Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Λεκτέον δὲ ἀκολούθως καὶ τὰ λοιπὰ πρὸς ἀναπλήρωσιν τῆς συντάξεως, νυνὶ δὲ περὶ κλιμακτηρικοῦ ἐνιαυτοῦ. Ἐνιαυτὸς κλιμακτηρικὸς εὑρίσκεται μὲν ἀπὸ τῆς τῶν κακοποιῶν παραλήψεως ἢ παραδόσεως πρός τε τὰ φῶτα καὶ τὸν ὡροσκόπον καὶ πρὸς ἀλλήλους, καθολικῶς δὲ οὕτως. πάντοτε ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου δεῖ ἀπολύειν τὰ ἔτη· τὸ δὲ καταγόμενον ἔτος ἐὰν καταλήξῃ εἰς συνοδικὸν ἢ πανσεληνιακὸν ζῴδιον ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις, κλιμακτηρικὸν καὶ ἐπιτάραχον τὸ ἔτος, μάλιστα δὲ ἐὰν καὶ τούτων οὕτως ἐχόντων κατὰ πάροδον Κρόνος εὑρεθῇ ἐν τοῖς τέτταρσι τῆς γενέσεως ἀποκλίμασι καὶ τῆς ὑποστάσεως συντρεχούσης, θάνατος ἐπακολουθήσει καὶ σωματικὴ ἀσθένεια καὶ αἱμαγμοὶ καὶ ἐπισφαλεῖς νόσοι ἢ κρυπτοὶ πόνοι πτώσεις τε καὶ αἰφνίδιοι κίνδυνοι. ἔσθ ὅτε δὲ περὶ τὰ τοῦ βίου πράγματα καὶ τὰς δόξας συντρέχει ὁ κλιμακτήρ, τῶν σωμάτων βοηθουμένων ὑπὸ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας.

Ἄλλως τε ἀπὸ τοῦ κατὰ γένεσιν Κρόνου ἐπὶ τὸν κύριον τῆς [*](1 ὡς] ἢ aptius 3 ναοῖς] νόμοις S 6 πρότερον S 12 ἀφαντασίωτον S 14 nempe ὑπάρχει 29 τέτρασι S 33 nempe σχημάτων)

211
συνόδου ἢ πανσελήνου καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου· ὅπου δ᾿ ἂν ἐκπέσῃ, ἐκεῖ γενομένου Κρόνου ἢ ἐν τοῖς τετραγώνοις ἢ διαμέτροις ἔσται ὁ θάνατος ἢ ἐπισφαλὴς κλιμακτὴρ σωματικὸς ἢ πρακτικός· ὁμοίως δὲ καὶ ἐὰν ἐν τῷ ἀναβιβάζοντι ἢ καταβιβάζοντι ἢ ἐν τοῖς τούτων τετραγώνοις γενήσεται ὁ ἐνιαυτὸς κλιμακτηρικός. ἐὰν δέ πως Ἡλίου γενομένου κατὰ πάροδον ἐν τῷ ἀναβιβάζοντι ἢ καταβιβάζοντι ἢ ἐν τοῖς τετραγώνοις κακοποιοῦ ἐπιθεωροῦντος τὸν Ἥλιον τότε κατακλιθῇ τις, ἐπισφαλὴς καὶ ἐπικίνδυνος ἡ κατάκλισις. αἱ δ᾿ ἐπισημασίαι τῶν ἐπιτάσεων ἢ κινδύνων τότε γενήσονται, τῆς Σελήνης κατὰ τοὺς αὐτοὺς τόπους τοῦ ἀναβιβάζοντος διαπορευομένης.

