Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τοὺς οὖν μάλιστα βουλομένους πᾶσαν αἵρεσιν μεθοδικὴν --- προσέχειν, ἐπειδὴ ἕκαστος τῶν συνταγματογράφων ἰδίως καὶ ποικίλως τὰς αἱρέσεις πραγματευσάμενος ἀποκρύφως καὶ ἐφθονημένως τὰς ἐπιλύσεις μὴ ἐκθέμενος εἴασεν, ἐγὼ δὲ διὰ πολλοῦ πόνου καὶ πολλῆς πείρας ζητήσας προέταξα. τοῦτο δέ μοι δοκεῖ μέγιστον, ἐξελέγξαι ἀλλοτρίας ἐνθυμήσεις μυστικῶς κατακεχωσμένας, ἐπεὶ καὶ αὐτὸς πολλὰς δυνάμεις διὰ πολλῶν λόγων ὕλης δυνάμενος συντάξαι οὐκ ήβουλήθην ὅμοιον ἑαυτὸν ἀποδεῖξαι τοῖς ματαιολόγοις· γελοῖον γὰρ ἂν εἴη ἐνάρχεσθαι κατά τινων λέγειν μὴ ἐπιγνόντα πρότερον τὸ ἴδιον ἁμάρτημα. ὅθεν ἐὰν πλειστάκις περὶ τῆς ἐμῆς ἀφ θονίας καὶ ἁπλότητος ὑπομιμνήσκω, συγγνωστέος ὁ λόγος· ἔπαθον γὰρ πολλὰ καὶ πολὺν πόνον ἐπηνεγκάμην καὶ ὑπὸ πολλῶν ἐβουκολήθην καὶ τὰ δοκοῦντά μοι ἀπερείσια χρήματα ἐξανάλωσα πειθόμενος γόησι καὶ πλεονέκταις ἀνθρώποις. ἀλλʼ ὅμως διὰ τῆς ἐμῆς ἐγκρατείας καὶ φιλομαθείας περιεγενόμην τῶν αἱρέσεων ἅς οὐ μόνον οἱ ἐντυγχάνοντες καὶ ἐπιγνόντες τὸ ἀκριβὲς μεθʼ ἡδονῆς καθʼ ἡμῶν εἰσοίσουσι ἔπαινον, ἀλλὰ καί τινες διὰ τὸ ἀφελὲς ἐπιφ θονήσουσι καὶ κακολογήσουσσιν ἐπαρασάμενοι διὰ τὴν τῶν μυστικῶν καὶ ἀποκρύφ ων φωταγωγίαν ἢ καὶ ἐκκόψουσί τινας αἱρέσεις ἐκ τῆς ἐμῆς συντάξεως. πρὸς τοὺς τοιούτους οὖν ἀρὰς ἐθέμην δείξας, ἃ οῖμαι αὐτοὺς πείσεσθαι.

Οἱ οὖν ἐντυγχάνοντες ταῖς ὑφ’ ἡμῶν συντεταγμέναις βίβλοις πάσας αἱρέσεις διελεγχούσαις μὴ λεγέτωσαν· αὕτη μέν ἐστιν τοῦ βασιλέως, ἑτέρα δὲ Πετοσ ίρεως, ἄλλη δὲ Κρι ιτο δήμου καὶ τῶν λοιπῶν, ἀλλʼ ἰδέτωσαν ὅτι ἐκεῖνοι μὲν προθέμενοι κωφῶς καὶ κατεζητημένως ἀνυπόστατον τὴν ἐπιστήμην κατέδειξαν, ἡμεῖς δὲ τὰς ἐπιλύσεις ποιησάμενοι οὐ μόνον θνήσκουσαν τὴν αἵρεσιν ἀνερρώσαμεν, ἀλλὰ καὶ ἑαυτῶν δόξαν κατεψηφι ισάμεθα καὶ ἑτέρους δὲ ἀξίους ἐμυσταγωγήσαμεν, οὐ χρημάτων προτροπῇ θελχθέντες ἀλλὰ φιλομαθεῖς καὶ ἐπιθυμητὰς ἐπιγνόντες· καὶ γὰρ αὐτοὶ τοιούτῳ χαρακτῆρι αἱρέσεως ἐχαλιναγωγήθημεν.

