Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτος Ϛ΄ Τραϊανοῦ Χοιὰκ α΄ εἰς τὴν β΄ ὥρα νυκτερινὴ η΄ σύνοδος⟩ Τοξότῃ η΄ λ΄. ἔλαβον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ ὥρας ἕως τῆς τῶν γενέσεων ἡμέρας καὶ ὥρας, γίγνονται ἡμέραι ζ΄ ὧραι ιδ΄ αἵπερ εἰσὶν μισυ τοῦ ἀπὸ συνόδου δρόμου ἕως τῆς πανσελήνου τουτέστι τῶν ιε΄ ἡμερῶν. τούτου τὸ ἥμισυ ἀφεῖλον ἀπὸ τοῦ μεγέθους εἰς τὸν ὡροσκόπον ιβ΄ ο τῆς τοῦ Τοξότου μοίρας η΄ , ὅπερ ἐστὶ ιβ΄, ὧν τὸ ἥμισυ γίγνεται Ϛ΄ τοῦτο τὸ μέρος ὥρας ἡγοῦμαι. ψηφί σας οὖν ὥρας θ΄ καὶ προστιθεὶς τὸ μέρος καὶ ἐγκλίματος σνθ΄ εὗρον τὰς πάσας τογ΄ κ΄, ἐξ ὧν ἀφεῖλον κύκλου ἑνὸς τξ΄· λοιπαὶ ιγ΄ κ΄. ταύτας ἔχων [*](2 ἔκνηψιν opinor 3 haec corrupta et lacunosa; possis εἴ ποτε κ. μέρος ὥ. ἢ ὅρος χ. μὴ ἀλ....συνδράμῃ 7 immo λάβῃ 8 εἰ] εἰπεῖν S nolui εἰ πως 9 κατὰ σκοπὸν dubium 14 προθέσεως S an ὧν ἥμισυ? 16 ἥμισυ potius in S quem ς΄ 20 possis etiam παρατηρήσας δὲ Ἥλιον 21 nempe διαφέροντα 24 ἔτους S 26 nolui τῶν γενεθλίων 29 immo τούτων aut τοῦτο 30 ο΄ potius quam ε΄ in S)

317
εἰσῆλθον κατὰ τὸ ἔγκλιμα καὶ εὗρον κατὰ τὴν κθ΄ μοῖραν τοῦ Κριοῦ παρακειμένας κλίματος ιϚ΄ κε΄· χρηματίζει ἄρα αὕτη. καὶ προσέθηκα ταῖς κθ΄ ἄλλας η΄ . ἅς ἀφεῖλον ἀπὸ τῆς ἡλιακῆς μοίρας, καὶ γίγνεται Γαύρου ζ΄ μοῖρα ὡροσκοποῦσα. ταύτας ἔχων εἰσῆλθον εἰς τὸ προκείμενον ὄργανον κατὰ τὴν τοῦ Γαύρου μοῖ~ραν ζ΄ καὶ εὗρον παρακείμενα κ΄· τὰ δὲ κ΄ τῆς ἑξηκοντάδος ἐστὶ γ΄ . λαμβάνω τοῦ μεγέθους τὸ γ΄ οὕτως· ἐπεὶ τῇ κθ΄ μοίρᾳ τοῦ Κριοῦ, ὅπου κατέληξε τὸ ἔγκλιμα, παράκειται μέγεθος ις΄ κδ΄ ταῦτα ποιῶ ἐπὶ τὸν ιβ΄ καὶ γίγνονται ρ𝒢ς΄ μη΄ τούτων λαμβάνω τὸ γ΄ . γίγνονται ἔτη ξε΄ ἥμισυ· τῷ ξε΄ ἡμίσει ἔτει ἐτελεύτα. Τὴν δὲ ἀφαίρεσιν τῶν η΄ μοιρῶν καὶ πρόσθεσιν ἐκ τῶν ἡλιακῶν μοιρῶν διʼ ἥν αἰτίαν ἐποιησάμην, τῷ προϊόντι λόγῳ δηλώσω. καὶ αὕτη μὲν συνοδικὴ γένεσις καὶ ἐγνωσμένη μοι ἐξ ἀκοῆς, ὥς τινες μαθεῖν βουλόμενοι τὴν τοῦ μαθήματος ὕπαρξιν ταῦτα πράσσουσι.

