Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Σκοπεῖν δὲ δεῖ τοὺς ἐχθροὺς τόπους καὶ τοὺς ἀστέρας οὐ μόνον ἐπὶ τῶν ἄλλων, ἀλλὰ καὶ τοῦ ὡροσκόπου καὶ Ἡλίου καὶ Σελήνης· οὗτοι γὰρ καὶ ἐναντίοι ἐν ταῖς παρόδοις γενόμενοι τοὺς κλιμακτῆρας καὶ τοὺς θανάτους σημαίνουσιν. οἷον ἐπὶ τοῦ Κρόνου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν χρή, τίνος εἰσὶ θεοῦ ὅρια, καθὼς ἐν τῷ ὀργάνῳ πρόκειται, κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται ἢ ἐν τοῖς τετραγώνοις ἢ ἰσαναφόροις, καθὼς ἂν καὶ ὁ χρόνος συντρέχῃ ἐν τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων· ἐχθροὶ γάρ εἰσιν οἱ ἐκ τῶν ἀντικειμένων μοιρῶν τῶν ὁρίων οἱ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις δημαίνουσιν ἢ εἰς τὰ ἰσανάφορα τοῦ ὡροσκόπου.

Οἷον ἔστω Κρόνος Καρκίνου μοίρᾳ κα΄ ὁρίοις Ἀχροδίτης· διαμετρεῖ Αἰγόκερως ὅρια Ἄρεως· οὗτος ἦν Ταύρου μοίρρ κζ΄· ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται. Παρθένῳ ἀπέθανεν· τὸ γὰρ μοιρικὸν τετράγωνον τούτου Σκορπίῳ μοίραις ιδ΄ ὁρίοις Κρόνου· ἡ δὲ ιδ΄ τοῦ Ταύρου ἐστὶν ὅρια Κρόνου. οὗτος μὲν αὑτῷ ἐχθρὸς οὐ γίγνεται· εἰσὶν οὖν τὸ ἰσανάφ ορον Σκορπίου Λέων, ἡ δὲ ιδ΄ μοῖρα Λέοντος εἰσὶν ὅρια Ἡλίου. ἐλθὼν οὖν ὁ Ζεὺς ἐπὶ τοὺς τόπους Ἡλἱου ἀπεχθεῖν εἰς τὸ ἰσανάφορον ἐκεῖ ἀνεῖλεν.

[*](16 κλιμακτήρων S 24 συντρέχει S 27 εἰς] ἐκ S 34 nempe ἐστὶν 36 an ⟨τῷ⟩ ἀπελθεῖν?)
319

Ἄρης Ταύρου μοίρᾳ κζ΄ ὁρίοις Ἡλίου· αἱ δὲ αὐταὶ ἐν Σκορπίῳ ὅρια Σελήνης. ἐχθρὸς δὲ αὑτοῦ οὐδεὶς γίγνεται· ζητῶ οὖν τὰς Λέοντος μοίρας κζ΄ η ε ἐν τῷ ἰσαναφόρῳ, οἵ εἰσι Δίδυμοι ὅρια Ἀφροδίτης. ἀποθανεῖται οὖν Ἄρεως ὄντος ἐν Σκορπίῳ ἢ Ἰχθύσι τοῖς ἰσανατόλοις ἢ τοῖς τούτων τετραγώνοις. ἐὰν δὲ λογίσηταί τις τὰς κζ΄ τοῦ Λέοντος, εὑρήσει Κρόνου ὅρια· Κρόνος δὲ ἦν ἐν Καρκίνῳ ἀποθανεῖται οὖν Ἄρεως ὄντος ἐν Καρκίνῳ ἢ Τοξότῃ ἢ τοῖς τούτων τετραγώνοις.

Ἀφροδίτη Σκορπίῳ μοίραις κζ΄ ὁρίοις Ἡλίου· αἱ διαμετροῦσαι Γαύρου κζ΄ εἰσὶν ὅρία Ἡλίου. αὐτὸς δὲ ἑαυτῷ ἐχθρὸς οὐ γίγνεται. ζητῶ οὖν ἐν τῷ ἰσανατόλῳ τοῦ Σκορπίου τὰς κζ΄ , εἰσὶ δὲ Ἐρμοῦ ὅρια· ἀποθανεῖται οὖν Ἀφροδίτης οὔσης ἐν Παρθένῳ, ὅπου Ερμῆς, ἢ ἐν τοῖς τετραγώνοις· τὸ δʼ αὐτὸ καὶ ἐπὶ τοῦ Ἑρμοῦ ποιητέον. Σκοπεῖν δὲ δεῖ καὶ τὰς κατακλίσεις πρὸς τὸν ἐναντίον τόπον ἐπὶ τοῖς ἐχθροῖς τόποις ὄντα καὶ τοὺς μηνιαίους καὶ ἡμερησίους καὶ ὡριαίους κλιμακτῆρας ποιοῦντας πρὸς τὴν τῆς Σελήνης τριακοντάδα, ἐξ ἧς ὁ ἐναντίος ἀστὴρ εὑρίσκεται.

