Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐπὶ πάσης γενέσεως σκοπεῖν δεῖ, ποῦ τὸ δωδεκατημόριον τῆς Σελήνης ἐξέπεσεν· κἀν μὲν ἐν θηλυκῷ ζῳδίῳ καὶ ὁ τούτου κύριος ἐν θηλυκῷ, λέγειν κατὰ τὸ πλεῖστον θηλυκὴν τὴν γένεσιν. ἐὰν δὲ ἀρσενικὴ τύχη, πρόσθεσιν καὶ ἀφαίρεσιν λογίζεσθαι τῆς ὥρας τοσαύτην, ὅσον δύναται τὸ ἀρσενικὸν δωδεκατημόριον ὡροσκοπεῖν ἐκ τοῦ ἀναφορικοῦ ψηφίσαντες. σκοπεῖν δὲ καὶ τὸ διάμετρον καὶ δωδεκατημόριον· ἐὰν δέ πως τὸ δωδεκατημόριον εἰς θηριῶδες ἐκπέσῃ ἤ τὸ τούτῳ διάμετρον ἢ οἱ τούτων κύριοι, τέρας ἢ ἄλογον ζῷον ἀποφαίνεσθαι.

Οἱον ἔστω ὴ Σελήνη Ἰχθύσι μοίρᾳ ιθ’· τὸ δωδεκατημόριον Ζυγῷ ἀρσενικῷ καὶ ἀνθρωποειδεῖ ζῳδίῳ, καὶ ἡ γένεσις ἀρσενική. ἤ κυρία Ἀφροδίτη Τοξότη· ἡ ὥρα οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἔχει, ἐπεὶ εἰς ἀνθρωποειδῆ ἐξέπεσεν. λαμβάνω οὖν τούς κυρίους τοῦ τε Ζυγοῦ καὶ Κριοῦ, Ἀφροδίτην καὶ Ἄρεα· ἦν δὲ μὲν Ἀρης Παρθένῳ, ἡ δὲ Ἀφροδίτη Τοξότῃ· ὁ δὲ ὡροσκόπος ἐκ τοῦ ἀναφορικοῦ ψηφισθεὶς κατὰ τὸν διδόμενον ὡροσκόπον εὑρέθη Λέοντι μοίρᾳ ιε΄. ἐκβάλλω οὖν ἀπὸ τούτου δωδεκατημόρια ἕως Ἄρεος καὶ Ἀφροδίτης καὶ τὴν συνέγγιστα τῆς ὡροσκοπούσης μοίρας τοῦ Λεόντος ιε΄ ἡγοῦμαι κυρίαν τῆς μονομοιρίας. ἔως οὖν Ἄρεως τοῦ ἐν Παρθένῳ ἀπὸ Λέοντος μοίρας ιε΄ γίνεται νε΄ ἡ διάστασις· εἰς τὰς ιε΄ ἀπολύω ἄλλα δύο δωδεκατημόρια ἕως Σκορπίου· γίνονται μοῖραι ις΄ ἡ γὰρ Ἀφροδίτη Τοξότῃ εὑρέθη, ὥστε καὶ Γοξότῃ μέρος ἐὰν δῶμεν τοῦ δωδεκατημορίου, ἔσονται ιβ΄· συνέγγισται αὗται αἱ μοίραι τῇ τοῦ Λέοντος ιε΄. ἐπεὶ οὖν τὸ δωδεκατημόριον ἔγγιστα ἔχει, δεῖ ζητεῖν μονομοιρίαν Ἀρρο-δίτης Λέοντι περὶ μοίρας ια΄ καὶ ιβ΄ καὶ ιγ΄ κἀκεῖνο ἡγεῖσθαι ὡροθκοπικόν.

