Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Σαφέστερον δὲ τὴν εἴσοδον ποιησόμεθα δἰ ὑποδειγμάτων. ἔστω γένεσις Ἀδριανοῦ ἔτος γ΄ , Ἀθὺρ λ΄, ὥρα ἡμέρας δ΄ Ἥλιος Σκορπίου μοίρᾳ ζ΄ , Σελήνη Παρθένου μοίρᾳ λ΄ ἕως ὀψὲ δρόμημα μοιρῶν ιδ΄ ιε΄. τὸ δʼ ἐκ τῆς ἰσημερινῆς μέγεθος κατὰ ἡμέρας κ΄ μοῖραν εὑρέθη ιβ΄ μοῖραι. εἰσελθὼν εἰς τὸ σελίδιον τῶν κλιμάτων κατὰ τὰς ια΄ μοίρας καὶ εὑρών ια΄ μβ΄ τούτῳ χρῶμαι τῷ στίχῳ. ἐπεὶ οὖν ἡμερινόν ἐστιν ἡμισφαίριον, εἰς τὸ ἄντικρυ αὐτοῦ εἰσελθών, ὅπερ ἐστὶ νυκτερινόν, κατά τὰς ιη΄ μοίρας καὶ λεπτὰ ιη΄ τὰ ια΄ μβ΄ πληροῖ τὴν τριακάδα· ἔθηκα οὖν τὴν ἀρχήν τοῦ διαβήτου κατὰ τὰς ιη΄ μοίρας καὶ ἐξέτεινα ἕως τῶν ἄλλων ὡρῶν τῆς ἡμέρας ὑπὲρ τὴν γραμμὴν κατὰ τὰς πάσας ια΄ με΄ . καὶ τοῦτο τὸ μέγεθος τῆς ἐκτάσεως τοῦ διαβήτου εἰσήνεγκα εἰς προκείμενον ὄργανον τῆς Σελήνης κατὰ δρόμημα. ἔτρεχεν δὲ ἐπὶ τῆς προκειμένης γενέσεως ιδ΄ ιε΄· εἰσῆλθον οὖν κατὰ ταῦτα καὶ ἔθηκα τὴν ἀρχὴν τοῦ διαβήτου καὶ ἐσκόπησα κατὰ πᾶσαν χώραν, ποῦ καταλήγει ἡ ἑτέρα ἀρχὴ τοῦ διαβήτου. καὶ εὗρον κατὰ τὴν δεκάτην περὶ δ΄ μέρος. ἐπεὶ οὗν ἑκάστη χώρα μοῖραν δηλοῖ, ταῦτα προσέθηκα ταῖς εὑρεθείσαις ἕως ἡλιοδυσίου Παρθένου μοίραις λ΄ καὶ ἐξευρέθη Σελήνη Ζυγοῦ μοίρᾳ κα΄ ἔγγιστα. καὶ ἄλλως δὲ εἰσελθὼν εἰς τὸ ἡμερινὸν ἡμικύκλιον κατὰ τάς ια΄ μβ΄ τοῦ μεγέθους τῆς ἡλιακῆς μοίρας ἐξέτεινα τὸν διαβήτην ἕως τῶν η΄ ὡρῶν τῶν κυπτουσῶν κατὰ τὴν γένεσιν εἰς τὸ ἡλιοδύσιον καὶ τὸ αὑτὸ μέγεθος.

[*](7 ἰσημερινῆς] siguum obscurum in S 11 ιή] η΄ S 13 post ὑπὲρ exiguum spatium in S 24 ἡλιοδύσιν S Reliqua pag. 176v vacua in S; f. 177 sqq. e V f. 106 descripta sunt)