Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ψηφίζεται ἡ Σελἡνη ἐπὶ πάσης γενέσεως μήκει καὶ πλάτει, καὶ σκοποῦμεν εἰς ποῖον ζῴδιον ἐκπίπτει πλάτος τῆς Σελήνης· ὅπου δʼ ἂν εὕρωμεν, ἐκεῖ ἕξει τὴν σπορίμην Σελήνην. πάντοτε γάρ ἐπὶ πάσης γενέσεως τῆς ἐκτροπῆς πλάτος ἐκπίπτει ἐπὶ τὴν σπορίμην Σελήνην ἐπὶ τὴν αὐτὴν μοῖραν, ἣν καὶ εἶχεν ἐπὶ τῆς σπορᾶς. οὐ γάρ δυνατὸν πληρωθέντος τοῦ χρόνου ὑπερβῆναι τὴν Σελήνην τὸν ἴδιον σκοπόν. ἀνάδραμε γὰρ τὰς ἡμέρας καὶ στήσας τὴν Σελήνην ἐπὶ τὴν μοῖραν ἴδε, πῶς γέγονεν ἡ προγενομένη σύνοδος, καὶ ἀπʼ αὐτῆς προτίθει τὰς ἡμέρας καὶ γνώσῃ, ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ συνελήφθη καὶ πότερον μηνῶν η΄ ἢ ι΄ ἐγέετο ὁ γεννηθείς.