Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Περὶ δὲ μηνὸς χρηματιστικοῦ οὕτως ἔδοξε τῷ βασιλεῖ. ἀπὸ τοῦ παροδικοῦ Ἡλίου ἐπὶ τὴν κατʼ ἐκτροπὴν Σελήνην καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου, καὶ ὅπου δἂν καταλήξῃ, σκοπεῖν δεήσει τὸν κύριον τοῦ ζῳδίου, εἰ ἐν τοῖς χρηματίζουσι ζῳδίοις ὑπάρχει, τούς τε ἐπόντας μαρτυροῦντας ἤτοι ἀγαθοποιούς ἢ κακοποιούς συγκρίνειν τὰς δὲ ἡμέρας ἀπὸ τῆς παροδικῆς Σελήνης ἐπὶ τὸν κατὰ γένεσιν Ἥλιον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου. οἱ δὲ τὸν κύριον τῶν συνοδικῶν μοιρῶν μαθόντες ἢ τῶν πανσεληνιακῶν πρὸς ἐκεῖνον τὸν μῆνα λέγουσι. Καὶ τοῦτον δὲ τὸν μῆνα τινὲς ἐνεργῆ φέρουσι· ὁποῖον γὰρ ἂν ἡ Σελήνη ἢ ἐπὶ γενέσεως σχῆμα εὑρεθῇ ἔχουσα πρὸς τὸν Ἥλιον, τοιοῦτον καὶ ἐπὶ τῆς παρόδου κτησαμένη προδηλώσει τὸν μῆνα. οἶον Ἡλιος Λέοντι μοίρᾳ έ, Σελήνη Ζυγῷ μοίρᾳ κς΄· τὸ διάστημα τὸ ἀπὸ Ἡλίου ἐπὶ Σελήνην μοῖραι εἰσὶ πα΄· τοσαύτας ἡ Σελήνη ἀποδιαστήσασα τοῦ Ἡλίου καὶ τὸν μῆνα καὶ αὐτὸ σχῆμα ποιησαμένη ὁποῖον καὶ ἐπὶ γενέσεως ἐνδείξεται τὸν μῆνα.