Ἄλλως. ἀεὶ μὲν οὖν ὁ Ἥλιος τὸ μέγεθος τῆς ἡμέρας καὶ τῆς ὥρας ἀποδείκνυσι, καθʼ οἷον ζῴδιον ἐπιπαρών τυγχάνει. ἐκ δὲ τῆς ὥρας συνίσταται ὁ ὡροσκόπος, ἐκ δὲ τοῦ ὡροσκόπου ἡ [*](1 τὸ] τὸν S 3 obscura haec 10 ιβ μόρια S 13 solitum τού- του 22 ἐκθάλλασ S 25 Παρθένῳ] Veneris aignum S 29 συνέγγιστοσ S, possis etiam -στα)

342
μοῖρα, ἐκ δὲ ταύτης ἡ τοῦ ὡροσκόπου ἀτρεκὴς μοῖρα, ὑπʼ ἀλλήλων φυόμενοι καὶ ἡνιοχούμενοι, στηρίζοντες, καὶ μάλιστα περὶ τῶν ἡμέρας γεννωμένων. ἐπὶ δὲ τῶν νυκτὸς λαμβάνειν χρή τὰς ὑπολειπομένας τοῦ Ἡλίου μοίρας καὶ τούς καταλειφθέντας μοίρας ἐφέξειν τῶν ἀνακειμένων εἰς τάς τριακοντάδας. εἰ δέ τις πλάνη περὶ τὸν ὡροσκόπον νομίζοιτο, εἰσελθόντας χρὴ εἰς τὸ ἀναφορικὸν κατὰ τὴν τοῦ θέματος διαταγὴν σκοπεῖν τὸ ὡριαῖον μέγεθος, πόσον διάστημα τῶν ἀριθμῶν ἐπέχει, καὶ προσθέντας τῷ ἐγκλίματι καὶ ἀφελόντας κατά τὴν δοκοῦσαν πλάνην τὴν εὑρεθεῖσαν μοῖραν κρίνειν ὡροσκοπικήν· αὕτη γάρ στιγμῇ διὰ τῆς παρεγκλίσεως ἑκάστης γενέσεως τὸν ἔλεγχον ἀποδείκνυσιν. ἐντεῦθεν δὲ ὁ τῆς ὡριμαίας λόγος μυστικῶς προδηλοῦται· οὐ γὰρ πᾶσα γένεσις τὸν αὐτὸν ἀφηλιώτην ἤ τὴν ἴσην διάστασιν ἐφέξει, ἀλλʼ ὁτα μὲν εἰς μῆκος ἀνακυκλούμενον, ὁτὲ δὲ β΄ ἢ γ΄ ζῴδια, ὁτὲ δὲ οὐδʼ ὅλως· εἰ δέ τις βούλοιτο καὶ τὸ μέρος τῆς ὡροσκοπούσης προγινώσκειν, ἐξ αὑτῆς τῆς εὑρεθείσης μοίρας καταληπτὸς ἔσται, καθώς καὶ ἐν τῇ προτέρᾳ βίβλῳ ἀπεδείξαμεν. καὶ νῦν δὲ προσυπομιμνήσκωμεν σαφέστερον· τὸν ἀπὸ συνόδου ἐπὶ τὴν κατʼ ἐκτροπὴν Σελήνην μοιρικῶς λόγον ἐξαριθμησάμενος δίπλου τὸν ἀριθμόν· ὃν ὁ πρῶτος ἀριθμὸς ἀπὸ τῆς συνοδικῆς μοίρας ἀφεθεὶς ἀνωφερῶς τὸ ἀφηλιωτικὸν μέρος ἐμφαίνει, ὁ δὲ δεύτερος ἀπὸ συνόδου κατωφερῶς τὸ λιβυκὸν μέρος. λαμβάνειν οὖν χρὴ ἀπὸ τῆς ἀφηλιωτικῆς μοίρας ἐπὶ τὴν λιβυκὴν καὶ τὸ συναχθὲν πλῆθος σκοπεῖν, πόσον μέρος ποιεῖ τῶν τξ΄ , καὶ ἐκεῖνο τὸ μέρος τῆς ὥρας ἡ γένεσις φέρει πρὸς τάς πεπληρωμένας ὥρας. ὡσαύτως δὲ καὶ ἀπὸ τῆς ὡροσκοπούσης μοίρας τὸ πλῆθος τῶν μηνῶν διεκβάλλειν ἀνωφερῶς καὶ κατωφερῶς πρός τε τὸ ἀφηλιωτικὸν καὶ λιβυκὸν ἡμισφαίριον.

