Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πρὸς δὲ τὰς καταγομένας ἡμέρας φυλακτέον τῆς Σελήνης διαπορευομένης τὸν καιρικὸν ἀναβιβάζοντα καὶ τὰ τούτου τετράγωνα καὶ διάμετρα, μάλιστα δὲ κατὰ τὰς αὐτὰς μοίρας, μὴ κατάρχεσθαί τινος μὴ πλεῖν μὴ γαμεῖν μὴ ἐντυγχάνειν μὴ κτίζειν μὴ καταφυτεύειν μὴ συνίστασθαι μήτε τὸ καθόλου τι πράττειν. οὔτε γὰρ βέβαιον κριθήσεται τὸ γενόμενον οὔτε εὐσυντέλεστον, εὐμετανόητον δὲ καὶ ἀτελὲς καὶ ἐπιζήμιον ἢ λυπηρὸν καὶ μὴ ἐπιμένον. ἐὰν δόξῃ τις ἐν αὐταῖς ταῖς ἡμέραις ἐκπλοκήν τινα πεποιηκέναι πράγματός τινος, ἀνασκευασθήσεται καὶ ἐπιτάραχον γενήσεται καὶ ἐπιζήμιον εὐκαθαίρετον καὶ προσκοπτικόν· οὐδὲ γὰρ οἱ ἀγαθοποιοὶ παρατυγχάνοντες τούτοις τοῖς τόποις πλῆρες ἀγαθόν τι πράξουσιν. ὅθεν καὶ ἄνευ γενέσεως ἐάν τις τὰς καιρικὰς παρόδους τῆς Σελήνης πρὸς τὸν ἀναβιβάζοντα παραφυλάσσῃ, οὐ διαμαρτήσεται. ἐὰν δέ πως καὶ ἕτερόν τινα ἐναρξάμενον πράγματος εὕρῃς τῆς Σελήνης φερομένης κατὰ τῶν ἐκλειπτικῶν τόπων, προλέγειν ἀτελὲς καὶ εὐμετανόητον καὶ ἐπιζήμιον. καὶ αὐτὸς μὲν οὖν τὰς τοιαύτας ἡμέρας φυλαττόμενος κατὰ τὸ δυνατὸν καὶ ποιούμενος τὰς καταρχὰς τῶν πράξεων ἢ τῶν φιλιῶν κατὰ τὴν τῶν καιρῶν χρονογραφίαν ἀμετανόητον ἡγούμην τὴν καταρχὴν καὶ εὐσυντέλεστον, ἔσθ᾿ ὅτε δ᾿ ἐπλανήθην καὶ διὰ φίλου ἄκαιρον παρουσίαν ἢ σύστασιν ἢ μετὰ ἀνάγκης καταρξάμενός τινος ἐπιζήμιον καὶ ἐπίλυπον ἢ ὑπερθετικὴν ἔκβασιν κατελαβόμην. ὅθεν ἐπὶ πάσης καταρχῆς παρατηρητέον ἐπί τε τῆς τῶν στόλων ἀναγωγῆς καὶ [*](1 aut homine nascente sic positos aut postea in hunc locum ingredientes, cf. v. 23 14 possis καὶ pro κατὰ 17 εὐκατανόητον V 23 an παρέξουσιν? 30 ἡγουμένην V 31 δ᾿ ἐπλανήθην] δῆ` ἁλήθην V 32 καταρξάμενοι V)

213
στρατοπεδαρχίας καὶ πολεμαρχίας καὶ προκοπῆς καὶ ἐξόδου καὶ πᾶν ὅτι ποτʼ οὖν ἐν βίῳ τελούμενον τυγχάνει· οὐδὲ μὴν τῷ θεῷ θύειν καὶ ἱερὰ καθιδρύειν χρήσιμον· οὔτε γὰρ εὐχαὶ συντελεσθήσονται οὔτε θεὸς θρησκευθήσεται, ἀλλ᾿ ὡς ἀργὸν καὶ ἄπρακτον διαφημισθήσεται καὶ οἱ ὀμνύντες ἐπιορκήσουσι καὶ αἱ πίστεις οὐ συντελεσθήσονται οὔτε εἰς ἄχλους δωρεαὶ ἢ πολυτέλειαι κτισμάτων εὔφημοι ἢ ἐπίμονοι γενήσονται, ἐπίψογοι δὲ καὶ εὐκαθαίρετοι. οὐδὲ μὴν αἱ σωματικαὶ θεραπεῖαι εὐίατοι, ἐπίνοσοι δὲ καὶ δυσθεράπευτοι, καὶ μάλιστα τῶν κακοποιῶν μαρτυρούντων τοῖς τόποις ἡ τῆς Σελήνης μοιρικῶς κατʼ αὐτῶν φερομένης· ἐν μὲν γὰρ τῳ αὐτῳ ζῳδίῳ οὖσα μεθʼ ὑπερθέσεως καὶ ἐμποδισμῶν τινῶν ἔσται ἀνυστική· πλὴν καὶ οὕτως ἀβεβαίους τὰς πράξεις ἀποτελεῖ.