Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Καὶ ταύτην δὲ τὴν διαίρεσιν κωφῶς καὶ εἰκαίως παρερριμμένην διὰ τὰς εἰσόδους αἰνιγματώδεις ἐσχηκέναι δοκιμάσας καὶ ἀνευρὼν καὶ συγκομίσας ὑπέταξα, ὅπως οἱ φιλόκαλοι διὰ πολλῶν εἰς μίαν δύναμιν ἀποτελέσματος κατελθόντες ἐκθειάσωσι τὴν φύσιν, λογισάμενοι διὰ πολλῶν εὐθειῶν ὁδῶν τε καὶ δυσβάτων εἰς ἓν χωρίον κατηντηκέναι.

[*](2 sc. Petosiris an ὑφηγ.? 3 πάντα] aut τεθέντα aut 〈τεθέντα〉 πάντα 5 add. Diels; possis etiam ἔσται καὶ (vel sim.) pro καὶ 7 in mg. ε΄ V 9 εἰσὶ] ἐπὶ V possis ἐπὶ 〈τὸ〉 τούτων τετράγωνον ἢ διάμετρον; at extat ◻οι in V 10 τῶν] τὰς V 18 οὐδὲ V 15 ἀποθουται V (ο et αι ex corr.) 18 συγκρατητικαὶ V 23 in mg. ς΄ V 25 εἰκέως V 29 possis εὐρειῶν)
252

Ἔστω οὖν ἡμῖν λόγος ἐπὶ μὲν τῶν ἡμερινῶν γενέσεων λαμβάνειν ἀφέτην Ἥλιον, ἐάνπερ ἦ καλῶς κείμενος, ἐπὶ δὲ τῶν νυκτερινῶν Σελήνην, ἐπεὶ καθώς προγέγραπται ἡμῖν ταῖς ἐπικρατήσεσιν, ἐκεῖνον χρὴ κρίνειν ἀφέτην τῶν ἡμερινῶν καὶ νυκτερινῶν τὸν καλῶς κείμενον. ἐὰν δὲ κατʼ ἀμφότερα παραπέσῃ τὰ φῶτα, ὁ μετὰ τὸν ὡροσκόπον εὑρισκόμενος ἀστὴρ πρῶτος μεριεῖ τοῦς χρόνους καὶ δεύτερος ὁ μετʼ αὐτὸν κείμενος καὶ ἐξῆς οἱ λοιποί.

Ὑποδείγματος χάριν τῆς διαιρέσεως τῆς δεκαετηρίδος καὶ μηνῶν θʼ ἔστω Ἥλιος ἀφέτης. λήψεται αὐτὸς ἔτη δέκα μῆνας θ΄, καὶ μετʼ αὐτὸν ἐξῆς ὁ κείμενος ἀστὴρ ἐπὶ τῆς γενέσεως κατὰ τὴν τοῦ ζῳδιακοῦ κύκλησιν ἔτη καὶ μῆνας θ΄, καὶ μέχρις οὐ ἐὰν ἐπιδέχηται ὁ ἀριθμὸς τῶν ἐτῶν διδόναι τοὺς ἐνιαυσιαίους χρόνους. ἐπεὶ τούς περιοδικούς ἑκάστου ὡριαίους ἡμερησίους μηνιαίους συναναλαμβάνειν χρὴ τοῖς ἐνιαυσιαίοις καὶ συγκρίνειν τόν τε καθολικὸν τῶν χρόνων δεσπόζοντα καὶ τὸν τῶν μηνιαίων καὶ τῶν ἡμερῶν τε καὶ ὡρῶν τούς τε κύκλους, πόσοι ἦσαν καὶ τίς