶν τοῖς βουλομένοις τὴν διέξοδον ἐμήνυσα πλέον· ἐπὶ οὖν τὸν προκείμενον πάλιν δρόμον τὴν διάνοιαν μεταθήσομαι καὶ ἔστω λόγος περὶ τῆς δωδεκατρόπου. ἐκ ταύτης γάρ καὶ Ἀσκληπιὸς κινηθεὶς συνέταξε τὰ πλεῖστα καὶ ἕτεροι δὲ πολλοὶ Αίγυπτίων τε καὶ Χαλδαίων. ὁμοίως δὲ καὶ τὴν ὀκτάτροπον.

    Ὅθεν δὲ οἱ τόποι ἀπὸ ὡροσκόπου λαμβανόμενοι οὕτως. α΄ ζωὴ καὶ ὑπόστασις τῶν χρόνων καὶ ψυχικὸν πνεῦμα, τουτέστιν αὐτὸς ὁ ὡροσκόπος· τοῦ δὲ περὶ ἀδελφῶν ὁ ἀγαθὸς δαῖμαων καὶ τέκνων καὶ φίλων τόπος, γονέων δὲ πρακτικός, γυναικὸς δὲ γαμοστόλος, τέκνων ἔνατος. β΄ βίος καὶ ὑπαρχόντων πρόσοδος, τοῦ δὲ περὶ ἀδελφῶν κακὸς δαίμων καὶ δούλων καὶ ἐχθρῶν τόπος καὶ κακωτικῆς αἰτίας, γονέων δὲ ἀγαθὸς δαίμων καὶ φίλων τόπος, τέκνων δὲ περὶ πράξεως καὶ δόξης, γυναικὸς δὲ θανατικὸς τόπος. τούτῳ τῳ ζῳδίῳ ἤ τῷ τούτου διαμέτῳ ὁ κύριος τῆς συνόδου πανσελήνου εὑρεθεὶς ἔκπτωσιν δηλοῖ· ὁμοίως δὲ καὶ ἡ σύνοδος καὶ ἡ πανσέληνος παρατηρεῖται. γ΄ περὶ [*](3 εὐθράστω S 4 in mg. γ S τῆς] τοῦ S τῶν] S 5 τό- πων S 7 si nil aliud, τὸν παλαιόν (i. e. Petosiridem) scribendum 12 τόπων S dissuadeo τετυχηκέναι 14 τοῦ] τέ S 16 ἐπεὶ S 20 ῥμοίως sqq. spuriane? 21 si nil aliud, δὴ pro δὲ reponendum ω ge- minat S 22 α΄ ] μ΄ S 23 si a fratrum loco ut ab horoscopo proficiscaris, proprius horoscopus erit bonus daemon 29 τούτω S 30 πανσελήνη S)

    335
    ἀδελφῶν ζωῆς, καὶ γονεῦσι περὶ ἐχθρῶν καὶ δούλων, καὶ γυναικὸς ἔνατος περὶ δόξης καὶ πράξεως καὶ τεκνώσεως· ἐστι δὲ καὶ θεᾶς καὶ βασιλίσσης καὶ πράξεως τόπος. ὁ δὲ δʼ γονέων περὶ ζωῆς καὶ μυστικῶν ἤ ἀποκρύφων καὶ θεμελίων καὶ κτημάτων καὶ εὑρημάτων τόπος, ἀδελφῶν δὲ περὶ βίου, γυναικὸς δὲ περὶ δόξης καὶ πράξεως. ε΄ περὶ τέκνων ζωῆς καὶ ἀγαθῆς τύχης τόπος, ἀδελφῶν δὲ ὁ περὶ ἀδελφῶν νόθων καὶ ἐπιμίκτων καὶ θεᾶς καὶ βασιλίσσης, γυναιξὶ δὲ ἀγαθὸς δαίμων. ὁ περὶ σίνους καὶ πάθους καὶ κακωτικῆς αἰτίας, γονέων δὲ περὶ ἀδελφῶν, ἀδελφῶν δὲ περὶ γονέων ἐπιμίκτων ἤ ἐπιπλάστων, γυναικὸς δὲ περὶ ἐχθρῶν καὶ δούλων. ζ΄ γαμοστόλος τῆς