Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Καὶ τούτων μὲν κατά κοσμικὴν ἁρμονίαν οὕτως διατεταγμένων κατὰ παλαιὸν ἄνδρες Αἰγύπτιο κατὰ ἀρχαῖον ἀπὸ τούτων μονομερῆ παραλαβόντες εἰς ποικίλας καὶ συγκρατικάς διαστολὰς κατέκλεισαν, σοφιστικοῖς λόγοις καὶ ἐφόδοις χρησάμενοι· περιτειχίσαντες δὲ τὴν θεωρίαν μυρίοις ἐρείσμασι καὶ κλειἀχαλκεύτων γομφώμασιν ἀπηλλάγησαν· ὅθεν οἱ ἐμπεσόντες εἰς τούς περιβόλους τρόπον τετυφλωμένων ἀλητεύοντες διὰ ἀπύλους ποιεῖν ἢ τὴν τῶν πυλῶν τοποθεσίαν μὴ εὐτυχηκέναι τῆς εὑρέσεως τοῦ μυριάκις περινοστεῖν ἐκτήσαντο τὴν συμφοράν. ἐγὼ δὲ τούτου τοῦ φρουρίου ἐκκόψας τινὰ μέρη πυλῶν τοῖς βουλομένοις τὴν διέξοδον ἐμήνυσα πλέον· ἐπὶ οὖν τὸν προκείμενον πάλιν δρόμον τὴν διάνοιαν μεταθήσομαι καὶ ἔστω λόγος περὶ τῆς δωδεκατρόπου. ἐκ ταύτης γάρ καὶ Ἀσκληπιὸς κινηθεὶς συνέταξε τὰ πλεῖστα καὶ ἕτεροι δὲ πολλοὶ Αίγυπτίων τε καὶ Χαλδαίων. ὁμοίως δὲ καὶ τὴν ὀκτάτροπον.
Ὅθεν δὲ οἱ τόποι ἀπὸ ὡροσκόπου λαμβανόμενοι οὕτως. α΄ ζωὴ καὶ ὑπόστασις τῶν χρόνων καὶ ψυχικὸν πνεῦμα, τουτέστιν αὐτὸς ὁ ὡροσκόπος· τοῦ δὲ περὶ ἀδελφῶν ὁ ἀγαθὸς δαῖμαων καὶ τέκνων καὶ φίλων τόπος, γονέων δὲ πρακτικός, γυναικὸς δὲ γαμοστόλος, τέκνων ἔνατος. β΄ βίος καὶ ὑπαρχόντων πρόσοδος, τοῦ δὲ περὶ ἀδελφῶν κακὸς δαίμων καὶ δούλων καὶ ἐχθρῶν τόπος καὶ κακωτικῆς αἰτίας, γονέων δὲ ἀγαθὸς δαίμων καὶ φίλων τόπος, τέκνων δὲ περὶ πράξεως καὶ δόξης, γυναικὸς δὲ θανατικὸς τόπος. τούτῳ τῳ ζῳδίῳ ἤ τῷ τούτου διαμέτῳ ὁ κύριος τῆς συνόδου πανσελήνου εὑρεθεὶς ἔκπτωσιν δηλοῖ· ὁμοίως δὲ καὶ ἡ σύνοδος καὶ ἡ πανσέληνος παρατηρεῖται. γ΄ περὶ [*](3 εὐθράστω S 4 in mg. γ S τῆς] τοῦ S τῶν] S 5 τό- πων S 7 si nil aliud, τὸν παλαιόν (i. e. Petosiridem) scribendum 12 τόπων S dissuadeo τετυχηκέναι 14 τοῦ] τέ S 16 ἐπεὶ S 20 ῥμοίως sqq. spuriane? 21 si nil aliud, δὴ pro δὲ reponendum ω ge- minat S 22 α΄ ] μ΄ S 23 si a fratrum loco ut ab horoscopo proficiscaris, proprius horoscopus erit bonus daemon 29 τούτω S 30 πανσελήνη S)