ἀπὸ τίνος δέχεται τὸν κύκλον καὶ τὴν ἐβδομάδα. ρὕτως γὰρ ἀνακυκλούμενοι οἱ χρόνοι κάν εἰς τούς αὐτοὺς καταντῶσιν ἀστέρας, οὐ μέντοι ἐκ τῶν αὐτῶν ἑβδομάδων οὐδὲ τῶν αὐτῶν κύκλων ἕτερος δʼ ἑτέρῳ κύκλῳ συναρμοζόμενος κατὰ τὴν ἀκολουθίαν τοῦ χρόνου τάς τῶν ἀστέρων ἐναλλοιοῖ δυνάμεις, καὶ γίνεται ὁ αὐτὸς ἀστὴρ ὁτὲ μὲν ἀγαθῶν αἴτιος ὁτὲ δὲ φαῦλος κατὰ τὴν τοῦ παραδιδόντος καὶ παραλαμβάνοντος ἐνέργειαν καὶ διάθεσιν οἰκείαν ἢ ἐναντίαν. προβλέπειν δὲ δεῖ τούς ἐνεστῶτας καὶ μέλλοντας χρόνους καὶ σκοπεῖν, κάν μὲν εἰς ἀγαθοποιούς χυρῶσι, προλέγειν ἀγαθόν, κἀν ἔτι διακατέχῃ ὁ κακοποιὸς ἐλάχιστον χρόνον προμαραίνεται γὰρ ἡ τοῦ κακοποιοῦ δύναμις ὑπὸ τῆς τοῦ παραλαμβάνοντος ἀστέρος ἀγαθοποιίας προκατασκευάζοντος ἀφορμάς ποικίλας, φιλίας συμπαθείας συστάσεις εὐημερίας δόξας ὠφελείας καταθυμίων συντέλειαν. ἔσθ’ ὅτε μὲν οὖν καὶ μυστικαῖς πράξεσιν ἡ ἀπορρήτοις ἢ παραβόλοις μολύνας εὐτυχίαν εἰργάσατο, ὡς τούς γενομένους ἥδεσθαι ἢ μέσως φέρειν ἐφʼ οἷς πρότερον ἤχθοντο καὶ μετανοεῖν ὡς μάτην ἀπολέσαντας ἄπρακτον χρόνον, ὁμοίως δὲ καὶ ὁπόταν ἀγαθοποιῶν εἰς κακοποιούς χωρῶσιν οἱ χρόνοι, εἰς ἔχθραν καὶ ἀτιμίαν καὶ προδοσίαν καὶ ζημίαν καὶ κίνδυνον προσλαμβάνονται [*](4 add. Raderm. 12 κύκλησιν] notae ln V ad explicandum difficiles 14 ἐπὶ V 19 nempe καὶ 20 οὐδε] σὐ V 21 συναμοζομένω Va, συναμοζόμενος Vb 25 καὶ σκοπεῖν otiosum 27 fors. del. ὁ 32 παραθόλοις V ὡς τοὺς] είς τοῦ V 33 ἀμέσως V)

253
καὶ εἰς αἰφνιδίους καὶ ἀπροσδοκήτους αἰτίας καὶ καθαιρέσεις ὅθεν πολλοὶ μετανοοῦσι μὴ προαμυνόμενοι τούς ἐχθρούς, ἀλλὰ καὶ πίστιν καὶ συμπάθειαν φυλάξαντες ματαίως, μὴ περιγινόμενοι δὲ ὧν θέλουσιν ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ὀδυνῶνται καὶ ἄκοντες ὑποτάσσονται.

