Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οὗιοι οἱ Ϛ´ ἄνθρωποι πλέοντες, ἔτεροι δὲ πολλοὶ καὶ βίᾳ ἀνέμου περιπεσόντες ἀποπτερυγωθέντος τοῦ πηδαλίου ἐκινδύνευσαν ὑποβρύχιοι ἀπελθεῖν τοῦ σκάφους κῦμα ἐκδεξαμένου. ἀλλὰ [*](4 περίοδον V 8 συμμετέσχε V 10 λβ´ V 35 nempe ἑτέροις τε πολλοῖς)

288
τῇ φορᾷ τοῦ πνέοντος ἀνέμου καὶ τῳ ἀρμένῳ χρησαμένου τοῦ κυβερνήτου διέφυγον καὶ ἑτέροις δὲ κινδύνοις περιέπεσον κατὰ τὸν αὐτὸν χρόνον κατὰ θάλασσαν καὶ διὰ πλάνην πειρατικήν.

Ὅθεν ἐὰν πολλάκις κατά τινας χρόνους οἱ πλείους ἢ πάντες οἱ ἀστέρες εὑρίσκωνται χρηματίζοντες, συγκρίνειν δεήσει ἑκάστῳ, πῶς σχηματίζεται καὶ τίνος ἐπικαιρότερος ἢ δυναστικώτερος τυγχάνει, πότερον ὁ φαῦλον ἢ ὁ ἀγαθὸν ἀποτελῶν, κἀκείνῳ βραβεῖον τοῦ ἀποτελέσματος ἀπονέμειν, εἶτα τοῖς λοιποῖς τοῖς ἀσθενέστερον δυναμένοις ἀποτελεῖν διʼ ἐλπίδος καὶ ὑπερθέσεως καὶ φόβου καὶ ζημίας· πολλάκις γάρ ὐπʼ ὄψιν προδείξαντες ἀποτέλεσμα ἠτόνησαν διὰ ἐπὶ δυναστικοῦ τόπου ἕτερον τετευχότα ἐξισχῦσαι. ἐὰν δὲ τὴν αὐτὴν δύναμιν τῆς σχηματογραφίας ἢ τῶν ζῳδίων ἐπισχῶσιν, ἀμφότερα γενήσεται τά τε φαῦλα καὶ τὰ ἀγαθά, πολλάκις μὲν οὖν πρὸς χρόνους δυσέκλυτοι καὶ εὔτονοι πλευραὶ εὑρισκόμεναι ἐπὶ πολὺ διακατέχουσι, κἂν ἤδη δοκῶσι τῶν χρόνων ἐξίστασθαι, πάλιν ἐπικρατοῦσι καὶ ἄρχουσιν· ὡς καὶ ἂν ἑτέρα μαρτυρία χρηματίσῃ, οὐκ εὐτονήσει νικωμένη ὑπὸ τῆς πρώτης, καὶ μάλιστα ὅταν κατὰ διάμετρον ἢ καθʼ ὑπερτέρησιν τύχῃ κακοποιὸς ἐνεργῶν τι.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος χάριν Ἥλιος Κρόνος Ἑρμῆς Κριῷ. Σελήνη Ζεὺς Λέοντι. Ἄρης Ταύρῳ, Ἀχροδίτη Ὑδροχόῳ, ὡροσκόπος Παρθένῳ, κλίμα α´ . τῷ ιη´ ἔτει σὺν ἐπισήμῳ γυναικὶ ἐξενίτευσε διὰ φιλίαν καὶ δόξαν καὶ πρὸς ἄλλην συνήθειαν καὶ ἐρωτικὴν ἐπιθυμίαν ἔσχεν· ἐσήμαινε γὰρ τὰ κε´  ἔτη ἡ ἀναφορὰ τοῦ Ὑδροχόου, ἔνθα ἡ Ἀφροδίτη ἐπῆν· καὶ εἰ μὲν μόνη κεχρηματίκει, τῆς εὐεργεσίας τάχει συνετελεῖτο· νυνὶ δὲ καὶ Ἄρης διὰ τὴν τοῦ Γαύρου ἀναφοράν τὰ κε´ ἐπεκράτει, ἀλλὰ καὶ ἡ Σελήνης περίοδος τὰ κε´ ἔφερεν, ὧν δίμοιρον γίνεται ιϚ´ μῆνες η´· εἰ μὲν οὖν ἐπισυνῆγεν ἑτέρα ἀγαθοποιῶν μαρτυρία μετὰ τοὺς προγεγραμμένους χρόνους, ἐλπιζόμενον ἐπετελεῖτο· νυνὶ δὲ οἱ αὐτοὶ πάλιν ἐπεκράτησαν τῷ γὰρ ιη´ ἔτει μὲν θηλυκὸν πρόσωπον ἐτελεύτα, αὑτὸς δὲ τῆς ἐλπίδος σφαλεὶς ὑπέστρεψεν ὀλίγα ὠφεληθείς. Ζεὺς γὰρ ἐμέρισε ιβ´ καὶ Ἄρης αὐτὸν καθυπερτερήσας ιε´  γίνεται κζ´ , ὧν δίμοιρον ἔτη ιη´  ἐλλὰ καὶ Λέοντος ιθ´ καὶ Γαύρου η´ γίνονται κζ´ ὧν δίμοιρον ιη´  τῷ ιθ´  ἔτει ὠφελείας μὲν καὶ περικτήσεως ἔτυχε, στάσεις δὲ καὶ μετεωρισμοὺς ψυχῆς καὶ πρὸς οἰκείους ἔχθρας ἔσχε· τὰ μὲν γὰρ ιθ´ ὁ Λέων ἐσήμαινε Διὸς καὶ Σελήνης ἐπόντων· ἀλλὰ καὶ αὐτὸς Ἥλιος σὺν [*](1 χρησαμένω Va 5 nolui ⟨ἐφʼ〉 ἑκάστῳ 6 τίνος iterat V 16 δοκῶ V 17 ἐκτονήσει V)

