Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐπεὶ οὖν ἐν τοῖς ἐμπροσθὲν περὶ τῶν ἀναρορῶν ἐδηλώσαμεν. ὡς δύναμιν ἔχουσι περὶ τὰς τῶν χρόνων αἱρέσεις, ἀναγκαῖον [*](4 De eius modi iure iurando cf. Kroll De οrac. chald. 59 2; Dieterich Mithrasliturgie 52 Luci. de hist. 14 13 περικαμπείων V 15 Cf. Odyss. δ, 73 16 καὶ ante τινα non certum in V 13 formula notissima 25 in mg. β΄ V)

264
καὶ νῦν ἐπιδιασαφῆ ῆσαι. ἐπὶ πάσης γενέσεως ἀκριβῶς τῶν ἀστέρων ἐκτεθέντων σκοπεῖν δεήσει τὸν οἰκοδεσπότην, πῶς ἐχημάτισται ἢ ὑπὸ τίνων μαρτυρεῖται καὶ εἰ ἀνατολικὸς ἢ δυτικὸς καὶ εἰ οἰκεῖον σχῆμα ἢ ἀλλότριον τῆς αἱρέσεως κέκτηται, τόν τε τούτου ἐπίκοινον καὶ τὸν κλῆρον τῆς τύχης καὶ τὸν κύριον συνορᾶν, ὁμοίως δὲ καὶ μέγεθος τῆς γενέσεως.

Ἐὰν γάρ πως ἐπίκεντρος χρηματίζων εὑρεθῇ οἰκοδεσπότης, αὐτὸς ἄρξει τῶν χρόνων, εἶτα ἐξῆς οἱ μετʼ αὐτόν. ἐὰν δὲ ἐν τῷ αὐτῷ ζῳδίῳ ὦσι, κατὰ τὰς μοίρας λογιστέον, ἐπεί τοι γε οἱ ἀνατολικώτεροι ---. προηγουμένως δὲ συνορᾶν χρὴ τὸ ὡροσκοπικὸν κέντρον τόν τε τούτου οἰκοδεσπότην δπμως ἐθχημάτισται· ἐὰν γὰρ αὐτοῦ τύχῃ παρών ἢ οἰκείως ἐν ἑτέρῳ, ἀγαθὸς πρὸς τοὺς ζωτικοὺς χρόνους καὶ πρὸς τὰ τῆς ψυχῆς ἐνεργήματα εἰ δὲ ὑπὸ δύσιν τύχη ἦ ἐναντίος ἢ ἀνοικείως σχηματισθῇ, χαλεπός. ἢ γὰρ τὴν τοῦ ὡροσκοποῦντος ζῳδίου ἀναφοράν ἢ τὴν ἐφʼ οὖ πάρεστιν ἢ τὴν οὖ τὸ ζῴδιόν ἐστιν ἢ τὴν περίοδον τελέσας ἀπολείπει τούς χρόνους. ποιεῖ δὲ καὶ οὕτω τυχὼν ὀλιγοχρονίους ἢ καὶ ἀντὶ ἐτῶν μῆνας ἢ ἀντὶ μηνῶν ἡμέρας παρέχει. ἐὰν δὲ κύριος μὲν τοῦ ὡροσκόπου μὴ συμπαρῇ, ἕτερος δέ, ἐκεῖνος ἄρξει τῶν χρόνων· ἂν δὲ καὶ ἕτεροι συμπαρῶσι, κἀκεῖνοι συμμεριοῦσι, πρότερος μέντοι ὁ ἀνατολικώτερος ἢ οἰκειούμενρς τῷ ζῳδίῳ. ὅμοια δὲ ἀποτελέσματα ἐκ τε τῆς τοῦ ἀστέρος καὶ ἐκ τῆς τοῦ ζῳδίου φύσεως καταληφθήσεται. εἰ δέ πως ἐν τῷ κέντρῳ μὴ εὑρεθεῖεν, προανηνεγμένοι δέ, πρὸς ὀλίγον ἄρξουσι τῶν χρόνων ἢ καὶ ὅσον τοῦ ζῳδίου μέρος κατὰ τάς μοίρας διώδευσαν, ἀφελοῦσιν ἐκ τῶν ἰδίων ἀριθμῶν καὶ ἀναφορῶν.