Πρῶτον εἰπεῖν χρὴ περὶ τῆς πήξεως τοῦ ἀργάνου, ἵνα κἂν βούληταί τις ἀποκατάγειν ἀπὸ χειρῶν ῥᾳδίως εὕρῃ τὴν σύστασιν. περὶ μὲν οὖν τῆς συστάσεως τοῦ ἀργάνου κατὰ τάξιν εὑρήσεις οὕτως. τοῦ κατὰ τὴν ἡμέραν μεγέθους τὸ ξ΄ πολυπλασίασον ἐπὶ τὸ λ΄ καὶ ἐκβὰν ἔσται ζωῆς χρόνος καὶ οὐδεὶς τῶν ἀστέρων οὔτε προσθήσει οὔτε ἀφαιρήσει. ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. ὑποτίθεταί τις στήλας τινὰς ἐν τοῖς ἱεροῖς ἀδύτοις εὑρημένας, ὧν ἡ παραύξησίς ἐστι δυάδος προστιθεμένης. ἕκαστον δὲ τῶν στηλῶν τὸ ξ΄ τοῦ μεγέθους τῆς ἡμέρας πολυπλασιασθὲν ποιεῖ χρόνον ζωῆς. οἷον ἀρχή ἐστιν ἀπὸ Θώθ· ἡ πρώτη μοῖρα ἔχει παρακείμενα β΄ ἢ β΄ δ΄ ἕως Ϛ΄ παραύξεται ἡ δυὰς καὶ γίγνονται Ϛ΄ , αἵ παρακείμενον ἀριθμὸν ἔχουσι τὸν ιβ΄ ἔπειτα λύει τὸν σύνδεσμον· κατὰ γὰρ Ϛ΄ αἱ ἀναλύσεις γίγνονται τοῦ συνδέσμου. προστίθησιν οὖν τὸν ιδ΄ ἀριθμὸν τῇ προκειμένῃ ἑξάδι, ἃ δὴ ἔσται φῶτα τῆς Σελήνης. γίγνονται οὖν τῶν ζ΄ κϚ΄ , τῶν η΄ κη΄ , τῶν θ΄ λ΄ , καὶ ἐπειδὴ πεπλήρωται τὰ λ΄, πάλιν ἀπὸ τῆς δυάδος ἄρχεται. καὶ πάλιν εὑρίσκεται παρακείμενα τοῖς ια΄ δ΄ τοῖς ιβ΄ Ϛ΄ καὶ πάλιν πεπλήρωται τῆς δυάδος ἑξάδος. λύσις γίγνεται τοῦ συνδέσμου, καὶ πάλιν προστίθεται τὰς ιδ΄ ταῖς Ϛ΄ καὶ γίγνονται ἐπὶ [*](3 post η in S litteris minimis ε ι ut vid. 10 ἑαυτῶν S 15 μονιαί- ους S 22 χρόνοι S 34 an τοῖς 〈ί β΄, τοῖς) 35 an τὸ τῆς ἑξάδος? 36 an προστίθενται?)

320
τοῦ ιγ΄ στίχου κ΄ . οὕτως οὖν ποιοῦσιν κατὰ ἑξάδα συνδέσμου λυομένου καὶ προστιθεμένων τῶν τῳ προκειμένῳ ἀριθμῷ. ἐὰν κατὰ τὰ μέσα ἡσδηποτοῦν ἑξάδος ὡς ἐπὶ τῆς δευτέρας δεδήλωται ἀπαρτηθῇ ὁ τριακοστὸς ἀριθμός, οὐκέτι προσθήσομεν τὸν ιδ΄, ἀλλὰ πάλιν ἀπὸ δυάδος ἡ ἀρχή. οὗτως οὖν ἀπὸ τῆς ἀρχῆς ἡ σύστασις λαβοῦσα πέρας τέθεικε τῷ ὀργάνῳ ἄχρι μιᾶς τριακοστῆς. πρὸς τὸ εἰδέναι τὸν πρῶτον ἀριθμὸν ἑκάστου ζῳδίου μέθοδος ἦδε, ἧστινος ὑπόκειται ἑξῆς ---

[*](6 nempe λαβοῦσα ⟨τέλος〉 potius τριακοντάδος 8 possis ἥτις at plura exciderunt)
321
322
323
324
325
326
327
328