Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἰδίως μὲν οὖν συναφαὶ καὶ κολλήσεις τῶν ἀστέρων Ἡλίου τε καὶ Σελήνης πρός τε ἀγαθὸν καὶ φαῦλον ἐνεργητικαὶ καθίστανται· σκοπεῖν δὲ δεῖ καὶ τοὺς ἑκάστου ἀστέρος περιοδικούς χρόνους, εἰ συντρέχουσι τοῖς τῶν ἀγαθοποιῶν ἥ κακοποιῶν χρόνοις καὶ ἐκ τίνων ἀριθμῶν σύγκεινται. οἷον ἐπὶ Κρόνου ἡ περίοδός ἐστιν ἔτη λ΄· ζητῶ, ἐπὶ πόσων ἄλλων δύνανται τὰ λ΄ χρηματίζειν· εὖρον οὕτως. ἠρξάμην ἀπὸ τετάρτου καὶ ἐφεξῆς τούς ἄλλους συντιθέναι· δ΄, ἔπειτα ε΄,  γίνονται θ΄· εἶτα Ϛ΄ εῖτα ζ, γίνονται κβ΄ εἶτα η΄, λ΄· συμπληροῦται ἄρα τὰ λ΄ ἐκ τεσσάρων. ἔσται οὖν Κρονικὸς κλιμακτὴρ ὁ διὰ δ΄ εῖτα καὶ αὐτὸς λ΄. Ζεύς δὲ πρὸς ἀγαθοποιίαν καὶ δόξαν διὰ τριάδος· γ΄ δ΄ ε΄ γίνονται ιβ΄ Ἄρης δὲ δ΄ ε΄ Ϛ΄, γίνονται ιε΄ . Ἀφροδίτη δὲ ἀσύνδετος εὑρέθη· ἔξει οὖν τὸν διὰ τῆς η΄ . Ερμῆς δὲ τὸν διὰ τῆς δυάδος: β΄ γ΄ δ΄ ε΄ γίνονται κ΄. Σελήνη δὲ ἐκληρώσατο τὴν τριάδα· γ΄ δ΄ ε΄ Ϛ΄ ζ΄ γίνονται κε΄. Ἥλιος δὲ τὴν ἐννεάδα· θ΄ ι΄ γίνονται ιθ΄· ἔτι [*](5 ἀπαλλαγὴν (sic) τοῦ ζητουμένον χρόνου μετάβασιν ἀγαθοποιός καθί- σταται S extrema duo verba del. Sb 7 ὑπάοχειν S τάς] τέ S 8 possis etiam εἰ τετράγωνος τρίγωνος etc. 10 δοκεῖν S 14 an κατά φύσιν καὶ? κατά συνοφὴν Rad. 17 in mg. ε S 22 σύγκειται S 25 συν- τιθῆναι S εἶτα ε΄ εἶτα ζ΄ (ς΄ pro ζ΄ S2) S 30 sc. τῆς ὀγδοάδος)

339
δὲ καὶ τῆς εἰκοσάδος δεσπόζει ὁ Ἥλιος· συνέστηκε δὲ αὕτη ἐκ τε μονάδος καὶ ἐννεακαιδεκάδος, ἐπειδὴ ὁ Ἥλιος ἐν τῷ ἡμερονυκτίῳ μίαν μοῖραν διαπορεύεται, τουτέστιν ἐν ταῖς κδ΄ ὥραις ποιεῖται φάσεις δ΄, μίαν μὲν ἀπὸ ἀνατολῆς ἕως μεσημβρίας, δευτέραν δὲ ἀπὸ μεσημβρίας ἕως δύσεως, τρίτην δὲ ἀπὸ δύσεως ἕως μεσονυκτίου, τετάρτην δὲ ἀπὸ μεσονυκτίου ἕως ἀνατολῆς. ἐὰν οὖν συνθῶμεν τάς μοίρας τῶν φάσεων, τῆς μὲν α΄ ὥρας Ϛ΄ καὶ τῆς β΄ δώδεκα καὶ τῆς γ΄ τη΄ καὶ τῆς τετάρτης κδ΄, γίνεται ξ΄ τὸ ἡμερονύκτιον γίνεται ξ΄. ὁ δὲ τρόπος νοητέος, ὅσπερ ἐστὶ κατὰ τάς τοποθεσίας τῶν ἀστέρων χρηατιστικὸς παραχρῆμα κατά τὴν τῶν ζῳδίων φύσιν.

