Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἔδοξε δέ μοι ἐκ πείρας θανατικὰς κρίνειν μοίρας καὶ δυναστικάς τάς μαρτυρίας τοῦ τε ὡροσκόπου καὶ τῆς Σελήνης πρὸς ἀλλήλους καὶ τὰς τούτων τετραγώνους καὶ διαμέτρους. αὗται γὰρ εἰς κεντροθεσίαν οὐ τὴν τυχοῦσαν κέκτηνται δύναμιν. πολλῆς δὲ πλάνης συνεμπιπτούσης ἑκάστοτε περὶ τοὺς ἀφετικοὺς ἤτοι ἀναιρετικοὺς τόπους καὶ σχεδόν τινων καὶ παρεχομένων τὰς τῆς θεωρίας ὁ μὴ παρὼν ἔλεγχος τῆς ἀληθείας ψόγον καὶ ἀποτροπὴν ἐργάζεται, ἀναγκαίως ἔσχον ἐξευρὼν ἐπιδιασαρῆσαι τὴν πλάνην. Ὁπόταν μὲν γὰρ κατὰ μόνας αἱ ἀφέσεις --- πρὸς τὴν δοκοῦσαν ἀναίρεσιν ἀσύμφμωνος εὑρεθῇ, σκοπεῖν δεῖ ἀμφοτέρους τοὺς ἀριθμοὺς καὶ κατὰ ἀναφοράν ἡγεῖσθαι βιώσιμον χρόνον τοῦτον, ἐάνπερ μὴ κατὰ πολὺ ὑπερβάλλῃ τὸν μέγιστον χρόνον σπανίως γάρ τινες βιοῦσιν. ἢ καὶ ἄλίως ὁπόταν πολὺ διάστημα τῆς ἀφέσεως εὑρεθῇ τῆς Σελήνης ἢ| καὶ τοῦ ὡροσκόπου ἐν τῳ αὐτῷ ζῳδίῳ ὄντων ἢ καὶ καθʼ ἑτέραν τινὰ ἄφεσιν μὴ συμβῇ τὸ διάστημα τοῖς πολυαναφόροις ζῳδίοις εὑρεῖν, ὥστε τοὺς ἀφετικοὺς τόπους συνεγγίζειν ἀλλήλοις, ἐξαριθμήσαντας τοὺς χρόνους κατὰ ἀναφορὰν καὶ τούτων λαβόντας τὴν ἡμίσειαν ἡγεῖσθαι ζωτικὸν χρόνον. οὐ μόνον δʼ ἐπὶ τοῦ μεγίστου διαστήματος ἣ τῶν πολυχρονίων σκοπεῖν δεῖ τὴν ἄφεσιν, ἀλλὰ καὶ τοῦ ἐλαχίστου καὶ ἐπισυνθέτου τῶν ἀφέσεων πρὸς τούς ὀλιγοχρονίους. πρὸς δὲ τὴν ἀφετικὴν τῶν χρόνων διάκρισιν τῆς Σελήνης μοιρικαὶ φάσεις καθʼ ἕκαστον ζῴδιον λογιζόμεναι πρὸς τὰς ἀρέσεις καὶ συναρμοζόμεναι πρὸς τὴν τοῦ διαστήματος ρονογραφίαν τὴν ἀναίρεσιν προδηλοῦσι, καὶ μάλιστα ἀπὸ Σελήνης· αὕτη γάρ ἀφέτις γενομένη ὑπὸ ἑαυτῆς ἀναιρεθήσεται· εἰσὶ δὲ αἰ τῆς συνόδου ἢ πανσελήνου καὶ τῶν δυοῖν διχοτόμων, ἐνεργητικῆς οὔσης τῆς ἐπὶ δυτικὸν. πρῶτον φερομένης.