[*](3 sq. fuit fere ἐκμανθάνειν ἀξιῷ ἐμαυτῷ προσέχειν 4 συνταγμάτων V 6 sq. structura turbata, possis ⟨πλανᾶσθαι τοὺς ἐντυγχάνοντας⟩ εἴασεν 9 ἐπὶ V δυνάμεις scribit pro ἀγωγάς, μεθόδους 13 sq. ὑπομιμνήσθω συγγνωστέως V 17 ἐγκρατίας V 18 possis αἷς vel ὥστε 20 ἔπενον V 23 ἃ] ἃς V, quo servato possis δεινάς 25 συντεταγμένοις V 26 διελεγχούσης V 28 ὅτοι V 34 χαρακτὴρ νεμέσεως V)
302

Ἔστω οὖν ὁ λόγος ἡμῖν πάλιν εἰς τὸν περὶ χρόνων ζωῆς τόπον. πᾶσαι μὲν οὖν αἱ προσυντεταγμέναι ἀγωγαὶ κατʼ ἰδίαν αἵρεσιν ἀκριβεῖς καὶ δεδοκιμασμέναι, καὶ αὕτη δὲ δοκιμαστὴ καὶ θαυμαστὴ τριζῳδία. περιέχει δὲ οὕτως. μαθὼν ἀκριβῶς τὴν σεληνιακὴν καὶ ἡλιακὴν μοῖραν πρὸς τὴν ὡροσκοποῦσαν τῆς γενέσεως εἰσέρχομαι εἰς τὸ ὑποκείμενον ὄργανον καὶ κατὰ τὸν ὑποταχθησόμενον τρόπον ἐπιγνοὺς τὸν λήγοντα τῆς τριζῳδίας τόπον ἐκ τῆς ἡλιακῆς μοίρας ἔρχομαι ἐπὶ τὸ ὡροσκοποῦν ζῴδιον καὶ ἐπιγνούς, κατὰ πόστης μοίρας τυγχάνει, ἐκτίθεμαι τοῦτον ἡλιακὸν γνώμονα. εἶτα ὁμοίως καὶ εἰς τὸ τῆς Σελήνης ζῴδιον παράκειται καὶ εἰς ἐκεῖνο εἰσενέγκας τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας πάλιν ὁρᾷς, τίνος τόπος ζῳδίου τυγχάνει· κἀκεῖνο εἰσενέγκας εἰς τὸ ὡροσκοοῦν ζῴδιον ἡγοῦμαι σεληνιακὸν γνώμονα καὶ συγκρίνω, πότερον ὁ ἡλιακὸς ὑπερέχει ἢ ὁ σεληνιακός. ἐὰν μὲν γὰρ ὁ τοῦ Ἡλίου προάγῃ, πρόσθεσιν ἡ ὥρα ἔχει τῶν ἀνὰ μέσον ζῳδίων· ἐὰν δὲ ὁ τῆς Σελήνης, ἀφαίρεσιν. οὗτος γάρ ἐστιν ἀναγκαστικὸς καὶ φυσικὸς ὡροσκόπος· ὅθεν μή τις ξενισθῇ, ἐὰν ἐν ἄλλῳ ζῳδίῳ ὑπονοῶν εἶναι τὸν ὡροσκόπον ἐν ἑτέρῳ εὕρῃ. μετὰ δὲ τὴν πρόσθεσιν ἢ ἀφ αίρεσιν ἐπιγνούς, πόσων μοιρῶν ὁ ὡροσκόπος ἐστίν, εἰσελθὼν εἰς τὰς τῆς τριζῳδίας ἀναφορὰς σκοπῶ, πόσα ἔτη παράκεινται τῇ εὑρεθείσῃ μοίρᾳ κατὰ τὸ κλίμα, καὶ ἀποφαίνομαι· παραπεσούσης δὲ μιᾶς ἢ καὶ δευτέρας μοίρας ἡλιακῆς ἤτοι σεληνιακῆς ἢ καὶ τῆς ὡροσκοπικῆς ἀσύμφωνα τὰ πράγματα κριθήσεται.