γενέσεως, καὶ γυναικὸς περὶ ζωῆς, καὶ ἀδελφῶν περὶ τέκνων καὶ ἀγαθῆς τύχης τόπος, καὶ γονεῦσι περὶ γονέων καὶ θεμελίων καὶ κτημάτων καὶ εὑρημάτων καὶ μυστικῶν. η΄ περὶ θανάτου ὁμοίως τῆς γενέσεως, ἀδελφῶν δὲ περὶ σίνους καὶ πάθους, καὶ γονέων περὶ τέκνων νόθων, γυναικὸς δὲ περὶ βίου. θʼ περὶ ξένης καὶ θεοῦ καὶ βασιλέως καὶ μαντικῆς καὶ χρηματιστικῆς, ἀδελφῶν δὲ γαμοστόλος καὶ γονέων περὶ σίνους καὶ πάθους καὶ κακωτικῆς αἰτίας, γυναικὸς δὲ περὶ ἀδελφῶν καὶ βίου περὶ θανάτου. δέκατον περὶ πράξεως καὶ δόξης, καὶ γυναικὸς περὶ θεμελίων καὶ κτημάτων καὶ μυστικῆς ἐγχειρήσεως καὶ γονέων τόπος. ὁ ια΄ περὶ ἀγαθοῦ δαίμονος καὶ φίλων καὶ ἐπιθυμίας καὶ περικτήσεως τόπος, ἀδελφῶν δὲ θεοῦ καὶ βασιλέως καὶ μαντικῆς καὶ χρηματιστικῆς, καὶ γονέων περὶ θανάτου, τέκνων δὲ γαμοστόλος, καὶ γυναικὸς περὶ τέκνων ἐπιμίκτων. ιβ΄ περὶ ἐχθρῶν καὶ δούλων καὶ κακωτικῆς αἰτίας, ἀδελφῶν δὲ περὶ πράξεως καὶ δόξης, γονέων περὶ ξένης καὶ θεοῦ καὶ βασιλέως, τέκνων δὲ περὶ θανάτου, γυναικὸς δὲ περὶ σίνους καὶ πάθους.

    Πρὸς μὲν οὖν λεπτομερῆ διάκρισιν τῶν σημαινομένων ἑτέροις δεδήλωται. τούτων δὲ τῶν τόπων κατὰ σύγκρισιν στοιχειογραφέντων σκοπεῖν δεήσει, τίνες ἀστέρες ἔπεισιν ἤ προσμαρτυροῦσιν, πότερον ἀγαθοποιοὶ ἤ κακοποιοί, καὶ τίνων τὰ ζῴδια τυγχάνει καὶ εἰ τροπικὰ ἤ στερεὰ ἤ δίσωμα ἤ κάθυγρα ἤ χερσαῖα ἢ ἀσελγῆ ἢ λατρευτικὰ καὶ τὰ λοιπά· ὁμοίως δὲ καὶ τούς κυρίους τῶν τόπων, τίς τίνος κυριεύσας ποίῳ τόπῳ ἔπεστιν. δέ ταῖς ἰδίαις διαιρέσεσι τῶν χρόνων σκοπεῖν, ἀπὸ ποίου τόπου εἰς τίνα ὁ χρόνος καταλήγει, τά τε ἔτη ἃ κατάγει τις ἀπὸ ἑκάστου [*](2 δόξαν S 2 sq. θεᾶς καὶ] θεούς S cf. v. 7, 16 11 περὶ] παρά S 19 βίου i. e. ΙΙ. loco (334, 25) pro horosc. posito IX. mortis locum tenet 30 debebat στοιχεισγραφηθέντων)

    336
