Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Οὐεσπασιανοῦ ἔτος ζ΄ Επιφὶ κε΄ εἰς τὴν κς΄ ὥρα νυκτερινὴ ς΄ κλίμα Σελήνης. Ἥλιος Καρκίνῳ κζ΄ μγ΄ , Σελήνη Ἰχθύσι ιβ΄ νβ΄, πανσέληνος Επιφὶ κβ΄ ὥρᾳ ἡμερινῇ ς΄ Αἰγόκερῳ κ΄. ἀπὸ πανσεληνιακῆς ἡμέρας τε καὶ ὥρας ἐπὶ τὴν γενεθλιακὴν ἡμέραν τε καὶ ὥραν γίγνονται ἡμέραι γ΄ ὧραι ιβ΄ αἵπερ εἰσὶ τοῦ ἀπὸ πανσελήνου δρόμου ἐπὶ σύνοδον, τουτέστι τῶν ιε΄ , ε΄λ΄ τοῦτο ἀφεῖλον ἀπὸ τοῦ μεγέθους τοῦ παρακειμένου τῇ τοῦ Αἰγόκερω μοίρᾳ κ΄, ὅπερ ἐστὶ ιβ΄ κ΄, καὶ λοιπαὶ γίγνονται ε΄ β΄ τοῦτο μέρος ὥρας ἔσται. ἐψήφισα οὖν ὥρας β΄ καὶ προσέθηκα μέρος ἐγκλίματος τζ΄ . γίγνονται τμ΄ νε΄ ταύτας εὗρον ἐν τῷ ἐγκλίματι περὶ τὴν κθ΄ τοῦ Ὑδροχόου καὶ προσέθηκα τὰς η΄ καὶ γίγνεται ὁ ὡροσκόπος Ὑδροχόου μοῖραι ζ΄ . ταύτας ἔχων εἰσῆλθον εἰς τὸ ὄργανον κατὰ τὴν ζ΄ μοῖραν τῶν Ἰχθύων καὶ εὗρον παρακειμένας κϚ΄ , αἵπερ εἰσὶν τῆς ἑξηκοντάδος γ΄ ι΄ τὸ δὲ παρακείμενον μέγεθος τῇ τοῦ Ὑδροχόου μοίρᾳ κθ΄ ἐτύγχανεν ιγ΄ ἐγγύς. ταῦτα ποιῶ ἐπὶ τὸν ιβ΄ , γίγνονται ρνς΄ εἶτα λαμβάνω τὸ γ΄ καὶ τὸ ι΄, γίγνονται ξη΄ ἐτελεύτα κατʼ ἀρχὰς τῷ ξθ΄ ἥμισυ ἔτει.

Ἄλλη. Ἔτος ιη΄ Ἀδριανοῦ Φαμενὼθ β΄ ὥρα ἡμερινὴ δ΄ Ἥλιος Ἰχθύσι θ΄ μϚ΄ μϚ΄ Σελήνη Αἰγόκερῳ θ΄ μ΄, πανσέληνος ἤμελλεν γενέσθαι. τὸ τῆς Σελήνης φῶς πλῆρες καὶ ἡ ὥρα ἡ δ΄ πλήρης ψηφισθεῖσα σὺν ἐγκλίματι ἤνεγκεν ὡροσκόπον Γαύρῳ μοίρᾳ κθ΄. κατὰ δὲ τὸ ὄργανον παράκειται τῇ κθ΄ μοίρᾳ τοῦ Γαύρου ι΄, ὅπερ [*](1 infra εδ΄ idque verum 6 ἐστὶ Sa]  ἔτη Sb 11 ἡλιακοῦ S 12 προ- σιόντι S 14 haec non intellego 15 ἔτη 16 an Συήνης ? 20 παν- σελήνου] σεληναίου S ratio non constat; corrigant sapientiores 21 τοῦτο] τούτων S 32 ἔτους S)

318
ἐστὶ τῆς ἑξηκοντάδος Ϛ΄· τὸ δὲ μέγεθος ἦν τῆς κθ΄ μοίρας τοῦ Ταύρου ιζ΄ κζ΄. ταῦτα ἐπὶ τὸν ιβ΄ γίγνεται σι΄ ἔγγιστα· τούτων τὸ Ϛ΄ λαμβάνω, γίνεται λε΄· ἐτελεύτα τῷ λα΄ ἡμίσει ἔτει. αἱ γὰρ ὕστεραι μοῖραι τῶν χρόνων τὴν ἔλλειψιν ἔχουσιν παρὰ τὰ τοῦ Ἡλίου λεπτὰ λογιζομένης τῆς μοίρας πρὸς τὰ ἐπιβάλλοντα ἕκασται ἔτος τὸ δ΄ ιϚ΄ ιζ΄.

Ἄλλη. Ἔτος ιε΄ Ἀντωνίνου Εὐσεβοῦς Ἀθὺρ κε΄ εἰς τὴν κϚ΄ , ὥρα νυκτερινὴ θ΄ ἔληγεν, κλίμα Ϛ΄. Ἥλιος Τοξότῃ β΄ νβ΄, Σελήνη Τοξότῃ Ϛ΄ μη΄, σύνοδος γέγονεν. οὐ πολὺ τὸ διάστημα πλήρης ἡ ὥρα ψηφ ισθεῖσα ἡ θ΄ οὐ συνεφώνησεν, ἡ δὲ η΄ ἤνεγκεν ὡροσκόπον Λέοντι ιβ΄· μετὰ τῆς προσθήκης τῶν η΄ μοιρῶν ταύταις παράκειται ἐν τῷ ὀργάνῳ δ΄, ἅπερ εἰσὶ τῆς ἑξηκοντάδος ιε΄. τὸ παρακείμενον τῇ τοῦ Ζυγοῦ μοίρᾳ γ΄ μέγεθος ιε΄· ταῦτα ἐπὶ τὸν β΄ γίγνονται ρπ΄, τούτων τὸ ιε΄ γίγνεται ιβ΄· ταῦτα ἔζησεν.

Σκοπεῖν δὲ δεῖ τοὺς ἐχθροὺς τόπους καὶ τοὺς ἀστέρας οὐ μόνον ἐπὶ τῶν ἄλλων, ἀλλὰ καὶ τοῦ ὡροσκόπου καὶ Ἡλίου καὶ Σελήνης· οὗτοι γὰρ καὶ ἐναντίοι ἐν ταῖς παρόδοις γενόμενοι τοὺς κλιμακτῆρας καὶ τοὺς θανάτους σημαίνουσιν. οἷον ἐπὶ τοῦ Κρόνου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν χρή, τίνος εἰσὶ θεοῦ ὅρια, καθὼς ἐν τῷ ὀργάνῳ πρόκειται, κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται ἢ ἐν τοῖς τετραγώνοις ἢ ἰσαναφόροις, καθὼς ἂν καὶ ὁ χρόνος συντρέχῃ ἐν τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων· ἐχθροὶ γάρ εἰσιν οἱ ἐκ τῶν ἀντικειμένων μοιρῶν τῶν ὁρίων οἱ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις δημαίνουσιν ἢ εἰς τὰ ἰσανάφορα τοῦ ὡροσκόπου.