Μετὰ δὲ ὡροσκοπικὸν κέντρον θεωρεῖν δεῖ μεσουράνημα ὁμοίως καὶ τὸν τούτου κύριον συγκρίνειν καὶ ἐξῆς δῦνον, μεθʼ ὃ ὑπόγειον. ἐὰν δέ πως ἐπὶ τῶν κέντρων μὴ εὑρεθῶσι, τὴν ἐπὶ τῶν ἀναφορῶν ἡγεμονίαν σκοπητέον· ἐὰν δὲ μηδὲ οὕτως τύχωσιν οἱ ἀστέρες ἐπιπαρόντες, τούς τοῖς ἀποκλίμασι συνορᾶν χρή εἰ γάρ καὶ μὴ τοσαύτην δύναμιν κέκτηνται πρός τε τὰς πράξεις καὶ τούς τελείους χρόνους, πλὴν ἐνεργήσουσιν. ἀναγκαῖον δὲ καὶ τὴν τῆς Σελήνης συναφὴν ἢ ἐπιμαρτυρίαν καὶ τὸν τοῦ ζῳδίου κύριον συνθεωρεῖν· ἐὰν γάρ πως ἐπίκεντρος εὑρεθῇ αἱρέσεως θχῆμα ἔχων, οὖτος ἄρξει τῶν πρώτων χρόνμων, μεθʼ ὃν οἱ ἐπιἐπί [*](9 τοι γε V 10 excidit fere δυναμικώτεροι 12 αὐτοῦ ibiʼ mutare nolui, quamquam fort. scripsit αὐτῷ 14 ἐναντίως Va 20 συμμετριοῦσι V 25 διόδευσον V 30 οὕτως] nempe τούτοις 36 τὸν πρῶτον χρόνον V)

265
κεντρότεροι ἢ φάσιν πεποιημένοιʼ οἱ μέντοι ἀνατολικώτεροι τῶν ἀπεράτων διοίσουσι.

Τούτων οὕτως κατʼ ἐξέτασιν ἠκριβωμένων λοιπὸν ἐνταῦθα ἀναγκαῖον προειδέναι τὴν καθολικὴν ὑπόστασιν τῆς γενέσεως, καὶ εἰς ποῖον μέγεθος ἢ ἐλάττωμα καταντᾷ, τούς τε βλάπτοντας καὶ ὠφελοῦντας ἀστέρας καὶ τίς τίνος τόπου ἢ εἴδους τὴν κυρίαν κεπλήρωται, οἶον πράξεως δόξης γυναικὸς τέκνων πατρὸς μητρὸς ἀδελφῶν καὶ τῶν λοιπῶν τῶν περὶ σῶμα καὶ ψυχὴν καὶ τὸν βίον ἀνηκόντων, ὦν τοῖς ἐπιμερισμοῖς πρόδηλα τὰ ἀποτελἐθματα γίνεται.

Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν. πολλάκις δὲ οἱ αὐτοὶ ἀστέρες πολλῶν πραγμάτων δεσπόζουσιν, ἅτινα ἀποτελέσουσι κατὰ τοὺς ἰδίους χρόνους. κἂν ὁμόσε δὲ τύχωσιν τῷ αὐτῷ χρόνῳ, τὰ πράγματα προδηλώσουσι· γνωστέοι δὲ οἱ χρόνοι ἐκ τῆς τῶν ζῳδίων ἀναφορᾶς καὶ ἐκ τῆς ἑκάστου ἀστέρος περιόδου. ἐὰν μὲν οὖν ἐπίκεντροι τύχωσιν ἤ ἐπαναφερόμενοι, τάς ἀναφορὰς καὶ τὰς ἑκάστου ἀστέρος περιόδους ὁλοκλήρους μερίζουσι· καὶ εἰ μὲν πλείων ἡ περίοδος εὑρίσκοιτο τῆς τοῦ ζῳδίου ἀναφορᾶς, ὁ τοὺς χρόνους ἔχων τὴν περίοδον μεριεῖ· εἰ δὲ ἡ ἀναφορὰ τῆς περίοδου πλείων, τὴν ἀναφοράν μεριοῦμεν· ποτὲ δὲ τὰ ὁλόκληρα αὐτῶν ἔτη μερίσουσι. πολλοὶ δὲ ἅμα παρόντες, εἰ μὲν περίοδοι ἐκ πάντων ὑπερβάλλοιεν τῆς ἀναφορᾶς μέγεθος, τὰς περιόδους μερίζουσιν· εἰ δὲ ἐλάττους εὑρίσκοιντο αἱ περίοδοι τῆς ἀναφορᾶς, τὴν ἀναφοράν μεριοῦσιν. --- ἀλλὰ οἱ λόγον πρὸς μερίσαν ἔχοντες ζῴδιον οἱ γάρ μὴ ἔχοντες λόγον ὥσπερ ἀπὸ τῶν ἀποκλιμάτων οὕτως μερίζουσι τὰ ἐλάχιστα. εἰ δέ τις ἰδιοπροσωπῶν ἢ ἄλλο τι οἰκεῖον ἔχων ζῴδιον τύχῃ, τὴν τοῦ ζῳδίου ἀναφορὰν μόνην μεριεῖ, Τὰ δʼ ἀποτελέσματα γίνεται συμπεραιουμένων τῶν ἀναφορῶν ἢ τῶν περιόδων. ἐὰν δέ πως τοῖς ἀποκλίμασιν εὑρίσκωνται, οὔτε τἀς ἑαυτῶν ἀναφοράς οὔτε τὰς περιόδους τελείας μερίζουσι.

Χρὴ δὲ καὶ τοῦτο προγινώσκειν, ὅτι οὐ πάντοτε οἱ κακοποιοὶ βλαπτικοὶ τυγχάνουσιν, ἀλλὰ καὶ ὠφέλιμοι καὶ ζωῆς καὶ δόξης παραίτιοι, ὁμοίως δὲ καὶ οἱ ἀγαθοποιοὶ κινδύνων καὶ βλάβης παρεκτικοί. ἅπερ διὰ τῆς οἰκείας αὐτῶν σχηματογραφίας ἢ καὶ ἐναντιότητος προγινώσκεται. κατελαβόμην μὲν οὖν τοὺς κακοποιἀπεράτων [*](2 non intellego 9 cf. IV 17—24 17 ὁλοκλήρως V 21 αἰτῶν an αὐτῆς in V, incertum 22 ὐπερβέλλειεν V 24 excidit fere οὐ μὴν πάντες τὰς μεγίστας περιόδους μεριοῦσιν 25 possis ὥσπερ οἱ ἐπὶ των 30 εὐρίσκονται V)