Τοῦ δὲ προκειμένου τόπου δυναστικοῦ τετευχότος, τουτέστι τοῦ ἐκλειπτικοῦ, παραίρεσίν τινα τοῖς ἐντυγχάνουσιν ὑποτίθεμαι, οὐχ ὅτι μὲν δυνατὸν τὰ τῆς εἱμαρμένης δόγματα παραιτησάμενον τινὰ κατὰ τὴν ἰδίαν βούλησιν πράσσειν· ἐγὼ δέ φημι τάχα καὶ δυνατὸν τοῖς ἐντυγχάνουσι ταύτῃ τῇ θεωρίᾳ θραῦσαι τὸ κακὸν μετρίως. τὸ γὰρ θεῖον βουληθὲν προγινώσκειν ἀνθρώπους τὰ μέλλοντα εἰς φῶς προήγαγε τὴν ἐπιστήμην, δι᾿ ἧς τὸ καθ᾿ αὑτὸν ἕκαστος προγινώσκων εὐθυμότερος μὲν πρὸς τὸ ἀγαθόν, γενναιότρος δὲ πρὸς τὸ φαῦλον ἀποκαθίσταται. ἐπεὶ οὖν τινὰ μὲν φυλακτέα ἐκ τῆς τῶν ἀγαθοποιῶν ἀστέρων συμπαρουσίας ἢ μαρτυρίας προγινώσκεται, ὁμοίως δὲ καὶ ἀγαθοποιοῦ τι δυναμένου παρέχειν εἰ κακοποιὸς συνεμπέσῃ ἢ μαρτυρῆ, κωλυτὴς τοῦ ἀγαθοῦ γενήσεται· εἰ δὲ κακοποιοὶ ἢ ἀγαθοποιοὶ ἄνευ τῆς ἑτέρων μαρτυρίας ἐπῶσιν ἢ συσχηματισθῶσι, βέβαιον καὶ τὸ ἀποτέλεσμα γενήσεται. κατὰ τοῦτο γοῦν οἱ μὲν μυσταγωγούμενοι τῇ θεωρίᾳ ταύτῃ προγινώσκειν θέλοντες ὠφεληθήσονται τὸ μὴ κεναῖς ἐλπίσι μοχθεῖν καὶ ὀδυνηρὰν ἐπάγρυπνον βάσανον ἀναλαμβάνειν καὶ τὸ μὴ ματαίως ἐρᾶν ἀδυνάτων ἢ πάλιν τὸ προθυμίαν τινὰ τῇ τοῦ καιροῦ ἀγαθοποιίᾳ εἰσενεγκαμένους ἐπιτυχεῖν τῶν προσδοκωμένων. αἰφνίδιον γὰρ ἀγαθὸν πολλάκις ὡς κακὸν ἐλύπησε καὶ αἰφνίδιον κακὸν μὴ προγεγυμνακόσι τὴν ψυχὴν μεγίστην παρέσχε λύπην.

Ἵνα δὲ μὴ παρεκτραπέντες εἰς ἑτέραν καταντήσωμεν, σκοπεῖν δεήσει τὸν ἀναβιβάζοντα ἑκάστης γενέσεως ἐν ποίῳ ζῳδίῳ τέτευχε, πότερον τροπικῷ ἢ στερεῷ ἢ δισώμῳ καὶ τίνος ἀστέρος, καὶ ἡ τοῦ ζῳδίου δύναμις θραυσθήσεται. εὑρίσκομεν οὖν πολλάκις [*](13 fuitne παραίτησιν? ὑποτιθέμεναι S 16 τὸ κακὸν inc. V f. 97 17 de tota argumentatione cf. Boll Studien 145 20 sufficit καθίσταται 21 an φυλακτέα 〈τινὰ δὲ πρακτέα〉? nisi plura desunt; nam δὲ initio novi enuntiati stare vid. 32 προγεγυμνακὸς V, corr. Rad. 35 nempe 〈εἰ〉 ἡ)

212
ἀστέρας δυναμένους παρασχεῖν τι κατὰ γένεσιν ἢ κατ᾿ ἐπέμβασιν ἐν τούτοις τοῖς τόποις καὶ μηδὲν ἀποτελοῦντας. ἐὰν δέ πως καὶ φάσιν τινὰ ποιήσωνται κατὰ τοῦ ἀναβιβάζοντος ἢ τοῦ καταβιβάζοντος, αἴτιοι κακῶν καθίστανται, μάλιστα ἐὰν καὶ ἀναποδίζοντες ἢ δύνοντες εὑρεθῶσι. πρὸς δὲ τὸ καταγόμενον ἔτος σκοπεῖν δεήσει τὸν καιρικὸν ἀναβιβάζοντα, ἐν ποίῳ τόπῳ τῆς γενέσεως τὴν ἐπέμβασιν πεποίηται· ὁμοίως γὰρ τοῦ τε ζῳδίου καὶ τοῦ δεσπότου τὴν δύναμιν θραύσει· καὶ ἐὰν μάλιστα οἱ αὐτοὶ χρονοκράτορες εὑρεθῶσιν, οὐδὲν δύνανται παρέχειν, μέχρις οἷ τοῦ τόπου χωρισθῶσιν.