Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ὑποτάξομεν δὲ καὶ τὰς διαφοράς τῶν κλιμακτήρων κατὰ τὴν τῶν ἀστέρμων χρονογραφίαν καὶ τὴν πρὸς ἀλλήλους ἀποκατάστασιν. πρώτῳ ἀσθενήσει καὶ ἐπίφ οβος ἔσται· δευτέρῳ κινδυνεύσει διʼ ὑγρῶν σπασμόν· γʼ Κρόνου κλιμακτὴρ ἐπισφαλής· ε’ Φωσφόρου, ἀσθενήσει. Κρόνου δεύτερος· ζ΄ Ἄρεως πρῶτος ἐπικίνδυνος, πυρετοῖς αἵμασι τραύμασι πτώμασιν ἑλκώσεσι περιτρέπων ἢ σιδήρου τομαῖς. η΄ Ἑρμοῦ πρῶτος ἀσύνθετος. θ΄ Διὸς πρῶτος, Κρόνου τρίτος ἐπικίνδυνος· ἀσθενήσει ἢ ῥιγοπυρέτοις ὀχληθήσεται καὶ τῶν ἐντὸς ἢ κοιλίας πόνοις. ι΄ Ἀφροδίτης δεύτερος· ἀσθενήσει ἐκ πληθώρας. ιβ΄ κλιμακτὴρ Κρόνου τέταρτος· ἀπροσδοκήτως ἢ διʼ ὑγρῶν. τγ΄ Σελήνης πρῶτος· πυρετὸς δύσκολος ἐπιγενήσεται ἢ κατάπτωσις καὶ τῶν ἐντὸς ἢ θώρακος πόνοι. ιδ΄ Ἄρεως δεύτερος ἐπικίνδυνος δύσκολος. ιέ Κρόνου πέμπτος, Ἀφροδίτης τρίτος, ἀνετικός. ιϚ΄ Ἑρμοῦ δεύτερος κλιμακτήρ, σύνθετος διὰ χολέρας ἢ ἀρτηρίας καὶ δυσαναληψίας. τή Διὸς δεύτερος, Κρόνου τρίτος, Ηλίου πρῶτος, χαλεπὸς λίαν. κ΄ Ἀφροδίτης τέταρτος, ἀκίνδυνος κατά πλεῖστον· νόσοι δὲ ἐκ πληθώρας ἡ κόπου παρακολουθοῦσιν. κα΄ Ἄρεως τρίτος, Κρόνου ἕβδομος· δύσκολος καὶ ἐπικίνδυνος. κδ΄ Κρόνου ὅγδοος Ἑρμοῦ τρίτος, δύσκολος διὰ μελαγχολίας καὶ ὑγρῶν. κε΄ Ἀφροδίτης πέμπτος, σύνθετος. κζ΄ Διὸς τρίτος, Κρόνου ἔνατος, μέσος. κη΄ Ἄρεως τέταρτος κλιμακτήρ, ἐπισφαλής. λ΄ Κρόνου δέκατος, Ἀσροδίτης ἕκτὸς, ἀκίνδυνος κατὰ πλεῖστον. λβ΄ Ἑρμοῦ τέταρτος, σκυλτικός. λγ΄ Κρόνου ἑνδέκατος, δύσκολος. λέ Ἄρεως πέμπτος Ἀφροδίτης ἕβδομος, ἐπικίνδυνος καὶ εὐεπιβούλευτος. λϚ΄ Διὸς τέταρτος, Κρόνου δωδέκατος, χαλεπὸς καὶ ἐπικίνδυνος. μ΄ Ἀφροδίτης ὄγδοος, Ἑρμοῦ πέμπτος, οὐ χαλεπός. μβ΄ Ἄρεως ἐκτὸς, Κρόνου ιδ΄, χαλεπὸς καὶ ἐπικίνδυνος. με Διὸς πέμπτος Ἀφροδίτης ἔνατος, Κρόνου ιε΄· οὖτος ὁ κλιμακτὴρ καλεῖται Στίλβων καὶ προσέχειν δεῖ, μή πως περὶ τούς πόδας γένηται πάθος κατὰ τοῦτον τὸν χρόνον