Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τὸ ὑποκείμενον ὄργανον τὴν πῆξιν ἔχει περὶ ὡροσκοπικοῦ ζῳδίου καὶ ἀναγκαστικῆς καὶ φυσικῆς ὥρας, καθὼς καὶ ὁ βασιλεὺ ᾐνίξατο ἀπὸ τοῦ σπορίμου Ἡλίου παχυμερῶς. ἐγὼ δὲ λεπτομερέστερον, τὴν ἀρχὴν ἀπὸ τοῦ Θὼθ μηνὸς ποιησάμενος, ὅς ἐστιν ἀπόζυγος διὰ τὴν μονάδα, ὁ δὲ Φαωφὶ ἄρτιος διὰ τὴν δυάδα, ὁ δὲ Ἀθὺρ ὁμοίως ἀπόζυγος, ὁ δὲ Χοιὰκ ἄρτιος. καὶ ἀκολούθως ἓν παρʼ ἓν τὰ λοιπὰ δεῖ ζῴδια σκοπεῖν. κατὰ τὴν ζητουμένην νύκτα ἤ ἡμέραν καὶ τὸν χρηματίσοντα μῆνα εἰσελθόντες εἰς τὸ ὑποκείμενον κανόνιον ἐπί τε τῶν νυκτὸς καὶ ἡμέρας γεννωμένων κατʼ εὐθὺ εὑρήσομεν τὰς γεννητικὰς ὥρας.