Ἄλλως. κατὰ μόνας μὰν ἕκαστος τῶν κλήρων ἐμφαίνει τὴν ὡροσκοποῦσαν μοῖραν, οἷον εἰ τύχης ὁ κλῆρος ἐστὶν ἐπί τινος ζῳδίου ἐκπεπτωκώς πλατικῶς· κατὰ μέντοι τὸν μοιρικὸν λόγον τῆς Σελήνης ἐφέξει τὰς μοίρας ἐξαριθμῆσαι, οἷον ἄχρι ἀπὸ Σελήνης ἐπὶ Ἥλιον, καὶ τὸ γινόμενον πλῆθος ἀποδιδόναι ἀπὸ τοῦ κλήρου ἀνωφερῶς· ὅπου δʼ ἄν καταλήξῃ, ἐκεῖνο ὡροσκοπήσει ὁμοίως δὲ καὶ δαίμων καθολικῶς ἐπί τε τῶν νυκτερινῶν καὶ ἡμερινῶν ἐνεργήσει ζῳδιακῶς πρὸς σύγκρισιν, μοιρικῶς δὲ κατὰ τὸν Ἥλιον· εἶθ᾿ οὕτως ἀριθμεῖν ἡμέρας μὲν ἀπὸ Ἡλίου ἐπὶ Σελήνην [*](3 τῶν aut τῆς in S 4 an τὰς-θείσας ἐφεξῆς? 5 τριακοντάδος 14 ἀνα- κυκλούμενος aut -ον ex -ος S τὴν] τῆς S 25 τῆς] τἀς S 30 ἐστὶν Rad] τισὶν S 32 an ἐφεξῆς? ἄχρι ante ἐπὶ aptius 37 ἀριθμῶν ut vid. S)

343
καὶ τὰ ἴσα ἀπὸ δαίμονος ἀνωφερῶς, νυκτὸς δὲ ἀπὸ Σελήνης ἐπὶ Ἥλιον καὶ τὰ ἴσα ἀπὸ δαίμονος κατωφερῶς, ἢ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην καὶ τὰ ἴσα ἀπὸ δαίμονος ἀνωφερῶς· κατʼ ἀμφότερα δὲ τὸ ἐκβησόμενον εἰς τὸ αὐτὸ τὴν κατάληξιν ἔχει. αὕτη οὖν ἡ χρηματιστικὴ μοῖρα κριθήσεται· ἡ δὲ σύγκρισις τοῦ ζητουμένου κατά τὴν προκειμένην ἀγωγὴν διαληφθήσεται ἐκ τοῦ ἀναφορικοῦ καὶ τῆς παρεγκλίσεως, ὅσον χρόνον διείληπται τὸ μέγεθος τῆς ὥρας, ἐπιπροσθέντας τῳ ἐγκλίματι ἢ ἀφελόντας λογίζεσθαι, ὅσον τὸ διάστημα τῶν μοιρῶν, καὶ ταῦτα πάλιν ἐπιπροσθέντας τῇ προευρεθείσῃ χρηματιστικῇ μοίρᾳ ἢ ἀφελόντας ἐκείνην ἡγεῖσθαι ὡς ὡροσκοπικήν. ὅθεν αἱ τῶν οἰκήσεων τοποθεσίαι κατὰ τὴν τοῦ ὁρίζοντος παρέγκλισιν ἄλλοτε ἄλλως ἀναμετρούμεναι διαφοράν οὐ τὴν τυχοῦσαν ἐνδείκνυνται, οὔτε τούς αὑτούς χρόνους βιώσονται οἱ ἐν τῇ Ρώμῃ γεννηθέντες τοῖς