289
Κρόνῳ ὢν Κρίῷ ἐσήμαινε τὰ ιθ´  καὶ πάλιν Ὑδροχόου λ´  καὶ Ταύρου η´ , ὧν ἥμισυ γίνεται ιθ´. τῷ δὲ κ´ ἔτει διὰ τὴν τῆς γυναικὸς φιλίαν ἐξενίτευσε καὶ μείζονας ἐλπίδας καὶ ὠφελείας προσεδόκησε, πλὴν καὶ τότε ἐσφάλη θανούσης αὐτῆς· ἐδήλου γὰρ Ἄρης ιε´  καὶ Σελήνη κε´  γίνονται μ´ ὧν ἥμισυ κ´ ἀλλὰ καὶ Ταύρου ἀναφορὰ κε´ καὶ Λέοντος λεʼ γίνονται ξ´ , ὧν τρίτον γίνεται κ΄. καὶ Ερμῆς δὲ Κριῷ σὺν Κρόνῳ ἐσήμαινε τὰ κ´. ὁμοίως δὲ καὶ τῷ κα΄ ἔτει οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθ´  καὶ Ταύρου η΄  , Ἄρεως ιε΄ γίνονται μβ΄ , ὧν ἥμισυ γίνεται κα´ · καὶ ἀναφορὰ Κριοῦ κα´ μῆνες η καὶ Ἑρμοῦ κ´  γίνονται μα´  μῆνες η΄  , ὧν ἥμισυ ἔτη κ΄ μῆνες ι΄ καὶ τῷ κβ΄ ἔτει ὁμοίως οἱ αὐτοὶ κατέσχον· Λέοντος ιθ´  καὶ Γαύρου κε΄ γίνεται μδ΄ ὧν ἥμισυ γίνεται κβ΄. κγ΄ ἔτος Ἀφροδίτη καὶ Ἄρης· Ἀφροδίτης η΄ Ἄρεως ιε΄ γίνονται κγ΄.

