Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τισὶ μὲν οὖν ἔδοξε τῶν εὐηθῶν λέγειν πάντα ἡμῖν· μὴ δυνάμενοι δὲ τοῦτο ἀποδεῖξαι διὰ πείρας εἰς μέρος τι τοῦ λόγου κατέδραμον φάσκοντες ἃ μὲν ἐν ἡμῖν, ἃ δὶ ἐν τῇ εἰμαρμένῃ. τυχόντες δὲ τούτου καὶ ἀναισχυντοῦντες εἰς ἄπειρα καὶ ἀνοίκεια ζητήματα ἐχώρησαν λέγοντες. τὸ προελθεῖν ἐκ τῆς οἰκίας ἐν ἐμοὶ καὶ τὸ λούσασθαι καὶ πορευθῆναι ὅπου βούλομαι καὶ πρᾶξαί τι καὶ πρίασθαι καὶ συντυχεῖν φίλῳ καὶ ἕτερα πλεῖστα ἄπορα. τοὐναντίον δὲ ἐγὼ φημι πρὸς τούτους, ὅτι οὐδὲ ταῦτα τὰ μάταια ἐν αὐτοῖς ἐστιν· εἰς τὸ ἐναντίον γάρ χωρεῖ τὸ τῆς προαιρέσεως διά τινας ἀπροφασίστους αἰτίας. καὶ γὰρ αὐτὸς πολλάκις πρᾶξαί τι βουλόμενος ἢ συντυχεῖν φί ίλῳ ὥραν καλὴν ἐκλεξάμενος οὐκ ἔτυχον τοῦ προκειμένου οὐδὲ μὴν ὅπου ἐβάδιζον γενόμενος· ὁπότε δʼ οὐκ ἐβουλήθην, τὸ τοιοῦτον συνετελέσθη· πάντως γὰρ ἔδει τὴν ὥραν ἐναρμόνιον τῶ μέλλοντι ἔσεσθαι τυχεῖν. τοιγαροῦν χρή τούς γε νοῦν ἔχοντας ἕπεσθαι τῷ δαιμονίῳ καθὼς βούλεται (κατασκευάζει γάρ τὴν --- πρὸς ὃ θέλει) ἢ καλὰς ὣρας ἐκλέγεσθαι, ἀρχικῆς δὲ πράξεως τῆς καταρχῆς γενομένης κατὰ τὴν κοσμικὴν κίνησιν καὶ ἀνάγκην συνορᾶν τὸ ἀποτέλεσμα ἐκ τῆς τότε ἀστροθεσίας καὶ τῆς τοῦ ὡροσκόπου.