Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἀλλὰ περὶ μὲν τούτων καὶ τοῖς μεταξὺ τῆς διηγήσεως δηλώσομεν ἀποδεικνύντες ἑτεροσχημόνως, ὁπηλίκη δύναμις περὶ αὐτοῦ νενόμισται ἐπί τε τῶν πρακτικῶν καὶ βιωσίμων χρόνων. παρατηρητέον δὲ κατὰ πλεῖστον, ἐάν πως οἱ κλῆροι εἰς Καρκίνον ἤ Λέοντα ἤ Αἰγόκερω ἢ Υδροχόον συνεμπέσωσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι ἤ ὑπὸ οἰκείων ἀστέρων χρηματιστικοῖς ζῳδίοις· λαμπράς μὲν οὔσης τῆς ὑποστάσεως ἡγεμονικοὶ βασιλικοὶ στραταρχικοὶ καθίστανται, ἐξουσίαν ζωῆς καὶ θανάτου ἔχοντες, συμπάθειάν τε βασιλικὴν κεκτημένοι δωρεᾶς καὶ δόξης καταξιοῦνται καὶ ταῖς ἐπιβολαῖς εὐημεροῦσιν, ἄπρακτοι δὲ τὰ πρῶτα ταῖς ψυχαῖς καταβολάς ὑπομείναντες καὶ χαλεπανθέντες μεταμφιασάμενοι εἰς ἀπροσδόκητον ἔρεισμα καταντῶσιν, ὑπὸ τῶν πλείστων εὐφημούμενοι καὶ μακαριζόμενοι. ὅσοι δὲ τὴν ὑπόστασιν μετρίαν ἐκληρώσαντο, βασιλέως πράγματα πιστεύονται καὶ διοικοῦσιν καὶ ἀνωμάλως καὶ ἐπιθόνως διευθύνουσιν τινὲς δὲ στρατιωτικοὶ ἢ μεταξὺ τούτων ἀναστρεφόμενοι ἤ βασιλικαῖς [*](2 in extremis vestigia iambica apparent 3 συγγνμώσεως supra ΙΙ 3 4 structura non perspicua, fuitne καὶ λοιπόν hic et v. 10? an ὁρᾶται? 9 ἀποβλὰς S 10 cf. ad v, 4; fort. sequentia rursus regis verba 11 γενο- μένους Sa 12 an ὑπόστασιν vitamʼ? 21 possis αὐτὸν 25 possis μὲν 〈γὰρ〉 vel 〈οὖν 〉 29 an τῆς τύχης ἀποβολὰς?)

334
αὐλαῖς καὶ δημοσίοις τόποις ὀψωνίων μετέχουσιν, οὐ τοσοῦτον περὶ τὸν βίον συγκεκοσμημένοι, ὅσον τῇ κακοδόξῳ φαντασίᾳ καὶ πολυμερίμνῳ καὶ εὐθραύστῳ κακοπαθείᾳ.