Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Περὶ δὲ ἡμέρας χρηματιστικῆς τε καὶ ἀπράκτου οὕτως. τὰ καταγόμενα τῆς γενέσεως ἔτη πλήρη πολυπλασίασον ἐπὶ τὸν ε΄ δʼ καὶ τὰς ἀπὸ τῆς γενέσεως ἕως τῆς ζητουμένης ἡμέρας συναγαγόντες καὶ ταῖς προτέραις ἐπισυμμίξαντες ἐκκρούομεν δωδεκάδας, τὰς δὲ περιλειπομένας ἀπολύομεν ἀπὸ τοῦ ὡροσκόπου ἀνὰ μίαν ἑκάστῳ ζῳδίῳ διδόντες. ἔνιοι δὲ ἀπὸ τοῦ παρακόλλου Σελήνης εἰς ὃ ἂν ζῴδιον καταλήξῃ σκοποῦσι, πότερον χρηματιστικὸν ἢ ὡς ἐναλλάξ. τῇ μὲν οὖν Σελήνῃ προσέχειν δεῖ καὶ τῇ ταύτης προσνεύσει, πῶς πρὸς τὸ ζῴδιον σχηματίζεται. ἐὰν γάρ πως τῇ ζητουμένῃ ἡμέρᾳ ἡ Σελήνη τῷ τῆς προσνεύσεως ζῳδίῳ μαρτυρήσῃ, ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις καλὴ καὶ ἐπίσημος καὶ ἐπωφελὴς ἡ ἡμέρα γενήσεται· ἐὰν δὲ εἰς τὸ αὐτὸ ζῴδιον καὶ ἡ ἡμέρα καὶ ἡ πρόσνευσις τῆς Σελήνης εὑρεθῇ, κρεῖσσον· ἐὰν δὲ ἀπόστροφος ᾖ ἡ Σελήνη ἢ ἡ πρόσνευσις τῇ ἡμέρᾳ, ἐν μὲν τοῖς χρηματιστικοῖς ζῳδίοις μέση καὶ οὐ πάνυ ἄπρακτος, ἐν δὲ τοῖς λοιποῖς λυπηρὰ καὶ ἐπιζήμιος ἢ ἐπικίνδυνος γενήσεται. σκοπεῖν δὲ δεῖ καὶ τὸν κύριον τῆς ἡμέρας, πῶς σχηματίζεται καὶ ὑπὸ τίνων μαρτυρεῖται καὶ πότερον ἐν τῳ αὐτῷ ζῳδίῳ ἢ χρηματιστικῷ ἢ ἀποστρόφῳ, τούς τε κατʼ ἐπέμβασιν ἀστέρας, πῶς πρὸς τὴν ἡμέραν ἢ τὸν κύριον κεῖνται· κατὰ γὰρ τὴν ἑκάστου ζῳδίου καὶ ἀστέρος φύσιν πρόδηλος ἡ ἡμέρα γενήσεται. ἐὰν δὲ καὶ ἐν ᾧ τις ζῳδίῳ τὴν ἡμέραν καταγάγῃ, αὐτῇ τῇ ἡμέρᾳ ἀστέρος ἐπέμβασις γένηται ἢ ἐπιμαρτύρησις, χρηματιστικὴ ἀγαθοῦ ἢ κακοῦ κατὰ τοὺς ἐπόντας ἀστέρας. ὁμοίως δὲ καὶ περὶ ἃ σημαίνει ἀποτελέσματα ὁ ἐνιαυτός, περὶ ἐκεῖνα ἐνεργὴς ἡ ἡμέρα γενομένη κατὰ τοὺς τόπους τῶν παραδόσεων ἢ παραλήψεων καὶ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος Ἀδριανοῦ ἔτος δ΄ Μεχὶρ ιγ΄ ὥρα νυκτερινὴ α΄, ζητεῖν δὲ τῷ κ΄ ἔτει Ἀντωνίνου Φαωφὶ ι΄· εἰσὶ σμγ΄, καὶ γίνονται ὁμοῦ υλβ΄. ἀφαιρῶ τὰς τξ΄, λοιπαὶ οβ΄. ταύτας ἀπολύω ἀπὸ τοῦ ὡροσκόπου Παρθένου· κατέληξεν ἐν Λέοντι. ἡ ἡμέρα ἐν τῳ ἀποκλίματι· ὁ κατὰ γένεσιν κύριος Ἥλιος ἠναντιώθη τῇ [*](4 ad ε΄ δ΄ in marg. τ ε δ΄ V 8 ζωδίων V nempe τῆς π. Σ. 10 τὴν τ. πρόσνευσιν V 16 exp. τῆς ἡμέρας 24 γενήσεται V 30 μεχεὶρ V de hoc exemplo cf. Catal. II 87 31 κ΄. in V φαωθὶ V ut solet 32 νλβ΄ V)

216
ἡμέρᾳ· ἦν γὰρ ὁ Ἥλιος ἐπὶ τῆς γενέσεως Ὑδροχόῳ καὶ ὁ κατʼ ἐπέμβασιν Ἄρης καὶ ἡ Σελήνη Αἰγόκερῳ ἀπόστρφος· μετέωρος ἡ ἡμέρα. ἦν δὲ καὶ εἰς τὸν περὶ δούλων τόπον· γέγονε στόμαχος πρὸς δουλικὸν πρόσωπον. καὶ αὕτη δὲ ἡ ἀγωγὴ φυσική, ἐν οἷς ἂν ὁ Ἥλιος γενόμενος προμηνύει τὸ ἐν τῷ μηνὶ ἀποτέλεσμα γενόμενον.