Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Δοκοῦσι δὲ οἱ κακοποιοὶ πλεῖον σθένειν τῶν ἀγαθοποιῶν. καὶ γὰρ ὡς τοῦ μέλανος καὶ ῥυπώδους ἡ σταγὼν ἐκχυθεῖσα εἰς λαμπράν χρωμάτων οὐσίαν ἀμαυροῖ τὴν εὐμορφ ίαν, δὲ διαυγὲς πλῆθος ἀτονεῖ βραχύ καὶ μιαῖνον ἐπικαλύψαι, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν κακοποιῶν, οἳ οἷς τινες δοκοῦσιν εὐτυχεῖν, γένει βίῳ σώματι δόξῃ εὐμορφίᾳ ἡ τοῖς λοιποῖς, ὅπερ ἐστὶ σπάνιον, οἱ ἐλέγχοντες καὶ ἀφ αιρέται τῶν περικτηθέντων γενόμενοι [*](4 δόματα Va ut vid. (per comp.), δώματα Vb ne δωτήρ quidem aut δὼτμωρ abhorret a Valente 6 fors. ἀγαθῶν aut ἀγαθοποιιῶν 10 β. τελούμενον οκεῖόν τε καὶ ἀρμοστον v 12 διορ. l. e mediam 13 nempe τάς τε τῶν ὐ. αὐ. ἀστ. 14 πολυμερής V 20 δικολογεῖν V 22 in mg. δ΄ V 25 ὡς suppl., ubi in V aliquid deletum πυρώδους ἢ σταγὼν V 26 possis τό τε διαυγὲς 27 nempe del. καὶ 28 οἳ] εαὶ ex ἢ aut contra V 29 ὅπερ ἐ. σπ. non intellego (cf. p. 259, 19), an ὧνπέρ ἐστι σπάνις?)

250
αἰτίαις περὶτρέποντες ἢ καὶ σίνεσι καὶ πάθεσι μιαίνουσι τάς γενέσεις. οἱ μὲν οὖν ἀγαθοὶ ἄνδρες οἰόμενοι πάντας τὰ αὐτὰ αὐτοῖς φρονεῖν ἀπλῶς φερόμενοι πιστεύοντές τε καὶ εὐεργετοῦντες ῥᾳδίως ἀλἰσκονται, εἰ καὶ μὴ ὦσιν, ἀλλʼ ὅμως ἐπὶ ταῖς καλοκαγαθίαις διαφημίζονται. οἱ δὲ φαῦλοι ὁμοίως τοιούτους εἶναι πάντας νομίζοντες ἀλογίστως καὶ μήτε ἰδίοις μήτε οἷς δεῖ πιστεύοντες, ἀλλὰ πλεονεκτοῦντες ἀλογίστως ἔτι τε τῶν ὄντων στερηθέντες ἡδονὴν πολλὴν ἀπεργάζονται. διαρυλάσσει γάρ τινας τῶν ἀνθρώπων καίπερ ἄκονίας μέχρι εἰς ὃ βούλεται αὑτοὺς περιτρέψαι οὒς μὲν εἰς ὕψος σὓς δὲ ἐπὶ χείριστον. τοιγαροῦν πολλοὶ μάτην εὐχόμενοι ζῆν κακοῖς περιπαρέντες καὶ ἀλγοῦντες ἐπὶ τοῖς γενομένοις μέμφονται βραδύνοντα τὸν θάνατον καὶ καθʼ ἑαυτῶν τι μηχανῶνται ἢ βίαιον τέλος ἀναδέχονται. φύσει δὲ πάντες ἀλλήλων χλευασταὶ καὶ κατήγοροι τῶν ἁμαρτημάτων τυγχάνουσι καὶ σφ όδρα ἐπὶ τοῖς κακοῖς χαίροντες καὶ ταῖς τῶν πέλας κατηγορίαις, μετανοοῦντες δʼ ἐχʼ οῖς ἔπραξαν συνήγοροι τῶν ἁμαρτημάτων καθίστανται. ὥσπερ οὖν προλήψεις, περὶ ὧν ἄν τις κρίνῃ, οἴησιν ἀληθείας ἐνδείκνυνται οὐ μόνον αὐτοῖς τοῖς πεπιστευκόσιν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις, οἳ κἂν ἕτερα βούλωνται πράττειν ἄγονται ὑπὸ τῆς πλάνης, οὕτως καὶ ἐπὶ τῶν τάς κανονοποιίας συμπεπηχότων τινὲς μὲν εὐχερεῖς καὶ ἐπακτικοὶ τῆς ἀληθείας ἀποδέχονται, οἷς καὶ οἱ ἀμαθεῖς προσφέρονται· οἱ δὲ φυσικοὶ καὶ ἀκριβεῖς ἢ διὰ χθόνον ἢ διὰ σκολιὸν τῆς εἰσόδου παραπέμπονται καὶ καταγινώσκονται· ὅθεν χρή δοκιμάσαντας ἀκριβὲς προσέχειν τῇ φυσικῇ θεωρίᾳ κὲν ἐπὶ σύνεγγυς. καὶ γάρ Ἀπο λλινάριος πρὸς τά φαινόμενα κατὰ τάς παλαιάς τηρήσεις καὶ ἀποδείξεις ποικίλων ἀνακαθάρσεων καὶ σφαιρῶν πραγματευσάμενος καὶ κατὰ πολλῶν ψόγον εἰσενεγκάμενος ὁμολογεῖ παρά μίαν μοῖραν ἡ καὶ δύο διαπίπτειν. ἔστι δʼ εὐκατάληπτον τῆς παραμφ οδίσεως τρόπῳ τοιῷδε, καθώς καὶ αὐτὸς ἐπειράθην αὐτῶν τῶν προγενομένων ἀποτελεσμάτων [*](1 κύνεσι V 4 ἀλἰσκοται V εἰ—ὦσιν obscura θέλωσιν?); μὴ (εὐή- θεις⟩ ὦσιν Cumont 7 fort. ἐπὶ τέλει τῶν 8 voluptatem pariunt hvidis ,,: ἡδονῆς ποθλῆς πείργονται Cumont πολὺ V subiectum ὴ Τύχη, fort. lacuna haustum 9 ἀκούοντας V 11 possis ἐχόμενοι τοῦ ζῆν; τό 〈εὖ〉 ξῆν Cumont add. Diels 19 πολλῶς V 20 βούλονται et ἄγωνται v 21 nempe μὲν ⟨ὡς⟩ 22 ἀποδέχονται laudantur , 23 σχολιὸν Va 24 De Apollinario cf. Potos. fr. 3; Riess ap. Pauly Wissowa I 2845 Catal. VI 15; V 205, 5 26 κατὰ] nempe καὶ 30 τὸ] τῶ V de παραμφοδίσεως cf. ΙΧ 12, 16, παρεμφάσεως Usener, possis παρεμποδίσεως)
251
ἱστάναι τὴν τοῦ ἀστέρος ἀκριβῆ μοῖραν κατὰ τὴν φυσικὴν αὐτῶν ἐνέργειαν, ὡς καὶ ὁ παλαιὸς εἶπε. προβαινούσης δὲ τῆς διηγήσεως αὐτά σοι τὰ πράγματα ὑπʼ ὄψιν πάντα φανερώτερον ποιήσει λεγόμενον. ὁπόταν οὖν εὑρεθῇ ἡ μοῖρα, καὶ περὶ τῶν μελλόντων βεβαίως ἀποφαίνεσθαι ⟨δυνατὸν ἔσται⟩· ἐστι γὰρ δυσεπίληπτος ἡ μοῖρα, οὐκ ἀκατάληπτος.