Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πότερον οἱ παλαιοὶ τὴν ἐνέργειαν τῆς προγνώσεως ἐπιστάμενοι διὰ τὸ μεγαλαυχὲς καὶ ἀνθρωπίνῃ φύσει δυσέφικτον φθόνῳ ἐνεχθέντες ἀπέκρυψαν ἢ μὴ καταλαμβανόμενοι, ἅπερ ἡ φύσις διήρθρωσε καὶ ἐνομοθέτησε καὶ ἀνάγκῃ περικλείσασα ἀρθόνως ἀνθρώποις ἐδωρήσατο, ὅμως ἠνίξαντο, οὐκ ἔχω λέγειν. οὐδὲν γάρ μοι δοκεῖ τῶν ἐν κόσμῳ καλλίστων στοιχείων καὶ πλείστων καὶ μεγάλων δημιουργημάτων ὑπὸ τοῦ θεοῦ ἐθονημένον ἀνθρώποις πρὸς καιρικὴν χρῆσιν· οὐδὲ γὰρ ἄν προέδειξε τὸ θεῖον μὴ βουληθὲν παρέχειν. ἀλλʼ ἐκεῖνοι μὲν ὡς ἠθέλησαν ἢ ὡς δδυνήθησαν· διὸ καὶ τὸ κάτω κεφάλαιον αὐτῶν μνημονεύων θαυμάζω τὴν γνώμην σκολιάν τε καὶ δυσθήρατον. ἐγὼ δὲ ὅσα ποτὲ μὲν εἶρον διὰ πείρας προέδειξα, ὅσα δὲ καὶ ἐν τῷ μεταξὺ χρόνῳ ἐπεξεῦρον, οὐκ ἐβουλήθην ἀποκρύψαι διὰ τὸ παράδοξον τῶν πολλῶν ἀποτελεσμάτων, ἀγαθῶν τε καὶ φαύλων, ἐν ὀλίγῳ χρόνῳ γενομένων ἢ καὶ ἐπὶ τοῖς αὐτοῖς ἐπιμενόντων· ἡ δὲ ὑποκειμένη ὑποδιαίρεσις διδάξει τοὺς φιλομαθεῖς· ταύτην γάρ προκρίνας μὲν πασῶν καὶ συγκοσμῆσαι βουλόμενος ἀλλεπαλλήλως κατὰ τὴν λεπτομέρειαν διασαφ ήσω. ἡ γάρ πλατικὴ θεωρία ἀμαυροτάτην τάξιν ἔχουσα διὰ τὴν ἀκόλαστον τῶν ἐντυγχανόντων γνώμην ἐλέγχεται ῥᾳδίως. μὴ ὑπολάβῃ δέ τις διὰ τὸ ποικίλον καὶ πολυμερὲς τεχνικὸν ὑπάρχειν τὸν λόγον, ἀλλʼ ἐκθειάζειν τὴν φύσιν· πολλοὶ μὲν γὰρ πολλὰς αἱρέσεις διαγραψάμενοι οὐδεμίαν βεβαίαν συνέταξαν.

Τοιγαροῦν ἐπὶ τὰ προκείμενα βαδιστέον. οἶ μὲν οὖν θανατικοὶ κλιμακτῆρες καταληπτέοι ἔσονται, καθὼς ἐν τῷ περὶ χρόνων ζωῆς προέταξα καὶ νῦν δὲ ἐν τούτῳ ἀκριβέστερον δηλώσω. ἐκ τριῶν ὅδρων θυνεστώτων τῶν χρόνμων, ἐλαχίστου μέσου καὶ μεγίστου, [*](1 τῶ Va 2 Iliad. V 128; cf. Ω 210, η 198 3 Ilisd. Ζ 488 5 in mg. δ΄ V 9 ἢ] οἱ ut vid. V 11 ὁμοίως V ἥνοἰξαντο (η ex οι?) Va 12 κάλλιστον στοιχεῖον V 13 ἐφνονημένον V 16 καὶ] κατὰ Us. 18 προσέδειξα V 20 nempe γινομένων 21 διαίρεσις Va 22 μὲν absurdum, προκρινόμενος Diels 24 διασαφήσει V, corr. Us.)

