Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Τίτου ἔτος β΄ Χοιὰκ α΄ ὥρα θ΄ ἥμισυ. Ἥλιος Τοξότῃ η΄ , Σελήνη Γαύρῳ κζ΄ , ὡροσκόπος Γαύρῳ. ταῖς η΄ τοῦ Τοξότου παράκειται Καρκίνος, ἐν Καρκίνῳ Γαῦρος·  τοῦτον ἐν τῷ αὐτῷ ὡροσκόπῳ περὶ μοίρας α΄ β΄ γ΄ εὗρον. ταῖς κζ΄ τῆς Σελήνης ἐν Γαύρῳ παράκειται Κριός, ἐν τῷ Κρίῷ τῇ α΄ β΄ γ΄ παράκειται Λέων· τοῦτον ἐν Γαύρῳ εὗρον περὶ μοίρας ιθ΄. τὰ μεταξὺ σελίδια Ϛ΄ ταῦτα ἀφαιρῶ ἀπὸ τῆς α΄ Γαύρου καὶ λοιπὸν Κριοῦ κε΄· λοιπαὶ Κριοῦ ε΄ καὶ Ἥλίου η΄ καὶ Σελήνης κζ΄ . γίγνονται ⟨μ΄⟩ · ταύτας ἀπολύω ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ καταλήγει Διδύμοις μοίρᾳ ι΄ τόπῳ Γοξότου. τοῦτον ἐν Κριῷ εὗρον περὶ μοίρας Ϛ΄ ζ΄ καὶ τὰ μεταξὺ τῆς κε΄ μοίρας ἐστὶν Ϛ΄ . ταύτας προσέθηκα [*](7 ταύτας] τούτοις S 12 τὰς μ S 14 ταῖς] τὰς S 17 ια΄] ιβ΄ S 20 τόπος S 29 nempe ὅρῳ κζ΄] γζ΄ S 32 nempe λοιπαὶ 35 τόπος S 36 hic aliquid turbatum)

312
ταῖς κε΄ τοῦ Κριοῦ· γίγνεται ἡ ὥρα Γαύρου μοίρᾳ α΄, ἧ παράκειται κατὰ τὸ Βαβυλῶνος κλίμα τῷ μὲν α΄ ὅρῳ ο μη΄, τῷ β΄ κδ΄ κϚ΄ , τῷ δὲ γ΄ νγ΄ δ΄ συνέθηκα οὖν τοὺς γ΄ ὅρους, γίγνονται οη΄ μή· ἐβίωσεν ἔτη οζ΄ μβ΄.

Ἄλλη. Ἀντωνίνου ἔτος ιδ΄ Μεχὶρ κγ΄ ὥρα ἡμερινὴ θ΄. Ἥλιος Ἰχθύσι γ΄ , Σελήνη Λέοντι ιγ΄ , ὡροσκόπος Καρκίνῳ. ταῖς τοῦ Ἡλίου γ΄ μοίραις παράκεινται Ἰχθύες, τούτους ἐν Καρκίνῳ εὗρον περὶ μοίρας ι΄ . ὁμοίως ταῖς ιγ΄ μοίραις τῆς Σελήνης τῆς ἐν Λέοντι παράκειται Ὑδροχόος, ταῖς ι΄ παράκειται Ζυγός· τοῦτον ἐν Καρκίνῳ εὗρον περὶ μοίρας ιη΄ . τὰ μεταξὺ ζῴδια β΄· ταῦτα ἀφεῖλον ἀπὸ τοῦ ι΄, λοιπαὶ η΄ . ἔλαβον τὰς λοιπὰς κβ΄ τοῦ Καρκίνου καὶ Ἡλίου γ΄ καὶ Σελήνης ιγ΄ . γίγνονται λη΄ ταύτας ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξεν ἐν Παρθένῳ η΄ τόπῳ Ζυγοῦ. τοῦτον εὗρον ἐν Καρκίνῳ περὶ μοίρας ιμ΄ . τὰ μεταξὺ τῆς η΄ μοίρας ἐστὶ ζῴδια γ΄ . ταύτας ἀφεῖλον ἀπὸ τῶν η΄ , λοιπαὶ γίγνονται ε΄ Καρκίνου μοῖραι, αἷς παράκειται ε΄ κ΄· ἐτελεύτα τῷ Ϛ΄ ἔτει.