ἐν Βαβυλῶνι οὐδʼ ἕτεροι ἑτέροις· ἀλλ᾿ ὁτὲ μὲν διαφορὰ ἐλαχίστη εὑρεθήσεται, ὁτὲ δὲ μεγίστη, ὁτὲ δʼ ὑπερβάλλουσα· εἰ γὰρ ὥρα ὥρας μυρία ὑπερτείλασα δύναμιν ἔχει καὶ ἡμέρας, πῶς οὐχὶ καὶ κλίμα κλίματι διὰ τὰ τῆς γῆς σκιάσματα καὶ τὰς ἀνοδίας καὶ στάσεις τοῦ Ἡλίου πρὸς τοὺς ὁρίζοντας. ἀλλὰ ταῦτα τοῖς πλείστοις δυσέφικτα καὶ ληρώδη τυγχάνει, τοῖς δὲ σοφοῖς ἀπόδειξις τῶν προκειμένων τὰ γινόμενα ἀποτελέσματα. Ἄλλως. τὰς τοῦ Ἡλίου καὶ τὰς τῆς Σελήνης μοίρας ἐπισυνθέντας χρηματιστικὸν γνώμονα ἡγεῖσθαι καὶ συνεκτικὴν μοῖραν καὶ κατὰ τὴν τοῦ προστάσσοντος διάκρισιν ἐνεργητικήν· ἔπειτα ἀπὸ τοῦ δοκοῦντος ὡροσκοπικοῦ ζῳδίου ἀπὸ τῆς α΄ μοίρας ἀρξάμενος ποίει τούς δύο κλήρους, ἕως ἰσάριθμοι γένωνται Ἥλιος καὶ Σελήνη. πάντως γάρ δεῖ δύο μοίρας ἑκάστῳ ζῳδίῳ ὡροσκοπεῖν μετʼ ἀνάγκης ἢ ἐσθʼ ὅτε καὶ γ΄ , ὅταν ἀρχῇ τοῦ ζῳδίου καταλήξῃ ὁ σύμπας ἀριθμὸς Ἡλίου καὶ Σελήνης ἐν μέσοις ἢ ἐπὶ τέλει· κατὰ γάρ τὸν ἰσημερινὸν χρόνον ἡ πρόσθεσις καὶ διαίρεσις γινομένη τὴν συμφμωνίαν τῶν μοιρῶν ἐνδείξονται. ὁμοίως δὲ καὶ ἐπὶ Ἡλίυ καὶ Σελήνης· καὶ γὰρ ἡ Σελήνη διὰ δύο ἡμερῶν καὶ ἡμίσους διέξεισι τὸ ζῴδιον. δίχα μὲν οὖν τμηθεὶς ὁ γνώμων εἰς τὴν αὐτὴν συμφωνίαν ἀποκαθίσταται. ἀπὸ γάρ τῶν ἀθανάτων τῶν στοιχείων ἡ φύσις εἰς ἡμᾶς τάς ἀπορροίας πέμπουσα σύμπηξιν κοσμικὴν ἀπεργάζεται καὶ δημιουργεῖ ἠρέμα τὰ πάντα ἀμισθαφῶς τε καὶ ἀποικίλως, μὴ ὑπερβαίνουσα δὲ τούς ὅρους [*](4 εἰς] καὶ S 6 nempe ληφθήσεται 9 ἐπιπροσθέντες S 13 〈καὶ〉 οὔτε Rad. 16 nempe μορίῳ ὐπερτ. et 〈ἡμέρα〉 ἡμέρας et κλίμα κλμα- τος 18 ἀνωδίας S; neptias emendare difficile 28 an del. ἐν μέσοις? 29 nempe ἀφαίρεσις 36 an ἀμεταθέτως?)