273
τὴν σύγκρασιν οὕτως ἀνεῦρον· ἐκ τοῦ κλήρου τῆς τύχης καὶ τοῦ οἰκοδεσπότου λογιζόμενος τάς περιόδους τῶν ἀστέρων καὶ τὰς ἀναφοράς τῶν ζῳδίων, πρῶτον ὥρας εῖτα ἡμέρας εῖτα μῆνας εῖτα ἔτη, ἢ ὧν μὲν ὥρας ὧν δὲ ἡμέρας ὧν δὲ μῆνας ὧν δὲ ἐνιαυτούς, κατὰ τούς ἐπικέντρους καὶ ἀνατολικούς ἀστέρας καὶ τὰ οἰκεῖα σχήματα ἡμέρας εῖτα μῆνας εῖτα τάς περιόδους. ἐπὶ μὲν γάρ τῶν ἤδη τὴν ἡλικίαν προβεβηκότων δυνατὸν τὰς περιόδους καὶ τὰς ἀναφοράς μερίζειν , ἐπὶ δὲ τῶν νηπίων ἀπὸ τῶν ἐλαχίστων ἀρξάμενος.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἥλιος Ἀφροδίτη Ὑδροχόῳ, Σελήνη Ζεὺς ἀρχαῖς Κριοῦ, Κρόνος Κριῷ. Ἄρης Τοξότῃ, Ἑρμῆς Αίγόκερῳ, ὡροσκόπος Σκορπίῳ, κλῆρος τύχης Ζυγῷ, κλίμα Ϛ΄ οἱ μερίζοντες οὗτοι· Ἀφροδίτη διὰ τὸν Ζυγόν, Κρόνος διὰ τὸ τὴν Ἀφροδίτην εῖναι Ὑδροχόῳ, Ἄρης διὰ τὸ τὸν Κρόνον Κριῷ εἶναι. ἐλογισάμην οὖν κατά τε τάς περιόδους καὶ τὰς ἀναφοράς πρῶτον ὥρας εῖτα ἡμέρας εἷτα μῆνας οὕτως· ἔλαβον τοῦ Ζυγοῦ ἡμέρας η΄ καὶ ὥρας η΄ καὶ πάλιν τοῦ Ζυγοῦ ἀναφορὰς κλίματος Ϛ΄ ὥρας γ΄ . καὶ ἐπεὶ Ἀφροδίτη Ὑδροχόῳ ἐστίν, ἔλαβον Κρόνου ὥρας νζ΄, καὶ πάλιν ἐπεὶ ὁ Κρόνος ἐν τῷ Κρίῷ ἐστιν, ἔλαβον Ἄρεως ὥρας ιέ γίνονται ἐπὶ τὸ αὐτὸ ἡμέραι η΄ καὶ ὧραι ρκγ΄ , αἵ εἰσιν ἡμέραι ε’ ὧραι γ΄ γίνονται αἱ πᾶσαι ἡμέραι ιγ΄ ὧραι γ΄· ἔζησεν ἡμέρας ιγ΄ ὥρας γ΄ .

Ἄλλη. Ἡλιος Ἀχροδίτη Ἑρμῆς Καρκίνῳ, Σελήνη Αἰγόκερ. Κρόνος Σκορπίῳ, Ζεὺς Υδροχόῳ, Ἄρης Λέοντι, ὡροσκόπος Ταύρῳ, κλῆρος τύχης Σκορπίῳ, ὁ κύριος Λἑοντι. ὁ τούτου κύριος Καρκίνῳ τάς ὥρας καὶ τὰς ἡμέρας τῶν τε ἀστέρων καὶ τῶν ζῳδίων παρεληλύθει· διὰ τοῦτο οὖν τρίτῳ τόπῳ μῆνας ἐλογισάμην· Ἄρεως μῆνες ξς΄ καὶ ιε΄ καὶ Ἡλίου τοῦ ἐν Καρκίνῳ μῆνες κε΄ γίνονται μῆνες ρς΄ , οἵ εἰσιν ἔτη η΄ μῆνες ι΄ Ταύτας προεθέμην τὰς γενέσεις. προσκοπεῖν οὖν χρὴ τοὺς οἰκοδεσπότας καὶ τοὺς τόπους, μὴ ὑπὸ τῶν κακοποιῶν διακατέχονται ἢ ἐναντιοῦνται ἢ παρʼ αἵρεσιν τύχωσι, καὶ τὰς λοιπὰς παραγγελίας.