Ἄλλη. Ἀδριανοῦ ἕτος ε΄ Παχὼν κγ΄ εἰς κδ΄ ὥρα νυκτερινὴ ι΄ ὡροσκόπος γέγονεν Αἰγόκερῳ, εὕρομεν δὲ ἡμεῖς Ὑδροχόον οὕτως. Ἥλιος Γαύρῳ κθ΄, Σελήνη Σκορπίῳ ιε΄. ταῖς κθ΄ τοῦ Γαύρου παράκειται Σκορπίος, Σκορπίῳ Ζυγός· τοῦτον ἐν Ὑδροχόῳ εὗρον περὶ μοίρας ι΄ . εἶτα ταῖς ιε΄ τῆς Σελήνης παράκειται Παρθένος, ἐν Παρθένῳ ἐν ταῖς προευρεθείσαις Ζυγός· τοῦτον ἐν Ὑδροχόῳ περὶ τὴν αὐτὴν μοῖραν εὗρον. λοιπαὶ οὖν τοῦ Ὑδροχόου κ΄ καὶ Ἡλίου κθ΄ καὶ Σελήνης ιε΄ , γίγνονται ξδ΄· ταύτας ἀπολύω ἀπὸ Σελήνης καὶ καταλήγει Αἰγόκερῳ δ΄ τόπῳ Παρθένου. ζητῶ Παρθένον ἐν Ὑδροχόῳ τῷ ὡροσκοποῦντι, εὗρον περὶ μοίρας Ϛ΄· τὸ μεταξὺ σελίδιον α΄· τοῦτο προστίθημι ταῖς ι΄ μοίραις καὶ γίγνονται ὡροσκόπος Ὑδροχόου μοῖραι ια΄, αἷς παράκειται κατὰ τὸ β΄ κλίμα ἐν τῷ β΄ ὅρῳ λα΄ κε΄· ἐτελεύτα συμπληρώσας ἔτη λβ΄. Ὁθεν οὐ δεῖ πιστεύειν πάντοτε τοῖς διδομένοις ὡροσκόποις καὶ μάλιστα ἐπὶ τῶν νυκτερινῶν γενέσεων ἢ ἐν τῷ χειμερινῷ κύκλῳ ἐχόντων τὸν Ἡλιον διὰ τὸ ζοφῶδες τοῦ ἀέρος καὶ εἰκαστικὸν τῶν ὡρῶν, ἀλλὰ καὶ κατὰ τὸν λογιζόμενον ὡροσκόπον συγκρίνειν καὶ τὰ παρʼ ἑκάτερα ζῴδια· καὶ ἐὰν μὲν τὸ προαναφερόμενον δοκιμάζειν θέλῃ, ἀφαιρεῖν δεήσει ἐκ τῶν προεψηφισμένων σεληνιακῶν [*](4 immο οζ΄ μῆναςβ΄ 5 ὥρα] π(ερὶ) S 6 Σελήνη] κ(αὶ) S 7 παρά- κειται S 13 τόπος S 17 εἰς κδ΄ iterat S ι΄] ε΄ Sa 18 hic ut saepe de horoscopios agitur non tempore partus observatis, sed postea ratiocinatione haud accurata repertis, quos corrigere debet mathematicus 22 προσευρεθείσαις S 31 concinnius scripsisset νυκτὸς γενομένων 35 sq. (σεληνια)κὸς μ S)

313
μοιρῶν κατὰ τὴν λογισθεῖσαν ὥραν τὸ ἐπιβάλλον τῷ ζῳδίῳ ἢ ταῖς ὥραις κατὰ τὸ δρόμημα· ἐν δὲ τῷ ἐπαναφερομένῳ ζῳδίῳ προστιθέναι ταῖς τῆς Σελήνης μοίραις ὁμοίως τὸ ἐπιβάλλον· οὕτως γὰρ ἀεὶ ἄπταιστος ἡ διαίρεσις κριθήσεται.

Ἄλλη. Ἀδριανοῦ ἔτος γ΄ , Φαμενὼθ κθ΄ εἰς λ΄, ὥρα νυκτερινὴ δ΄ ἥμισυ. Ἥλιος Κριῷ μοίραις ζ΄, Σελήνη Ἰχθύσι β΄, ὡροσκόπος Σκορπίῳ. ⟨οὗτος⟩ μὲν καθʼ αὑτὸ οὐκ ἐδήλου δὲ τὴν ὑπόστασιν τῶν ἐτῶν, ἐκ δὲ τῆς ἐκβάσεως τοῦ ἀποτελέσματος καὶ τῆς διακρίσεως ἀπὸ τοῦ Τοξότου ἐν τῷ Σκορπίῳ εὑρέθη οὕτως. ταῖς ζ΄ τοῦ Κριοῦ παράκειται Τοξότης, ταῖς τοῦ Τοξότου ζ΄ παράκειται Καρκίνος· τοῦτον ἐν τῷ ἀναγκαστικῷ ὡροσκόπῳ τῷ Τοξότῃ, ἵνα ὁ κατὰ φύσιν εὑρεθῇ· δῆλον περὶ τὴν αὐτὴν μοῖραν Ϛ΄ εἶναι. εἶτα Σελήνης Ἰχθύων μοίραις β΄ παράκεινται Ἰχθύες· ἐν Ἰχθύσι ταῖς Ϛ΄ παράκειται Ταῦρος. τοῦτον ἐν Τοξότῃ περὶ μοίρας ιβ΄· μεταξὺ σελίδιον α΄· τοῦτο ἀφεῖλον ἀπὸ τῶν Ϛ΄, λοιπὸν γίγνεται ε΄ Τοξότου. εἶτα ἔλαβον τὰς λοιπὰς τοῦ Τοξότου μοίρας κε΄ καὶ Ἡλίου ζ΄ καὶ Σελήνης β΄· γίνονται λδ΄· ταῦτα ἀπέλυσα ἀπὸ Σελήνης καὶ κατέληξεν περὶ μοίρας δ΄ τοῦ Κριοῦ τόπον Αἰγόκερω. τοῦτον ἐν Τοξότῃ εὗρον περὶ μοίρας κδ΄· τὰ μεταξὺ τῆς ε΄ μοίρας σελίδιά ἐστιν ζ΄· ταῦτα ἀφεῖλον ἀπὸ τῶν ε΄ μοιρῶν τοῦ Τοξότου καὶ λοιπαὶ γίγνονται Σκορπίου κη΄ , αἵτινες ὡροσκοποῦσιν. ταύταις κατὰ τὸ β΄ κλίμα παράκειται ἔτη κη΄ μοῖραι ἐν τῷ α΄ ὅρῳ λγ΄ λγ΄ · ἐτελεύτησεν πληρώσας ἔτη λγ΄.