Εἰ δέ τις βούλοιτο ἐλέγχειν, ἀναδραμὼν μίαν ἢ καὶ δύο μοίρας ἢ καὶ ἐπιπροσθεὶς τῇ ἡλιακῇ ἢ σεληνιακῇ, ἐάνπερ δοκῇ πεπλανῆσθαι, ἤ καὶ ἕτερον ὡροσκόπον λογισάμενος τῷ αὐτῷ τρόπῳ πραγματευσάσθω· καὶ τὴν ὁδὸν ἐξευρήσει. τοῦτο δʼ ἔξεστι δοκιμάζειν ἐκ τῶν ἤδη τετελευτηκότων καὶ μὴ πιστεύειν τοῖς πεπλανημένας ἐξ ἀκοῆς γενέσεις κομίζουσιν καὶ δοκεῖν διαπταίειν, ἀλλὰ κρίνοντα βεβαίαν τὴν ὑπόθεσιν μὴ ξενίζεσθαι. προσπαραληπτέον δὲ ἀναγκαίως ἐνταῦθα τὰς ἀκτινοβολίας καὶ τὰς συμπαρουσίας τῶν κακοποιῶν πρός τε τὸν Ἡλιον καὶ τὴν Σελήνην καὶ τὸν ὡροσκόπον τόν τε οἰκοδεσποτικὸν λόγον· ἐκ γὰρ τούτων καὶ οἱ ὅροι τῆς ὑποστάσεως καταλαμβάνονται. πρὸς δὲ τοὺς ἀχρόνους ἢ ὀλιγοχρονίους [*](1 εἰς] ἐκ V 2 προσυντεταγαμέναι V 3 δοκιμαστιμὴ καὶ θαυμαστικὴ V 6 εἰσέρχομεν V ὑπὸ χθησόμενον V 11 ὁρᾷς] ὁεωρᾶς V, sequentia sana esse non praesto 15 προάγει V ὥραν V 16 οὗτ(ως) V 19 ἀφαίρεσι V 26 δοκεῖ V 28 πραγματεύσασθαι V 31 πρὸς παραληπταίον V 32 ἀνακαίως V)

