Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Ψηφίζεται ἡ Σελἡνη ἐπὶ πάσης γενέσεως μήκει καὶ πλάτει, καὶ σκοποῦμεν εἰς ποῖον ζῴδιον ἐκπίπτει πλάτος τῆς Σελήνης· ὅπου δʼ ἂν εὕρωμεν, ἐκεῖ ἕξει τὴν σπορίμην Σελήνην. πάντοτε γάρ ἐπὶ πάσης γενέσεως τῆς ἐκτροπῆς πλάτος ἐκπίπτει ἐπὶ τὴν σπορίμην Σελήνην ἐπὶ τὴν αὐτὴν μοῖραν, ἣν καὶ εἶχεν ἐπὶ τῆς σπορᾶς. οὐ γάρ δυνατὸν πληρωθέντος τοῦ χρόνου ὑπερβῆναι τὴν Σελήνην τὸν ἴδιον σκοπόν. ἀνάδραμε γὰρ τὰς ἡμέρας καὶ στήσας τὴν Σελήνην ἐπὶ τὴν μοῖραν ἴδε, πῶς γέγονεν ἡ προγενομένη σύνοδος, καὶ ἀπʼ αὐτῆς προτίθει τὰς ἡμέρας καὶ γνώσῃ, ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ συνελήφθη καὶ πότερον μηνῶν η΄ ἢ ι΄ ἐγέετο ὁ γεννηθείς.
Ἔὰν γὰρ ὁ σπόριμος Ἥλιος ὑποδείγματος χάριν Κριῷ ᾖ τῆς Σελήνης φερομένης ἀπὸ συνόδου ἄχρι μοιρῶν ρκ΄, ἕξει τὴν τελείαν σποράν (οὐ γάρ δυνατὸν ὑπερβῆναι τὲς ρκ΄ μοίρας διὰ αὐταῖς πληροῦσθαι τὸν τέλειον ὡροσκόπον τῶν σο΄ μοιρῶν) καὶ γίνεται τῳ δεκάτῳ μηνί. ἐὰν οὖν ὑπερβῇ τὰς ρκ΄ μοίρας, πάντοτε τοῖς θ΄ προστίθει εἰς τάς ἡμέρας καὶ ἐπικεραλαιὼσας ἐπιγνώσῃ, πόσαις ἡμέραις συνελήφ θη. πάντοτε οὖν θηρεύσας τὴν μοῖραν τοῦ πλάτους ἴδε, διὰ πόσων ἡμερῶν καὶ ὡρῶν ἡ Σελήνη ἐπέχει ἐπὶ τὸν αὐτὸν σκοπόν ὥσπερ γάρ τροχὸς κυλιόμενος ἐνέκοψεν ἐπὶ τὴν ἰδίαν ἐλθοῦσα ἐποχήν.
Ταῦτα μὲν οὖν συνέταξα οὐ ποιητικῶς, ὥς τινες ἢ ἐπακτικὴν ἀκρόασιν πράσσουσι τῇ τῶν λόγων συνθήκη ἣ καὶ μέτρου ἁρμονίᾳ θέλγοντες τούς ἀκούοντας μυθώδεις καὶ ἐπιπλάστους ἐπιφερόμενοι σκοτεινολογίας. ἐγώ δὲ οὐ λόγῳ καλῷ χρησάμενος, πολλὰ δὲ καμών καὶ παθὼν αὐτόπτης γενόμενος τῶν πραγμάτων δοκιμάσας συνέγραψα. τὸ γάρ παθεῖν τοῦ ἀκούειν βέλτιον καὶ ἀληθέστερον ὑπάρχει. ὁ μὲν γὰρ ἀκούσας δύσπιστον καὶ ἀμφίβολον τὴν χρῆσιν ἔχει, ὁ δὲ πεπονθώς παρεὶς πολλὰ καὶ μεμνημένος ἐκύρωσε τὸ πάσχον. ἀλλὰ φυσικῶς τινες βάσκανοι καὶ ιλόνεικοι καί ἐναντιόβουλοι [*](4 in mg. NV πορίμης V 5 cf. Petos. fr. 14 12 proclive ποῦ 13 nempe προστίθει 17 ρκ΄ ] κ΄ V 21 an del. εἰς? 27 τὴν τ. λ. συνθήκην V μέτρου] μέρ τα V 33 de παρεὲς (a παρίημι?) dubito; 〈πάθεσι〉 π. (a πείρω) Rad.)