344
τῆς νομοθεσίας κόσμον διευθύνει, ὑπηρετοῦσα δὲ τοῖς κοσμικοῖς καὶ ἐξ ὕπνου μέγεθος καὶ εἰς μακρὸν αἰῶνα κυκλοστρεφουμένη τὰς τῶν ἀνθρώπων καὶ ζωμῶν γενεὰς φυτῶν τε καὶ καρπῶν εἴδη ἃ μὲν φθείρει καὶ δαπανᾷ καὶ εἰς λήθην ἄγει, ἃ δὲ γεννῶσα καὶ τρέφουσα ἀνανεοῖ πάλιν· καὶ οὔτε μὴν ἀΐδόν τι καὶ ἐπίμηκες περὶ μονὴν τῶν ἐπὶ γῆς οὔτε φθαρτὸν καὶ ἔρημον, ὅπως καὶ ἡ γῇ χηρεύουσα ἀμορφίας τύπον ἀναλάβῃ, ἀλλὰ καὶ κυβερνωμένη ὑπὸ τῶν οὐρανίων καὶ ἀγαλλομένη τοῖς περὶ αὑτὴν ἀγαθοῖς καὶ ἀγλαοφοροῦσα καὶ χρωμάτων εἴδεσι μεταμορφουμένη εὐμορφώσῃ· οὐδὲν γὰρ τῶν ἐν κόσμῳ στοιχείων ἄμορφον. καὶ τὴν θάλασσαν ὑπὸ τῶν ἀμπώτεων καὶ τῶν ἀνέμων γυμναζομένην ἀνανεοῦσι, καὶ διὰ τήν χροιάν ἀποκαθίσταται πλοῦς καὶ ναμάτων ἀπὸ τῆς γῆς ἐπιθωρευομένην, καὶ πάντοτε πλημμυρουμένη οὐδέποτε λήγει οὐδὲ μὴν πλημμυρεῖ ὑπὲρ τὴν φύσιν, τοῖς εἰς ἑαυτὴν δὲ ἀνακεχυμένη μυρίοις κλύδωσιν ἑστάναι δοκεῖ, καίπερ ἀστήρικτος οὖσα· νηκτῶν δὲ πλῆθος ἰχθύων ἐν τοῖς κόλποις καὶ κοιλώμασιν ἀνατρέφουσα ἃ μὲν ἀπὸ κήτοις, ἃ δὲ εἰς χρῆσιν ἀνθρώπων δημιουργεῖ, ἃ δὲ εἰς ἀλλήλων βοράν. ἀλλʼ οὐδὲ μὴν ὁ δοκῶν ἀὴρ κενὸς δρᾶσθαι ἀργὸς καὶ ἄπρακτος τυγχάνει, ὑπὸ δὲ τῶν πνευμάτων ἡνιοχούμενος καὶ ταχέμως μεταμορφούμενος ποικίλος ὁρᾶται καὶ λεληθότως ἡμῖν τὸ ζωτικὸν πνεῦμα μετὰ εὐκρασίας ἀπεργάζεται, πτηνῶν δὲ παντοίων ἰδέα αὐτὸν ἐγχορεύουσα ὄχλον καὶ τέρψιν τῇ θεωρίᾳ παρέχεται. καὶ οὕτω τῶν στοιχείων κατὰ τὸν φυσικὸν λόγον ἕτερον ἐξ ἑτέρου γινόμενον καὶ ἀνατυπούμενον καὶ εὐμορφίαν καὶ χρῆσιν ἰδίαν κεκτημένον τὴν κοσμικὴν σύστασιν ἐνδείκνυται· οὐδὲν γάρ καθʼ ἑαυτὸ μένον πλεονεκτεῖ τὸ ἕτερον, ἀλλʼ ἄχρηστον καὶ βλαβερὸν τυγχάνει· συγκιρνάμενον δὲ ἑτέρῳ εὐκρασίαν ἀποτελεῖ διὰ παντὸς χρώμενον ὑπὸ πάντων οὐκ ἀναλοῦται· δοκεῖ δὲ καθώς ὁρῶμεν ἡ γῆ καταβραβεύειν τῶν λοιπῶν ἐπέχουσα αὐτὴ τὰ πάντα ὡς πρόγονος.