Ἄλλη. Ἥλιος Ερμῆς Ὑὄροχόῳ. Σελήνη Ταύρῳ. Κρόνος Τοξότῃ, Ζεὺς Κριῷ. Ἄρης Αἰγόκερῳ, Ἀφροδίτη ὡροσκόπος Ἰχθύσι. κλίμα ς΄ κλῆρος τύχης Διδύμοις. ἔλαβον Ερμοῦ μῆνας ος΄ . καὶ ἐπεὶ Ἑρμῆς ἐν Ὑδροχόῳ ἐστίν, ἔλαβον τοῦ Υδροχόου τὴν ἀναφοφοράν μῆνας κγ΄ καὶ Κρόνου ἐν Τοξότῃ ὄντος τοῦ Τοξότου μῆνας [*](5 nempe 〈ἤ〉 κατὰ 7 δυνατοὶ V 9 nempe ἀρξαμένους, fort. manca oratio 13 εὸ] τὸν Va 18 fort. κγ V 25 Leonis dominus Sol. qui in Cancro est i. e. torio loco; sequentia fort. acunosa Valens.)

274
λγ΄ γίνονται οἱ πάντες μῆνες ρλβ΄ , ἃ γίνεται ἔτη ια΄· τοσούτων ἐτελεύτα. τὰς δὲ λεπτομερεῖς ἡμέρας καὶ σταλαγμιαίας ὥρας ἀπὸ τῆς ἑκάστου ἀστέρος περιόδου τὸ ιβ΄ λαμβάνοντες εὑρήσομεν.

Συμμερίζουσι δὲ οἱ ἀστέρες ἀλλήλοις οἰκείως κείμενοι καὶ τῆς αἱρέσεως ὄντες. οἷον Ἥλιος Ἑρμῆς Καρκίνῳ, Σελήνη Ἄρης Ζυγῷ, Κρόνος Ἀφροδίτη Λέοντι, Ζεὺς Τοξότη, ὡροσκόπος Αἰγόκερῳ, κλίμα Ϛ΄, ὁ κλῆρος τῆς τύχης Τοξότῃ. τούτου ὁ κύριος Ζεὺς ἐπίκειται τῷ κλήρῳ. ἐμέρισεν οὖν τὴν ἀναφορὰν τοῦ Τοξότου ἔτη λγ΄ καὶ τὴν ἰδίαν περίοδον ἔτη ιβ΄ γίνεται ἔτη με΄ τούτῳ οὖν τρίγανος Κρόνος ὑπάρχμων συνεμέρισε τῆς ἰδίας περιόδου μῆνας νζ΄ γίνεται ἔτη ἔγγιστα ν΄· ἐν τούτῳ καὶ ἐτελεύτα. εἰ δέ τις λογίσηται καὶ τῆς τοῦ Λέοντος ἀναφορᾶς μῆνας λή καὶ Ἡλίου μῆνας ιθ’, τοσούτους μῆνας συνάξει.

Αὗται αἱ γενέσεις δεδοκιμασμέναι ἐξ αὐτοψίας πρόκεινται. εἰ δέ τις ἐξ ἀκοῆς θέλει δοκιμάζειν λαβὼν γένεσιν, διαψευσθήσεται τὴν ἀγωγήν. καὶ ἕτεροι δὲ κλιμακτῆρες σημαίνονται, ὁπόταν κακοποιοῦ σχήματος καὶ μαρτυρίας χρόνος συνδράμῃ ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τοῦ ὡροσκόπου καὶ τοῦ τούτου κυρίου, ὁπόταν κατὰ διαδοχὴν ἢ ἀντιπαραχώρησιν οἱ ἀστέρες τύχωσι μὴ χρηματίζοντος τοῦ κλήρου τῆς τύχης ἢ τοῦ οἰκοδεσπότου.