Οὕτως πολλάκις κατὰ πλατικὴν καὶ καθολικὴν θεωρίαν οἱ ἀστέρες καλῶς δοκοῦντες ἐσχηματίσθαι ἐναντιωμάτων εἰσὶ δηλωτικοί, ἀνταναλυόμενοι ὑπὸ τῆς τῶν χρόνων δυνάμεως. οἷον κα΄ ἔτος ἐσήμαινε μὲν Λέων τθ΄ καὶ Διὸς ἐπικειμένου ιβ΄ , ὧν δίσοιρον γίνεται ἔτη κ΄ μῆνες η΄· ἀλλὰ καὶ τρίγωνον Διὸς καὶ Ἡλίου αὐτὸ ἐδήλου· ἔσχεν οὖν φιλίαν πρὸς μείζονα καὶ βασιλικὸν πρόσωπον, παρʼ οὗ καὶ στεμματοφορίαν καὶ ἀρχιερωσύνην προσεδόκησεν. ἀναμφιλέκτως οὖν τοιοῦτο ἐγεγόνει ἄν, εἰ μὴ Ἄρης καθυπερτερῶν κεχρηματίκει· καὶ Κρόνου δὲ συνόντος τοῖς τὴν δωρεὰν παρεχομένοις ἀνακρίσεις καὶ βραδυτῆτες καὶ ἀναλώματα καὶ φθόνοι παρηκολούθησαν, καὶ οὐ τοσοῦτον ἐμποδιστικὸς δόξης ἐφαίνετο τρίγωνος Διὶ τυγχάνων, ὅσον παρʼ ἵρεσιν Ἄρης καθυπερτερήσας. ἐγένετο οὖν καὶ κλιμακτηρικὴ νόσος καὶ αἱμαγμὸς καὶ ἐμπόδιον τῆς δόξης, δούλων προδοσία, ἐπιθέσεις ζημίαι ἐνδειαι. εῖθ’ οὗτος ὑστέρου εὐπόρησε καὶ εἰς μέλλοντα χρόνον ἀναβολῆς γενομένης ἀπηλλάγη εἰς τὴν τῶν ἀγαθοποιῶν καὶ κακοποιῶν κατὰ τὸν αὐτὸν χρόνον χρημάτισιν· ἔσονται μὲν πράξεις, ἀναλώματα δὲ πλεῖστα, ἢ καὶ ἐκ προγενομένης πράξεως αὐτάρκεια ἔσται ἢ καὶ ἑτέρας τινὸς προσόδου καὶ φίλων ἐπικουρίας. γίνεται δὲ καὶ τὰ ἀποτελέσματα μετὰ συμπληρωθῆναι τὰς ἀναφορὰς τῶν ζῳδίων ἢ τὰς τῶν ἀστέρων περιόδους, καθὼς καὶ αὐτός φησιν ὁ βασιλεύς ἐπὶ γενέσεως· ὁ το ιοῦτος διελθὼν τοὺς τῆς Ἀφοδίτης καιρικοὺς χρόνους ἄτεκ νος τῶν [*](13 κβ΄] μβ΄ V 20 ἐδήλουν V 29 οὕτως H nempe εἰς 〈τὸν) 33 nempe πρόσοδοι et ἐπικουρίαι 36 cf. Riess p. 370, 201 διελθὼν Vb ut vid] δὲ ἐλθὼν Va Valens.)

290
ἀν αγκαίων στερηθήσε τακα ἱπάνια ἀχρειώ σατρόπον ἐπαίτου ζήσετα ι. ἄρχονται οὖν τότε ἐνεργεῖν οἱ χρόνοι, ἐπὰν εἰς συντέλειαν συντρέχωσι, προκατασκευάζοντες ἐπὶ τῶν ἀγαθῶν ἀποτελεσμάτων φιλίας συστάσεις ὠφελείας συμπαθείας δόξας, ἐπὶ δὲ τῶν φαύλων κακωτικὰς αἰτίας.