266
οὺς ἐκ πείρας ἐπὶ μὲν τῶν μετρίων καὶ ταπεινῶν γενέσεων ἀληκακοποιούς· ἀλλεπαλλήλοις γάρ κακοῖς περιτρέπουσι, κἀν πρὸς ὀλίγον ἀγαθοποιοὶ βοηθεῖν δόξωσιν, ἀφαιροῦνται τά περικτηθέντα καὶ ἀπράκτους καὶ δυστυχεῖς κατασκευάζουσι· πλήν τινας εὐεκτοῦντας περὶ σῶμα καὶ ὀρεκτικούς περὶ τάς γραφὰς καὶ ἀδιαφόρους καὶ ἱλαροὺς περὶ τάς πράξεις καὶ μεθʼ ἡδονῆς κοπιῶντας. ἐπὶ δὲ τῶν μειζόνων πρακτικούς καὶ ἐπιδόξους καὶ περιποιητικούς· ἀλλʼ ὅμως οὐδʼ οὕτως λείπονται τῆς οἰκείας αὐτῶν φύσεως· ἕξουσι γάρ τὸ τολμηρὸν καὶ ἐπίφοβον καὶ τυραννικὸν καὶ τὸ πλεονεκτικὸν καὶ τὸ ἀναιρετικὸν καὶ ἀλλοτρίων ἐπιθυμεῖν καὶ παρανόμοις καὶ βιαίοις πράγμασι μολύνεσθαι τό τε καθαιρειικὸν τῆς δόξης καὶ τὸ εὐμετάβολον τῆς τύχης. ὅθεν οὐδὲ τὰς ἀρχὰς οὐδὲ τὰς ἡγεμονίας οὐδὲ τὸν βίον ὁμαλῶς διευθύνουσι, θορύβοις δὲ καὶ ἐπιβουλαῖς περιπίπτουσι πολέμοις τε καὶ ὄχλων ἐπαναστάσεσι καὶ ὕβρεσι. Συμβαίνει δὲ πολλάκις καὶ ἐπί τινων γίνεσθαι λοιμούς, ἐμπρηθμούς, ἀρορίας καρπῶν, κατακλυσμούς, σεισμοὺς κατὰ τὴν ἑκάστου κακοποιοῦ δχηματογραφίαν. ὅθεν καὶ ἃ ἕτεροι ἐνεδείξαντο αὐτοῖς πάσχοντες ἀνιαρῶς διάγουσι καὶ θανάτοις δὲ βιαίοις ἢ ἀπροσδοκήτοις περιπεσόντες ἀπέτισαν δίκας. τῶν δὲ τοιούτων καὶ ἡ τύχη μυθώδης καὶ τὸ τέλος πολυθρύληττον γίνεται.

Ἵνα δὲ συντόμως τὴν ἀπόδειξιν ποιησώμεθα, ὁποῖον ἂν σχῆμα ἐπὶ γενέσεως οἱ ἀστέρες εὑρίσκωνται ποιούμενοι πρὸς ἀλλήλους, ἤτοι ἀγαθὸν ἢ φαῦλον κατὰ τὴν ὑπόστασιν τῆς καταβολῆς, ἐκεῖνο ἀποτελέσουσι τῶν χρόνων δεσπόζοντες. οἱ μέντοι καθυπερτεροῦντες ἢ ἐναντιούμενοι δυναμικὼτεροί εἰσιν, εὐτονώτεροι δὲ καὶ βεδαιότεροι πρὸς ἀποτέλεσμα οἱ οἰκείοις καὶ ἐπικαίροις ζῳδίοις ὄντες καὶ οἱ τῶν χρόνων δεσπόζοντες. μέντοι Κρόνου καὶ Διὸς διάμετρον πρακτικὸν καὶ ὠφέλιμον διαλαμβανέσθω καὶ μάλιστα ἐν τοῖς οἰκείοις ζῳδίοις, ἐάνπερ μὴ ἀναλύηται ὑπὸ ἑτέρας κακωτικῆς δυνάμεως. ὁμοίως δὲ καὶ ἡ Διὸς καὶ Ἄρεως σχηματογραφία, ἐὰν ἐν οἰκείοις τύχῃ, ἀγαθή· καὶ ἕτερος δὲ ἐν ἑτέρου ζῳδίῳ παρὼν καὶ λόγον ἔχων πρακτικὸς καὶ ὠφέλιμος ἐν τοῖς ἐπιβάλλουσι χρόνοις. χρηματίσει δὲ καὶ ἐκαστος ἀστὴρ σιντελειουμένης τῆς ἰδίας μεγίστης περιόδου.

[*](5 γραφάς] nempe συναφάς (═ μίξεις) vel τροφάς 7 μεζόνων sc. γενέσεων cf. v. 1 10 τὸ tertium] τῶν V 11 παράνομον V nolui παρανόμων 22 συντόμῳ V 28 εὑρίσκονται V 24 ἤτοι Rad.] εἴ τι V)