Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐὰν γάρ πως ἐπίκεντρος χρηματίζων εὑρεθῇ οἰκοδεσπότης, αὐτὸς ἄρξει τῶν χρόνων, εἶτα ἐξῆς οἱ μετʼ αὐτόν. ἐὰν δὲ ἐν τῷ αὐτῷ ζῳδίῳ ὦσι, κατὰ τὰς μοίρας λογιστέον, ἐπεί τοι γε οἱ ἀνατολικώτεροι ---. προηγουμένως δὲ συνορᾶν χρὴ τὸ ὡροσκοπικὸν κέντρον τόν τε τούτου οἰκοδεσπότην δπμως ἐθχημάτισται· ἐὰν γὰρ αὐτοῦ τύχῃ παρών ἢ οἰκείως ἐν ἑτέρῳ, ἀγαθὸς πρὸς τοὺς ζωτικοὺς χρόνους καὶ πρὸς τὰ τῆς ψυχῆς ἐνεργήματα εἰ δὲ ὑπὸ δύσιν τύχη ἦ ἐναντίος ἢ ἀνοικείως σχηματισθῇ, χαλεπός. ἢ γὰρ τὴν τοῦ ὡροσκοποῦντος ζῳδίου ἀναφοράν ἢ τὴν ἐφʼ οὖ πάρεστιν ἢ τὴν οὖ τὸ ζῴδιόν ἐστιν ἢ τὴν περίοδον τελέσας ἀπολείπει τούς χρόνους. ποιεῖ δὲ καὶ οὕτω τυχὼν ὀλιγοχρονίους ἢ καὶ ἀντὶ ἐτῶν μῆνας ἢ ἀντὶ μηνῶν ἡμέρας παρέχει. ἐὰν δὲ κύριος μὲν τοῦ ὡροσκόπου μὴ συμπαρῇ, ἕτερος δέ, ἐκεῖνος ἄρξει τῶν χρόνων· ἂν δὲ καὶ ἕτεροι συμπαρῶσι, κἀκεῖνοι συμμεριοῦσι, πρότερος μέντοι ὁ ἀνατολικώτερος ἢ οἰκειούμενρς τῷ ζῳδίῳ. ὅμοια δὲ ἀποτελέσματα ἐκ τε τῆς τοῦ ἀστέρος καὶ ἐκ τῆς τοῦ ζῳδίου φύσεως καταληφθήσεται. εἰ δέ πως ἐν τῷ κέντρῳ μὴ εὑρεθεῖεν, προανηνεγμένοι δέ, πρὸς ὀλίγον ἄρξουσι τῶν χρόνων ἢ καὶ ὅσον τοῦ ζῳδίου μέρος κατὰ τάς μοίρας διώδευσαν, ἀφελοῦσιν ἐκ τῶν ἰδίων ἀριθμῶν καὶ ἀναφορῶν.