303
γοχρονίους λογισόμεθα τούς προκειμένους χρόνους τῶν ὅρων, πρῶτον μὲν ὥρας εἶτα ἡμέρας εἶτα μῆνας εἶτα ἐνιαυτούς· μετὰ δὲ τὸ συμπληρῶσαι τὸν πρῶτον ὅρον τῶν ἐτῶν τὸν δεύτερον καὶ τὸν τρίτον ὁμοίως λογισόμεθα, ὥρας ἡμέρας μῆνας, καὶ ἐπιπροσθήσομεν τῳ πρώτῳ. ἐν δὲ τοῖς ἀλιγαναφόροις ζῳδίοις ἐπὰν εὕρωμεν πολυχρονίους γενέσεις, τὸν πρῶτον ἢ τὸν τρίτον ἐπισυνάγομεν ἢ τὸν δεύτερον καὶ τὸν τρίτον ἢ τὸν τέταρτον ὁλόκληρον καὶ τῶν λοιπῶν τὰ τῇ μοίρᾳ παρακείμενα καὶ ἀποφαινόμεθα. Πάλιν δὲ ποῖος ὅρος τῶν τριῶν ἰσχύσει, οὕτως γνωστέον. εἰσελθὼν κατὰ τὴν ὡροσκοποῦσαν μοῖραν θεωρῶ, πόσα ἔτη παράκειται τὸν πρῶτον ὅρον· ἔπειτα εἰσελθὼν εἰς τὴν κατʼ εὐθὺ μοῖραν ζητῶ, τοῖς εὑρεθεῖσιν ἔτεσι καὶ μησὶν πόστος ἀριθμὸς παράκειται, καὶ τοῦτον προσθεὶς ταῖς τοῦ ὡροσκόπου μοίραις ἀπολύω ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου ἢ τῆς Σελήνης, ἐὰν ἐπίκεντρος ἢ ἐπαναφερομένη τύχῃ. ὅπου δʼ ἄν καταλήξῃ, ὄψομαι τὰς ἀκτῖνας τῶν κακοποιῶν, μήπως ἐμποδίσωσιν ἐὰν γὰρ οὕτως εὑρεθῇ, ὁδὶ ὀλετὴς τῶν κύκλων. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου ὅρου. ἄλλως τε πάλιν λήψομαι ἐκ τῶν ἀπὸ συναφῆς τὰ ἔτη, ἐκ τῶν δευτέρων καὶ ἐκ τῶν ἀστέρων, καὶ ὄψομαι μήπως ὁ τῆς λύσεως οἰκοδεσπότης τῶν τριῶν ἐπικρατήσῃ᾿  καθʼ ὃν δήποτε οὖν τρόπον· λύσεως δέ ἐστιν ὁ ιβ΄ τόπος. προβλέπειν δὲ δεῖ καὶ τὸν κλιμακτηρικὸν λόγον, καθὼς ἐπελυσάμεθα. ἐὰν ὁ κατʼ ἔλλειψιν ἀριθμὸς συνεμπέσῃ, χρεοκοπήσει ἐκ τῶν ἐτῶν μέρος· πολλάκις οὖν ἢ προλήψεται ὁ κλιμακτὴρ ἢ μετὰ τὸν λογιζόμενον ἀριθμὸν τῶν ἐτῶν τὸ τέλος ἐποίσει. παρατηρητέον δὲ εἰς ποῖον σελίδιον ἐξέπεσεν τοῦ ὡροσκόπου τόπος, πότερον δύο ἢ τρεῖς ἢ τέσσαρας ἀριθμοὺς ἔχει, καὶ οὕτως τῷ συναμφοῖν ἀριθμῳ χρῆσθαι ἐπὶ τῶν ἐτῶν. οἷον ἔστω ὡροσκοπικὴν μοῖραν ἐκπεπτωκέναι Καρκίνου μοίρᾳ η΄ , ἥτις σημαίνει τόπον Ταύρου· ἐν δὲ τῷ αὐτῷ σελιδίῳ καὶ μοῖρα θ΄ χρηματίζει· ἰσχύσει οὖν καὶ αὕτη ἡ θ΄ μοῖρα πᾶσαν αἵρεσιν. ὁμοίως ἐν αὐτῷ τῷ Καρκίνῳ ἀπὸ κε΄ ἕως κη΄ μοίρας τόπῳ Ὑδροχόου· χρηματίσει οὖν καὶ ἡ κϚ΄ ⟨καὶ〉 κζ΄ μοῖρα.

[*](11 possis ⟨κατὰ〉 τὸν aut sane τῷ πρ. ὅρφ 12 nempe πόσος 14 sq. ἐπίκτ V 17 οδιο| λετῆς τῶν θ V solvi dubitanter 19 δευτέρων vix sanum, fort. ὅρων add. 21 possis 〈κύριός) ἐστιν 22 κλημακτηρικὸν V 23 συνεμπέσαι· χρυκοπτήσει (et possis χρεοκοπτήσει) 25 τῶν] τὸν V παρατηρησέον V (nolui τήρησον) 27 τὸν σ. ἀριθμὸν V 31 αἵρεσειν V; an πρὸς ἀναίρεσιν? an del. τῷ Καρκίνῳ? 32 post μοῖρα in V dimi dium fol. 105 vacuum)
304

