Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Οἱ πλεῖστοι μέντοι μερίζουσι τοὺς χρόνους ἐπὶ πάσης γενέσεως κατὰ τὴν ἑπτάζωνον ἀρξάμενοι ἀπὸ Κρόνου ἔπειτα Διί, εῖτα Ἄρει, εῖτα Ἡλίῳ, μεθʼ ὃν Αφροδίτη, ἔπειτα Ερμῇ καὶ ἐξῆς Σελήνῃ. καὶ ὁμοίως κατὰ ἀνακύκλησιν τῶν χρόνων σκοποῦσι τὸν δεσπόζοντα τῆς ἑβδομάδος καὶ τῶν ἡμερῶν. ἐμοὶ δʼ οὐκ ἀρέσκει τὸ τοιοῦτον, ἐπεὶ οἱ αὐτοὶ χρονοκράτορες ἐπὶ τῶν πλείστων. [*](3 cf. p. 253, 6 5 ἡμέραι ὐ μ ᾳ ϥ' γ΄ V at sunt 18 993 et id restitui. quoniam ex sequentibus apparet Valentem recte computasse 6 ὁμοῦ geminat V 16 καταμίξαντας V; cf. ad 243, 26 17 ἄρξῃ V 19 ἐπ V 24 ἑαυτῷ] ἐν αὐτῶ V)

257
γενέσεων εὑρεθήσονται, ἀλλὰ καθὼς πρόκειται ἔκ τε Ἡλίου καὶ Σελήνης ὁ ἀφέτης κριθήσεται ἢ ὁ μετὰ τὸν ώροσκόπον εὑρισκόμενος ἀστὴρ καὶ οἱ ἐξῆς, καθὼς ἔτυχον ἐπὶ γενέσεως ζῳδιακῶς τε καὶ μοιρικῶς διακείμενοι.