    τόπου ἀπολύειν· οὕτως τε ἀνακυκλούμενοι οἱ ιβ΄ τόποι εἰς ἀλλήλους καὶ ἀποτέλεσμα καὶ εῖδος προδηλώσουσιν. πρὸ πάντων δὲ τούς τόπους μοιρικῶς δεῖ λογίζεσθαι, καὶ ὁπόταν τε ἡ τοῦ ὡροσκόπου μοῖρα καταληφθῇ, ἀπʼ ἐκείνης τῆς μοίρας ἐξαριθμεῖν ἔως συμπληρώσεως τριακονταμοίρου τοῦ ἐξῆς ζῳδίου· καὶ ἐκεῖνος ἔσται περὶ ζωῆς τόπος· εἷθ᾿ ὁμοίως ἔως συμπληρώσεως ἄλλων μοιρῶν λ΄ περὶ βίου καὶ τὰ ἐξῆς ὡς πρόκειται. πολλάκις γάρ εἰς ἔν ζῴδιον δύο τόποι συνεμπεσόντες ἀμφότερα τὰ εἴδη προδηλοῦσι κατὰ τὰς μοιρικάς αὐτῶν διαστάσεις. ὁμοίως δὲ καὶ τὸν κύριον τοῦ ζῳδίου σκοπεῖν, ἐν ποίῳ ζῳδίῳ τυγχάνει ἥ ποῖον τόπον διακρατεῖ κατὰ τὴν ἑαυτοῦ ἰσομοιρικὴν κανονογραφίαν· οὕτως γὰρ εὐσύνοπτος ὁ τρόπος κριθήσεται. εἰ δέ τις πλατικῶς καθʼ ἔκαστον ζῴδιον ἔνα τόπον λογίζοιτο, ὅπερ ἐστὶ σπάνιον, συνοχαῖς καὶ ὕβρεσι γίνονται ἡ πραγμάτων περιπλοκαῖς. εἰ δʼ τοῦ Ἑρμοῦ τούτοις συμπροσγένηται τοῖς χρόνοις ἤτοι σύν τῷ τοῦ Ἡλίου ἤ καὶ ἐπὶ τῶν προσηκόντων ζῳδίων τῷ τοῦ Ἄρεως, γραπτῶν χάριν τὴν ἐπιφοράν ἤ τὴν σύσχεσιν ἔσεσθαι δηλοῖ καὶ τὰ ἐξῆς.

    Γενήσεται οὖν καὶ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τάς μετεμβάσεις ἐκ τῶν ζῳδίων κατὰ τούς χρόνους, καθώς πρόκειται. δεῖ οὖν λογίζεσθαι οὕτως· ὅσα ἄν κατάγῃ ἡ γένεσις ἔτη, τοσαύτας ἡμέρας ἐπιπροσθέντες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ σκοπήσαντες, πόσοι μηνὸς ἑτέρου ἡ αὐτοῦ τοῦ γεννητικοῦ, ἐκείνην τὴν ἡμέραν ἀστερίσαντες πρῶτον, εἰ ὡροσκοπεῖ τις ἢ ἐπί τινα μετῆλθεν, καὶ πότερον ἀπὸ κέντρου εἰς ἐπαναφοράν ἤ εἰς ἀπόκλιμα ἤ ἀπὸ ἀποκλίματος εἰς ἐπίκεντρον τόπον, ἤ ἀνατολικὸς ὑπάρχων κατά τὴν τῆς καταβολῆς χρονογραφἱαν ὑπὸ δύσιν κατῆλθεν ἢ εἰς ἑτέραν ἄτακτον φάσιν ἢ βελτίονα· καὶ τούτων αί καιρικαὶ ἀποτελεσματογραφίαι σοι νοηθήσονται. ἔδοξε δέ μοι καὶ τοῦτο ἔχειν καλῶς· τὰ καταγόμενα ἔτη ἐπιπροσθέντες τῇ γενεσιακῇ ἡμέρᾳ καὶ λογισάμενοι, εἰς ποῖον μῆνα ἡ ἡμέρα ἐκπίπτει, αὐτοῦ τοῦ καταγομένου ἐνιαυτοῦ τῶν ἀστέρων ποιεῖν τε καὶ συγκρίνειν, καθὼς πρόκειται· ἐπὶ μὲν τῆς προδεδηλωμένης ἐπεμβάσεως καὶ μεταβάσεως τῶν ἀστέρων εἰς πολλὴν διαφοράν ἐπὶ Κρόνον καὶ Δία καὶ Ἄρεα εὑρήσομεν ἀλλʼ ἀνεπαίσθητον καὶ αὐτοῖς τοῖς τόποις ἐπόντας· ἐπὶ δὲ ταύτης κατὰ τετράγωνον καὶ τρίγωνον καὶ διάμετρον γινομένους εὑρήσομεν.