Ἥ δὲ πῆξις τῶν ἀναφορῶν καὶ τῶν τριῶν ὄρων συνέστηκεν οὕτως. ἔστω οὖν ὑποδείγματος χάριν κατὰ δεύτερον κλίμα τὸν Κριὸν ἀναφέρεσθαι ἐν κ΄· ταῦτα ἐδίπλωσα, γίγνονται μ΄ . προσέταξα τὴν α΄ μοῖραν ο μ΄ , αἵτινές εἰσι μη΄· τὴν β΄ μοῖραν α΄ κ΄ τὴν γ΄ β΄ ο, τὴν δ΄ β΄ μ΄, τὴν ε΄ γ΄ κ΄ καὶ ἕως τῆς λ΄ μοίρας ἐπισυναγόμενα τὰ ο μ΄ πληροῖ τὰ κ΄ ἔτη.

Ἑξῆς δὲ τὸν β΄ ὅρον οὕτως συναρμόσομεν κατὰ τὴν α΄ μοῖραν ἀκολούθως. ἐπεὶ ὁ Ταῦρος ἀναφέρεται ἐν κδ΄ ταύτας ἐδίπλωσα, γίγνονται μη΄, ἅς προσέθηκα ταῖς κ΄ τοῦ Κριοῦ· καὶ γίγνονται κατὰ τὴν α΄ μοῖραν τοῦ Γαύρου κ΄ μή , κατὰ τὴν β΄ μοῖραν κα΄ λϚ΄, κατὰ δὲ τὴν γ΄ κβ΄ κδ΄, κατὰ δὲ τὴν δ΄ κγ΄ ιβ΄, κατὰ δὲ τὴν ε΄ κδ΄ ο· καὶ ἐξῆς ἕως τῆς λ΄ μοίρας τὰς ο μη΄ ταῖς κ΄ ἐπιπροσθέντες εὑρήσομεν ιδ΄ ο.

Τὸν τρίτον ὅρον οὕτως ἐπισυντάξομεν ἀκολούθως. τὴν α΄ μοῖραν τοῦ τρίτου ὅρου μδ΄ νϚ΄ , κατὰ δὲ τὴν β΄ με΄ νβ΄, κατὰ δὲ τὴν γ΄ μς΄ μή , κατὰ δὲ τὴν δ΄ μζ΄ μδ΄ , κατὰ δὲ τὴν ε΄ μή μ΄ . καὶ ἕως τῶν λ΄. τὰς οὔν νς΄ ἐπισυντάξαντες εὑρήσομεν οβ΄. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων προστάξαντες τὴν ἀναφορὰν τοῦ ζῳδίου ἐν τῷ α΄ ὅρῳ καὶ ἐπικατάγοντες εὑρήσομεν, ἐν δὲ τῷ β΄ τοῦ ἑξῆς ζῳδίου, ἐν δὲ τῷ γ΄ τοῦ γ΄ ζῳδίου, καθʼ ὅ κλίμα τις βούλεται.