Συγκρίνειν δὲ δεῖ καὶ τάς γινομένας κατακλίσεις τὸν τρόπον τοῦτον. ἀπὸ τῆς γενεθλίου συνόδου ἕως τῆς γεννητικῆς ἡμέρας μαθόντες τὸ τῶν ἡμερῶν πλῆθος ἐκκρούομεν ὁσάκις δυνατὸν τετραετηρίδας· τὸ περιττὸν τῶν δ΄ ἀριθμῶν σημειωσάμενοι λαμβάνομεν ἀπὸ τῆς συνόδου τοῦ καταγομένου ἔτους ἕως τῆς γενεθλιακῆς ἡμέρας καὶ ἐκκρούσαντες τετραετηρίδας τὸ περίλοιπον σημειούμεθα. τρίτῳ δὲ λόγῳ λαμβάνειν χρὴ ἀπὸ τῆς πρὸ τῆς κατακλίσεως συνόδου ἕως τῆς κατακλιτικῆς ἡμέρας καὶ ἐκκρούσαντας τάς τετραετηρίδας τὸν λοιπὸν ἀριθμὸν συγκρίνειν τοῖς προτέροις. ἐὰν δέ πως αἱ τῆς γραφῆς εἰς ἕνα ἀριθμὸν καταλήξωσι, θανατικὸς ὁ χρόνος κριθήσεται. ἐὰν δὲ διάφοροι, κίνδυνος διὰ νόσου ἢ πάθους ἢ σίνους διερχόμενος. διὰ πείρας δʼ ἡμῖν ἔδοξεν οὐ μόνον τὰς καταρχάς τῶν κατακλίσεων χρηματιστικὰς ἡγεῖσθαι, ἀλλὰ καὶ παντὸς οἱουδήποτε οὖν πράγματος, ἥττονος ἐπισήμου, σὺστατικοῦ ἐπιψόγου, κοινωνικοῦ· καὶ ἀπλῶς οὐ μόνον τὰ εἰς ἀνθρώπους συντελούμενα, ἀλλὰ καὶ τὰ ἐξ ἀνθρώπων, οἷον κτήσεων ἀναθημάτων κατασκευάς, ἀγωγάς στραταρχίας πολεμαρχίας, φαύλων καὶ ἀγαθῶν ἐγχειρημάτων· καὶ κατὰ εἶδος εἰ βουλοίμην λέγειν, πολύς ἄν μοι ὁ περὶ τούτων λόγος ἀνυσθήσεται.

Ὅθεν κατὰ τὸν τῆς καταρχῆς χρόνον καὶ τὸν τῆς ὥρας καὶ τὸν [*](2 ἐννεακαιδέκατος S 8 β΄] ιβ΄ S ἡμιοκύκλιον S 9 ὥσπερ S 10 χρηματιστικὰς S nempe παρὰ τὸ σχῆμα καὶ τὴν 12 in mg. Ϛ a et sic deinceps 20 ἐκκρούσαντες S 22 expecto αἱ τρεῖς αγαγαὶ vel sim. 24 aptius ἐπερχόμενος 27 οὐ μόνον] μειζόνων S 28 possis etiam κιί- σεαν 29 πολεμαχίας S 30 βουλόμην S)

340
αὐτοῦ μόνον τοῦ εἴδους ἡ ἀποτελεσματογραφία κριθήσεται, ἤτοι ἀγαθὴ ἢ καὶ ὡς ἐναλλὰξ ἢ ἐπίμονος ἢ εὐκαθαίρετος ἢ ὠφέλιμος ἢ ἐπιβλαβής· καὶ οὐχ ὥς τινες γόητες πάντα τὰ πράγματα ἀπὸ μιᾶς καταρχῆς λέγειν πειρῶνται, οὐ μόνον περὶ πραγματικῶν, ἀλλὰ καὶ περὶ χρόνων ζωῆς, ἀπατᾶν βουλόμενοι τάς τῶν προσιόντων ψυχάς. ἀγαπητὸν γὰρ εἰ θέματος τεθέντος νήφοντι λογιθμῳ κατὰ τὸ τῆς συγκρατικῆς καὶ κεντρικῆς συστάσεως ἄρξαιτό τις ἑρμηνεύειν μὴ διὰ πλήθους λόγων, ἀλλὰ διὰ βραχέων εἰς ἀλήθειαν εὐθυνόντων· οὗτος δόξειεν κυβερνήτης μὲν βίου, σύμβουλος δὲ ἀγαθὸς καὶ ἀτρεκὴς προφήτης εἱμαρμένης καθεστάναι. ἀλλὰ τινὰ μὲν παρά τούς ἀμαθεῖς καὶ χρημάτων ἐραστάς γίνονται· κολακεύοντες γὰρ καὶ ψευδεῖς ἡδονὰς ἐπεισφέροντες ἀμαυροῦσι μὲν τὸν λογισμὸν καὶ μεταρσίους τάς ψυχάς τηρήσαντες ἀπʼ αἰθέρος εἰς γῆν καταρριπτοῦσιν· ὅθεν οἱ πλείους ὀδυνηρὰ λαμβάνοντες διασκευάζουσι τὴν πρόγνωσιν ἀνυπόστατον.