    [*](3 proelive γε 4 ὡροσκόπου] β΄ S 16 τῷ alterum] τῶν S 19 nempe γνώσρ 21 structurae huius enuntiati succurrere nolui 29 καλῶς] κατὰ S 33 ἐπεμθέσεως S2] ἡγήσεαως S1)
    337

    Ἐξεῦρον δὲ καὶ ἑτέραν ἄφεσιν ἐκ πείρας, καθώς ᾐνίξατο Ζωροάστρης, πρὸς τὰς τῶν ἀστέρων ζώνας. ἀπὸ Σελήνης ἀρχὴν ποιησάμενος ἀνωφερῶς ἑκάστῳ ἀστέρι· Σελήνη θ΄, εἶτα Ἑρμῇ θ΄, ἑξῆς Ἀφροδίτῃ θ΄, εἶτα Ηλίῳ θ΄, εἶτα Ἄρεῖ θ΄, εῖτα Διὶ θ΄, εἶτα Κρόνῳ θ΄· καὶ ἐξῆς κατωφερῶς ἕως συμπληρώσεως ἐτῶν ρη΄ τῶν τῆς Σελήνης τελείων χρόνων. ταῦτα δὲ κοσμικῶς προέθετο ὑποδείγματος χάριν, ὡς καὶ βασιλεὺς καὶ ἕτεροι πλεῖστοι. Πάντες μὲν οὖν καθώς πρόκεινται χρῶνται· ἐμοὶ δʼ ἔδοξε τὸν μερισμὸν τοῦτον ποιεῖσθαι· πλῆθος τῶν καταγομένων ἐτῶν ἀπολύειν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου προεκκρούσαντας διάφορον, ὦν ἐπέχει ἡ Σελήνη, καὶ ἐπίλοιπον εἰς συμπλήρωσιν τῶν θ΄ ἐτῶν ἀπομερίζειν, ἔπειτα τοῖς ἐξῆς ζῳδίοις διδόναι ἀνὰ θ΄ ἔτη· ἐὰν δὲ μὴ χωρῇ ζῴδιον θ΄ ἔτη, εἶτα μηνιαίους χρόνους ἑκάστῳ ζῳδίῳ διδόναι μέχρι συμπληρώσεως τοῦ ζητουμένου χρόνου, προκατοπτεύσαντας κεκληρωμένον ζῴδιον τὴν ἐννεατηρίδα, ὅθεν καὶ ἡ ἄφεσις τῶν θ΄ μηνῶν ἐγένετο· ὅπου δʼ ἄν καταλήξῃ, συγκρίνειν κατὰ τὴν προγεγραμμένην αἵρεσιν, πότερον ἐνεργὴς ἤ ἄτονος τερματίζεται. ἐὰν γάρ πως αἱ ιβ΄ ἀρέσεις τὴν αὐτὴν δύναμιν ἐπισχῶσι, πρὸς μὲν τὰ ζωτικὰ τέλειον ἐποίσουσι, πρὸς δὲ τὰ πρακτικὰ εὐτονήσουσι προσημαινομένμων. καὶ οὕτως μὲν τοῖς ιβ΄ ζῳδίοις μερίζοντες ἀνὰ ἔτη θ΄ εὑρήσομεν τὴν συμπλήρωσιν ρη΄ ἐτῶν· εἰ δὲ τοῖς ζῳδίοις προμερίζοντες ἐκ δευτέρου τοῖς αὐτοῖς πάλιν προσνέμομεν, πλεονεξία τις καὶ μειότης εὑρεθήσεται πρὸς τοὺς ἀστέρας. ἄλλως τε καὶ τὰς πλείους γενέσεις ὑπὸ τὸν αὐτὸν χρόνον ἕνα ἔχειν χρονοκράτορα ἀδύνατον καὶ ἀνάρμοστον. ἡ οὖν ζῳδιακὴ ἄφεσις καθʼ ἑκάτερα ἥ τε Σελήνη παρά τὰς στάσεις ἀλλοιουμένη κατὰ γένεσιν οὐ τὴν τυχοῦσαν διαφοράν ἀπεργάζεται. σκοπεῖν οὖν χρή, καθὼς προεῖπον καὶ νῦν δὲ διασαφήσω ἀναγκαίως, τὸν τοῦ Διὸς ἀστέρα, εἰ ἐπιθεωρεῖ τὸν ὡροσκόπον μοιρικῶς, τουτέστι πότερον ἐντὸς τῶν μοιρῶν αὐτοῦ ἢ ὑπὲρ τὰς μοίρας ἔβαλλεν τὰς ἀκτῖνας· ἐὰν μὲν πλειόνων μοιρῶν εὑρεθῇ ἀναποδιστικὸν σχῆμα ἔχων, εὔτονος πρὸς βοήθειαν· φέρεται γὰρ [*](1 in mg. ὁ S 5 ἐνωμερῶς S 10 nempe πρόκειται 11 possis οὕτω 14 ἀπομερίσειν S 15 ζωδίων S εἶτα] οἶδα S 17 προκατοπεύσαντας S 22 nempe ἀτονήσουσι προσημαινόμενα 24 expectas προμερίσαντες 27 ἕνα ἕνα ἔχει S)

    338
    ὡς ἐπὶ τάς τοῦ ὡροσκόπου μοίρας· ἐὰν δὲ ἡττόνων, κατὰ φύσιν βέλτιον· ἐὰν δὲ ἀπόστροφος τοῦ ὡροσκόπου εὑρεθῇ, χαλεπός· καὶ ἐφʼ ὅσον μὲν ἐπιθεωρεῖ τόπον τινὰ ἀφετικὸν ἤ ἀστέρος ἢ ζῳδίου κατὰ τὴν τοῦ ζητουμένου χρόνου μετάβασιν, ἀγαθοποιὸς καθίσταται· ὅταν δὲ ἀπαλλαγῇ τοῦ ζῳδίου ἤ τῶν μοιρῶν κατὰ προποδιστικὴν ἤ ἀναποδιστικὴν φάσιν, κακοποιὸς καὶ βλαπτικὸς ὑπάρχει. παρατηρητέον δὲ καὶ τὴν Σελήνην πρὸς τὰς τοῦ Ἡλίου καὶ τῶν κέντρων ἰσομοιρίας ἤ τετράγωνον ἤ τρίγωνον ἤ διάμετρον οὐ μόνον δὲ ἀλλὰ καὶ κατά τὰς διαστάσεις τῶν ιε΄ μοιρῶν ἢ τῆς τοῦ ζῳδίου ἡμισείας ἀναφορᾶς· τότε γὰρ δοκεῖ τὴν κίνησιν ποιεῖσθαι. μάλιστα μὲν οὖν καὶ ὁπόταν ἔν τινι χρόνῳ κατὰ δύο συνδέσμων φέρηται, ἀναμφίλεκτος ἔσται ἡ ἀναίρεσις· ἡ δὲ διάκριθις τοῦ θανατικοῦ κύκλου καταληφθήσεται ἐκ τε τῆς ἡλιακῆς καὶ σεληνιακῆς μοίρας, καθὼς ἐκτεθείμεθα κατʼ ἀμφοῖν καὶ κατὰ τάς ἀγωγάς ἀνακυκλουμένων, ἡ καὶ ἑτέρας δυναστικῆς ἀγωγῆς συντρεχούσης τοῖς συνδέσμοις.