Περὶ μὲν οὖν τῶν ἀναφορῶν καὶ ἐν τῇ α΄ βίβλῳ ἐδηλώσαμεν, νυνὶ δὲ τοὺς ὅρους διεκρίναμεν. διδασκαλικῶς μὲν οὖν οἶμαι καὶ προκεῖσθαι τὴν ὑρήγησιν· καὶ ἦν ἀρκετὸν κατὰ τοὺς λοιποὺς ἐᾶσαι ἢ καὶ ὑποτάξαντας γενέσεις οὐ μόνον ἑπτά, ὥς τινες, ἀλλὰ καὶ πλείους τὰς αἰτίας μὴ ἐκφῆναι· οὐ χρὴ δὲ συνεξομοιοῦσθαι κακίᾳ καὶ φθόνῳ. μή τις δὲ ἡμᾶς δόξη εὐμετάγνωτον ἦθος εἰληφέναι, ὑποτάξομαι δὲ ἀποδείξεις γενέσεων. ὅτι δὲ ταύτῃ τῇ ἀγωγῇ καὶ ο ἱ παλαιοὶ κέχρηνται, πρόδηλον ἡμῖν γέγονεν καὶ ἐκ τοῦ μυστικῶς εἰρηκέναι τὸν συγγαφ έα· ὄρον παν τὸς ἀποτελεῖ ζωῆς χρόνου ὁ κατὰ τὴν ἀναφορὰν τυχὼν τόπος· [*](1 seqq. in S fol. 144 sqq. 6 tricies minuta quadragena sunt mille du- centa i. e. viginti partes, quibus idem annorum numerus respondet 15 ἐπι- συντάξομαι S 18 ἐπὶσυναξέως S 20 ὅρων S 21 τῶ γ΄ ζωδἰου S 23 I cap. VII 25 προσκεῖσθαι S 26 fort. 〈διάρθρωτον〉 ἐᾶσαι ὑπο- τάξαντες S 27 ἐκφάναι S 29 fort. ὑποτάξω καὶ ἀπ. 31 Petosiridis fr. novum ορου S 32 χρόνους ex -νος S)

305
εἶτα ἐπὰν χρόνους μερίζῃ ζωτικούς, ἐχόμενος ὁρᾶται πρακτικῶν τε καὶ ἀπράκτων χρόνων.

Ὑπόδειγμα γενέσεως. Ἔστω δὲ ἐπὶ ὑποδείγματος γένεσις Νέρωνος ἔτος α΄ Ἀθὺρ β΄ ὥρα γ΄ νυκτερινή. Ἥλιος Σκορπίῳ μοίρᾳ ι΄ Σελήνη Ὑδροχόῳ μοίρᾳ λ΄, ὡροσκόπος Τοξότῃ. τὰς τ΄ Ἡλίου μοίρας εἰς τὸ ὄργανον εἰσφέρω τὸ προκείμενον κατὰ τὸν Σκορπίον καὶ εὑρὼν παρακειμένους Ἱχθῦς εἰς τοὺς Ἰχθῦς πάλιν τὰς ι΄ τοῦ Ἡλίου μοίρας εἰσήνεγκα τοῦ ὡροσκόπου καὶ εὑρὼν παρακείμενον Ζυγὸν ζητῶ ἐν τῷ Γοξότῃ· εὗρον περὶ μοίρας ιδ΄ ιε΄. οὗτος οὖν ἔσται ὁ ἡλιακὸς γνώμων ὁ ὡροσκοπικός, ὃν καὶ σημειοῦμαι. μετὰ τοῦτο ἔρχομαι ἐπὶ τὸ τῆς Σελήνης ζῴδιον τουτέστι τὸν Ὑδροχόον καὶ ζητῶ, ταῖς λ΄ μοίραις ποῖον ζῴδιον παράκειται· εὖρον πάλιν Ὑδροχόον εἰς τὸν Ὑδροχόον δὲ εἰσφέρω τὰς εὑρεθείσας τοῦ ἡλιακοῦ γνώμονος ιδ΄ καὶ εὑρίσκω παρακείμενον ζῴδιον Τοξότην. τοῦτο ζητῶ ἐν τῷ ὡροσκόπῳ εὗρον περὶ μοίρας α΄ β΄ γ΄ οὗτος γέγονεν σεληνιακὸς γνώμων ἐν τῷ α΄ σελιδίῳ, ὁ δὲ ἡλιακὸς ἐν τῷ Ϛ΄ σελιδίῳ. ἐπεὶ οὖν ὁ ἡλιακὸς γνώμων τροάγει, τὰ δὲ μεταξὺ σελίδιά ἐστι δ΄ , ἅπερ εἰσὶν μοῖραι δ΄, ταύτας προστίθημι ταῖς προευρεθείσαις τοῦ ἡλιακοῦ γνώμονος μοίραις ιδ΄ ἄρα οὖν ὁ ὡροσκόπος ἔσται Γοξότῃ μοίρα ιη΄· ταύτας ἔχων εἰσέρχομαι εἰς τὰ ἀπογώνια καὶ εὑρίσκω κατὰ τὸ ς΄ κλίμα ἐν τῷ γ΄ ὅρῳ ἔτη ογ΄ καὶ ἐτελεύτησεν τῷ ργ΄ ἔτει. εἰ δὲ ὁ τῆς Σελήνης γνώμων ὑπερεῖχεν, ἀφεῖλον ἂν ἀπὸ τοῦ ἡλιακοῦ γνώμονος τουτέστι τῶν ιδ΄ τὴν προσθαφαίρεσιν τουτέστι δ΄· καὶ γέγονεν ὁ ὡροσκόπος ἐν Τοξότῃ μοίρᾳ ι΄ .

Ἄλλη. κλίμα δ΄ Τίτου ἔτος α΄ Θαμενώθ᾿  κ΄ εἰς τὴν κα΄. Ἥλιος Ἰχθύσι μοίραις κθ΄, Σελήνη Αίγόκερῳ κζ΄ , ὡροσκόπος Σκορπίῳ ταῖς κθ΄ τοῦ Ἡλίου ἐν τῷ ἀργάνῳ κατὰ τοὺς Ἰχθῦς παράκειται Καρκίνος· ἐν Καρκίνῳ ταῖς κθ΄ παράκειται Αἰγόκερως· τοῦτον ζητῶ ἐν τῷ Σκορπίῳ τῷ ὡροσκοποῦντι, εὗρον παρακειμένας μοίρας δ΄ ε΄· οὗτος ἡλιακὸς ὡροσκοπικὸς γνώμων, ὅν σημειοῦμαι. εἶτα ἔρχομαι ἐπὶ τὸ σεληνιακὸν ζῴδιον τὸν Αἰγόκερω καὶ κατὰ τὰς κζ΄ μοίρας εὑρίσκω Κριόν. ἐν Κριῷ ζητῶ τὰς δ΄ ε΄ τοῦ ἡλιακοῦ γνώμονος· εὖρον ἐν τῷ β΄ σελιδίῳ περὶ μοίρας δ΄ ε΄ τὸ ζῴδιον [*](1 ἐχομένως S quod si tuearis, possis χρόνων 〈κύριος〉 3 γενέσεων Sb 9 ζητῶν S εὺρὼν S (idem v. 13. 15. 30) 10 οὕτως S ἥλιος γν. S 13 nempe δὴ 15 nempe ἐν τῷ ὅρῳ 17 immo ε΄ σελ. 18 nempe αἵπερ 19 προσευρεθείσαις S 20 ιδ΄] τη΄ S 26 κλίμα] καὶ S 27 εθ΄ ] τθ΄ S 28 παράκεινται S 32 κατὰ] μετὰ S Valens.)

306
Αἰγόκερων. τοῦτον τῷ ὡροσκοποῦντι Σκορπίῳ ζητῶ· εὗρον περὶ τὰς αὐτὰς μοίρας δ΄ ε΄ ἐν τῷ β΄ σελιδίῳ. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ καὶ δῆλον, ὅτι οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν ἡ ὥρα ἔχει. ἔχων οὖν τὰς δ΄ μοίρας ἔρχομαι εἰς τὰς ἀναφορὰς καὶ εὑρίσκω κατὰ τὸ δ΄ κλίμα ἐν τῷ Σκορπίῳ τῷ ὡροσκοποῦντι εἰς τρίτον ὅρον παρακείμενα ἔτη ρβ΄ λγ΄ ἐτελεύτα ἐτῶν οβ΄ ἥμισυ.