Οὐεττίου Οὐάλεντος ἀνθολογιῶν βιβλίον Ϛ΄ τετέλεσται.
[*](1 possis 〈ἣ〉 καὶ 2 γενόμενα Diels 6 ὧν] τῶν V)Χρὴ μὲν οὖν πρὸ πάντων καὶ περὶ ταύτης τῆς βίβλου ὅρκον προτάξαι τοῖς ἐντυγχάνουσιν, ὅπως πεφυλαγμένως καὶ μυστικῶς ἔχωσι τὰ λεγόμενα ποικίλως γάρ καὶ ἀκολούθως τάς προκειμένας αἱρέσεις ἐθέμην εἰς προτροπὴν καὶ ἀγωγὴν φιλόκαλον πολλὴν δύναμιν ἐχούσας, ὅπως ἀπὸ τῶν ἐλαχίστων ἐπὶ τὰ μείζονα τὴν ἐπιθυμίαν ἐπεκτείνωσι καὶ μὴ διαλιπόντες ψόγον καθʼ ἡμῶν οἴσονται. βέλτιον οὖν ἐστι προγυμνασθέντας ταῖς συντεταγμέναις ὑφ’ ἡμῶν βίβλοις ἐπὶ ταύτας ἐλθεῖν· ἐκ γὰρ τῶν καθολικῶν καὶ μερικῶν συγκρίσεων ἄπταιστος ἡ διαίρεσις καὶ σεβάσμιος κριθήσεται. καὶ καθάπερ ἄν εἴς τινα ἀκρώρειαν διὰ βαθμῶν καὶ περικαμπῶν τόπων ἀνελθὼν τις μετά πολλοῦ πόνου καὶ εὑρὼν ναοῦ κατασκευὴν καὶ πολυτέλειαν ἀγαλμάτων χρυσοῦ τε καὶ ἀργύρου ήδ᾿ ἐλέφαντος καὶ τινα τινα ἁλουργήματα ἀμετανόητον καὶ ἀκοπίατον ἡγεῖται τὴν ἄνοδον καὶ μεθʼ ἡδονῆς θρησκεύει φαντασιούμενος οὐρανίοις θεοῖς προσομιλεῖν, τὸν αὐτὸν τρόπον καὶ οἱ ταῖς παραγγελίαις ἡμῶν πειθόμενοι· οὕς ὁρκίζω Ἡλἰου μὲν ἱερὸν κύκλον καὶ Σελήνης ἀνωμάλους δρόμους τῶν τε λοιπῶν ἀστέρων δυνάμεις καὶ κύκλον δυοκαίδεκα ζῳδίων ἀποκρύφ οις ταῦτα ἔχειν καὶ τοῖς ἀπαιδεύτοις ἥ ἀμυήτοις μὴ μεταδιδόναι τιμήν τε καὶ μνήμην τῳ εἰσηγησαμένῳ ἀπονέμειν. εὐορκοῦσι μὲν εὖ εἴη καὶ καταθύμιοι οἱ προκείμενοι θεοί, ἐπιορκοῦσι δὲ τὰ ἐναντία.
Ἐπεὶ οὖν ἐν τοῖς ἐμπροσθὲν περὶ τῶν ἀναρορῶν ἐδηλώσαμεν. ὡς δύναμιν ἔχουσι περὶ τὰς τῶν χρόνων αἱρέσεις, ἀναγκαῖον [*](4 De eius modi iure iurando cf. Kroll De οrac. chald. 59 2; Dieterich Mithrasliturgie 52 Luci. de hist. 14 13 περικαμπείων V 15 Cf. Odyss. δ, 73 16 καὶ ante τινα non certum in V 13 formula notissima 25 in mg. β΄ V)