Ἄλλη. Οὐεσπασιανοῦ ἔτος ζ΄ Επιφὶ κε΄ εἰς τὴν κς΄ ὥρα νυκτερινὴ ς΄ κλίμα Σελήνης. Ἥλιος Καρκίνῳ κζ΄ μγ΄ , Σελήνη Ἰχθύσι ιβ΄ νβ΄, πανσέληνος Επιφὶ κβ΄ ὥρᾳ ἡμερινῇ ς΄ Αἰγόκερῳ κ΄. ἀπὸ πανσεληνιακῆς ἡμέρας τε καὶ ὥρας ἐπὶ τὴν γενεθλιακὴν ἡμέραν τε καὶ ὥραν γίγνονται ἡμέραι γ΄ ὧραι ιβ΄ αἵπερ εἰσὶ τοῦ ἀπὸ πανσελήνου δρόμου ἐπὶ σύνοδον, τουτέστι τῶν ιε΄ , ε΄λ΄ τοῦτο ἀφεῖλον ἀπὸ τοῦ μεγέθους τοῦ παρακειμένου τῇ τοῦ Αἰγόκερω μοίρᾳ κ΄, ὅπερ ἐστὶ ιβ΄ κ΄, καὶ λοιπαὶ γίγνονται ε΄ β΄ τοῦτο μέρος ὥρας ἔσται. ἐψήφισα οὖν ὥρας β΄ καὶ προσέθηκα μέρος ἐγκλίματος τζ΄ . γίγνονται τμ΄ νε΄ ταύτας εὗρον ἐν τῷ ἐγκλίματι περὶ τὴν κθ΄ τοῦ Ὑδροχόου καὶ προσέθηκα τὰς η΄ καὶ γίγνεται ὁ ὡροσκόπος Ὑδροχόου μοῖραι ζ΄ . ταύτας ἔχων εἰσῆλθον εἰς τὸ ὄργανον κατὰ τὴν ζ΄ μοῖραν τῶν Ἰχθύων καὶ εὗρον παρακειμένας κϚ΄ , αἵπερ εἰσὶν τῆς ἑξηκοντάδος γ΄ ι΄ τὸ δὲ παρακείμενον μέγεθος τῇ τοῦ Ὑδροχόου μοίρᾳ κθ΄ ἐτύγχανεν ιγ΄ ἐγγύς. ταῦτα ποιῶ ἐπὶ τὸν ιβ΄ , γίγνονται ρνς΄ εἶτα λαμβάνω τὸ γ΄ καὶ τὸ ι΄, γίγνονται ξη΄ ἐτελεύτα κατʼ ἀρχὰς τῷ ξθ΄ ἥμισυ ἔτει.

Ἄλλη. Ἔτος ιη΄ Ἀδριανοῦ Φαμενὼθ β΄ ὥρα ἡμερινὴ δ΄ Ἥλιος Ἰχθύσι θ΄ μϚ΄ μϚ΄ Σελήνη Αἰγόκερῳ θ΄ μ΄, πανσέληνος ἤμελλεν γενέσθαι. τὸ τῆς Σελήνης φῶς πλῆρες καὶ ἡ ὥρα ἡ δ΄ πλήρης ψηφισθεῖσα σὺν ἐγκλίματι ἤνεγκεν ὡροσκόπον Γαύρῳ μοίρᾳ κθ΄. κατὰ δὲ τὸ ὄργανον παράκειται τῇ κθ΄ μοίρᾳ τοῦ Γαύρου ι΄, ὅπερ [*](1 infra εδ΄ idque verum 6 ἐστὶ Sa]  ἔτη Sb 11 ἡλιακοῦ S 12 προ- σιόντι S 14 haec non intellego 15 ἔτη 16 an Συήνης ? 20 παν- σελήνου] σεληναίου S ratio non constat; corrigant sapientiores 21 τοῦτο] τούτων S 32 ἔτους S)

318
ἐστὶ τῆς ἑξηκοντάδος Ϛ΄· τὸ δὲ μέγεθος ἦν τῆς κθ΄ μοίρας τοῦ Ταύρου ιζ΄ κζ΄. ταῦτα ἐπὶ τὸν ιβ΄ γίγνεται σι΄ ἔγγιστα· τούτων τὸ Ϛ΄ λαμβάνω, γίνεται λε΄· ἐτελεύτα τῷ λα΄ ἡμίσει ἔτει. αἱ γὰρ ὕστεραι μοῖραι τῶν χρόνων τὴν ἔλλειψιν ἔχουσιν παρὰ τὰ τοῦ Ἡλίου λεπτὰ λογιζομένης τῆς μοίρας πρὸς τὰ ἐπιβάλλοντα ἕκασται ἔτος τὸ δ΄ ιϚ΄ ιζ΄.

Ἄλλη. Ἔτος ιε΄ Ἀντωνίνου Εὐσεβοῦς Ἀθὺρ κε΄ εἰς τὴν κϚ΄ , ὥρα νυκτερινὴ θ΄ ἔληγεν, κλίμα Ϛ΄. Ἥλιος Τοξότῃ β΄ νβ΄, Σελήνη Τοξότῃ Ϛ΄ μη΄, σύνοδος γέγονεν. οὐ πολὺ τὸ διάστημα πλήρης ἡ ὥρα ψηφ ισθεῖσα ἡ θ΄ οὐ συνεφώνησεν, ἡ δὲ η΄ ἤνεγκεν ὡροσκόπον Λέοντι ιβ΄· μετὰ τῆς προσθήκης τῶν η΄ μοιρῶν ταύταις παράκειται ἐν τῷ ὀργάνῳ δ΄, ἅπερ εἰσὶ τῆς ἑξηκοντάδος ιε΄. τὸ παρακείμενον τῇ τοῦ Ζυγοῦ μοίρᾳ γ΄ μέγεθος ιε΄· ταῦτα ἐπὶ τὸν β΄ γίγνονται ρπ΄, τούτων τὸ ιε΄ γίγνεται ιβ΄· ταῦτα ἔζησεν.