Ἔστω δὲ ἡμῖν ἐπὶ ὑποδείγματος γένεσις, ἵνα συντομώτερον τὴν εἴσοδον ἐνδειξώμεθα. Σελήνη Ιχθύσι μοίραις ιή . Ἀχροδίτη Κριῷ, Ζεὺς Ζυγῷ, Κρόνος ὡροσκόπος Τοξότῃ, Ἄρης Ὑδροχόῳ. Ἥλιος Ὑδροχόου ἀρχαῖς, ὁρμῆς Ιχθύσιν· οὕτως γὰρ διέκειντο ἐφεξῆς. ζητοῦμεν ἔτη νβ΄ καὶ τοῦ νγʼ Παϋνὶ ιέ ἐπεὶ οὖν ἐπὶ ταύτης τῆς διαιρέσεως αἱ ἡμέραι καὶ οἱ κύκλοι πρὸς τξ΄ ἡμέρας τὴν πραγματείαν ἔχουσι, τὰ δὲ γενεθλιακὰ ἔτη πρὸς τὸν τξε΄ δ΄ , ἔλαβον τῶν ὁλοκλήρων ἐτῶν νβ’ τὰς ἀνὰ ε’ δʼ γίνονται σογ΄ καὶ ἀπὸ Μεχίρ ιβ΄ ἕως Παϋνὶ ιε΄ γίνονται ρκδ΄ καὶ ὁμοῦ γίνονται ἡμέραι τϥξ΄ . ἀφεῖλον κύκλον τξ΄ , λοιπαὶ ἡμέραι λζ΄ . ἐκρίθη οὖν νυκτερινῆς οὔσης τῆς γενέσεως Σελήνη, ὑπόγειος οὖσα θηλυκῷ ζῳδίῳ τριγώνῳ συναιρετιστοῦ καὶ οἰκείως κειμένη, ἀφέτης τῶν καθολικῶν χρόνμων. πρώτη οὖν ἔλαβεν ἐκ τῶν προκειμένων ἐτῶν ἔτη ί μῆνας θʼ, εἴθ’ ἑξῆς Ἀφροδίτη Κριῷ ἔτη μῆνας θ΄, εἶτα Ἀξῆς Ζεὺς Ζυγῷ ἔτη ί μῆνας θ΄, εἶθ’ Ἀξῆς Κρόνος Τοξότῃ ἔτη ί μῆνας θ΄· γίνονται κύκλοι δ΄ ἔτη μγ΄ . μετʼ αὐτοὺς ἐξῆς ἀκολουθεῖ Ἄρης· τούτου ὁ κύκλος ἔτη ί μῆνες θ΄ εἰς συμπληρῶσιν ἐτῶν νγ΄ καὶ μηνῶν θ΄, ἐπεὶ οὖν ὑπὲρ τὸν προκείμενον χρόνον καὶ ζητούμενον ὑπερβάλλει ὁ ἐνιαύσιος χρόνος, εἰς τὸν μηνιαῖον κατέδραμον καὶ ἔδωκα αὐτῷ τῳ Ἄρει τῷ κυρίῳ τοῦ κύκλου μῆνας ιέ , προσθεὶς δὲ τῷ συντελεσθέντι τετάρτῳ κύκλῳ ἐτῶν διʼ ἀριθμοῦ μγ΄ καὶ ἐγένοντο ἔτη μδ΄ μῆνες γ΄ . εἶτα Ἡλίῳ ἔτος α΄ μῆνας ζ΄, εῖτα Ερμῇ μῆνας κ΄.. εἶτα Σελήνη μῆνας κε΄ . εἶτα Ἀφροδίτῃ μῆνας ή , εῖτα Διὶ μῆνας ιβ΄ καὶ γίνονται ἔτη να΄ καὶ μῆνες γ΄ . ἐξῆς Κρόνος λαμβάνει μῆνας λ΄ εἰς συμπλήρωσιν τοῦ Ἀρεικοῦ κύκλου ἐτῶν νγ΄ καὶ μηνῶν θ΄·· ἐπεὶ οὖν καὶ οὖτος ὖ χρόνος ὑπερβάλλει τὸν προκείμενον, εἰς ἡμέρας ἀνέλυσα οὕτως· ἕως τοῦ Διὸς συνήγετο ἔτη να΄ μῆνες γ΄· ἀνέλαβον τὰς λοιπὰς ἡμέρας τοῦ νβ΄ ἔτους σο΄ καὶ τοῦ νγ΄ τξ΄ καὶ τοῦ νδ΄ ἔτους ἡμέρας λζ΄ καὶ νίνονται ὁμοῦ ἡμέραι χξζ΄ Κρόνου τοῦ ἀπὸ Ἄρεος παραλαμβάνοντος. [*](10 ιβ΄ Va (pro νβ΄ ) παυνὶ] ἰουνίω superscr. V 12 γενεθλικὰ V 13 νγ΄ Va 17 Pisces trigonum sunt Veneris, quae item ac Luna nocte gaudet possis ἀφέτις 21 αὐτοὺς] μύτὸν Va, αὐτῶν Vb 22 μῆνας V 26 ὲ fors. del. 27 μῆνες V 29 sq. μῆνας V 31 νγ΄] γ΄ V 34 νγ΄ ] τέ V 35 τοῦ] καὶ V)

254
ὧν παρέδωκεν ἑαυτῷ καὶ τοῖς ἐξῆς κειμένοις κύκλον α΄ ἡμερῶν ρκθ΄ εῖτα τὸν β΄ κύκλον παρεχώρει Ἀρεῖ ὁμοίας ρκθ΄ κἀκεῖνος ἐμέρισεν ἑκάστῳ τὰς ἰδίας ἡμέρας. τὸν δὲ γ΄ κύκλον Ἥλιος διεδέξατο ἀπὸ Κρόνου καὶ ἐμέρισεν ρκθ΄ ἡμέρας, τὸν δὲ Κρμῆς, τὸν δὲ ε’ Σελήνη καὶ ἐμέρισεν ἡμέρας ρκθ΄ . λοιπὸν περιλείπονται ἡμέραι κβ΄ τοῦ ς΄ κύκλου, ὅς ἐστιν Ἀφροδίτης. ἐμέρισεν οὖν ἑαυτῇ ἡμέρας η΄ . ἔπειτα Διὶ ἡμέρας ιβ΄· λοιπαὶ β΄ ἡμέραι εἰς τὴν ζητουμένην ἡμέραν, αἵ εἰσιν Κρόνου πρώτη. Γέγονεν οὖν μὲν καθολικὸς χρονοκράτωρ τῶν ἐτῶν Ἄρης ἀπὸ Σελήνης παραλαβών, ὁ δὲ τῶν μηνιαίων Κρόνος ἀπὸ Ἄρεως παραλαβών, τῶν δὲ ἡμερῶν Ἀφροδίτη παρὰ Κρόνου τὸν κύκλον παραλαβοῦσα. τῷ οὖν νβ΄ ἔτει ἐγένετο γυναικὸς θάνατος ἐπίλυπος καὶ νόσοι ἐπισφαλεῖς αὐτῷ ἐπηκολούθησαν καὶ ζημίαι· ἐν δὲ ταῖς προκειμέναις ἡμέραις ἡ γένεσις κατεδικάσθη δίκην ἔχουσα ὑπὲρ γυναικὸς καὶ πρὸς γυναῖκα περὶ νεκρικῶν καὶ παλαιῶν πραγμάτων καὶ ὑπὸ μειζόνων κατεσπουδάσθη καὶ μικροῦ δεῖν ἐκινδύνευσε καὶ οἰκείων ἢ ἀλλοτρίων λύπην ἀνεδέξατο, ὡς εἰς ἀπόγνωσιν χωρῆσαι, καὶ ἑτέροις πράγμασι καὶ ἐμισφαλέσι καὶ ἐπιζημίοις περιεπλάκη. ἔτι γὰρ διεκράτει τὸν χρόνον Κρόνος παρʼ αἵρεσιν ὡροσκοπῶν καὶ καθυπερτερῶν Σελήνην, τὴν ἄφεσιν, καὶ Ἑρμῆν ὅθεν καὶ πλαστογραφίαι πλεῖσται παρηκολούθησαν καὶ ψευδηγορίαι καὶ πλάναι καὶ ἐξοδιασμοὶ πλεῖστοι καὶ νόσοι ἐπισφαλεῖς.