τοῦ Ἑρμοῦ χρηματίζοντος τῇ γενέσει· κινδύνους γάρ ἐπιφέρει ἄρθρων καὶ ἀσθενείας καὶ βιωτικὰ συμπτώματα καὶ ἀηδίας. μή Ἑρμοῦ ἕκτος, Κρόνου ιϚ΄ χαλεπὸς λίαν καὶ ἐπικίνδυνος. μθ΄ Ἄρεως βδομος, ἐπικίνδυνος ἢ αἰφ νίδιος διὰ πυρετῶν ἥ αἱμαγμῶν καὶ [*](1 nempe ᾧ 6 potius ὑγρῶν καὶ σπασμῶν 6 insolita Veneris appellatio fontis indicium 10 post ἀσθενήσει ἐκπληθώ ρα Va, del. Vb 20 κά] καὶ V 25 ἐνδίκαστυς V 31 καὶ fort. del. Vb 33 fort, del. 34 ante ἐηδίας ἐσθενείας Va, del. Vb 35 ις΄] ιβ΄ V)

237
βιαίας αἰτίας. ν΄ Ἀφροδίτης δέκατος, ἐπικίνδυνος. να΄ Κρόνου τζ΄ , νόσους βλάβας ἀτυχίας ἐπιφέρει. νβ΄ Σελήνης τέταρτος, οὐ καλός. νδ΄ Κρόνου ιη΄ . Διὸς ἕκτὸς, Ἡλίου τρίτος, χαλεπὸς καὶ κινδυνώδης. νε΄ Ἀφροδίτης ἑνδέκατος, οὐ κακός. νϚ΄ Ἄρεως ὅγδοος, Ἔρμοῦ ἐβδομος, λνπηρὸς σκληρός. νξ΄ Κρόνου ιθ΄ , χαλεπώτατος. ξ΄ Κρόνου κ΄. Ἀφροδίτης δωδέκατυς, ἐπισφαλής. ξγ΄ Κρόνου καʼ, Διὸς ἕβδομος, Ἄρεως ἔνατος, ἀνδροκτασίης, χαλεπὸς καὶ θανατηφόρος. οβ΄ Κρόνου κδ΄ Διὸς ὄγδοος, Ἑρμοῦ ἔνατος, χαλεπὸς καὶ θανατηφόρος. οε΄ Κρόνου κε , Ἀφροδίτης ιέ , ἐπικίνδυνος. οζ΄ Ἄρεως ἑνδέκατος, δύσκολος καὶ θανατηφόρος. οή Κρόνου κς΄, Σελήνης ἐκτος, χαλεπὸς. π΄ Ἀρροδίτης ις΄ Ἑρμοῦ δέκατος, συγκρατικός. πα΄ Κρόνου κζ΄ , Διὸς ἔνατος, ἐπικίνδυνος. πδ΄ Κρόνου κη΄ Ἄρεως δωδέκατος, δύσκολος καὶ κακοποιός. πέ Ἀφροδίτης ιζ΄ . κοινός. πζ΄ Κρόνου κθ΄, ἐπικίνδυνος. ??΄ Κρόνου λ΄ Ἀφροδίτης τη΄ Διὸς δέκατος, χαλεπός. ??έ Ἀφροδίτης τθʼ, οὐ καλός. ??Ϛ΄ Κρόνου λβ΄, δύσκολος. ??η΄ Ἄρεως τδ΄ χαλεπός. ??θ΄ Κρόνου λγ΄ μέσος. ρ΄ Ἀφροδίτης κ΄, οὐ κακός. ρβ΄ Κρόνου λδ΄ χαλεπός. ρε΄ Κρόνου λε΄ , Ἀρροδίτης κα. Ἄρεως ιε΄ δ, δύσκολος. ῥῆ Κρόνου λϚ΄, θανατηφόρος. ρι΄ Ἀφροδίτης κβ΄, οὐ κακός. ρια΄ Κρόνου λζ΄ , ἐπισφαλής. ριβ΄ Ἄρεως ιϚ΄ Ερμοῦ μδ΄ δύσκολος καὶ δεινός. ριδ΄ Κρόνου λη΄, ἐπικίνδυνος. ριε΄ Ἀρροδίτης κγ΄ . κοινός. ριζ΄ Κρόνου λθ΄, Σελήνης ἔνατος, Διὸς ιγ΄ . ἐπικίνδυνος. ριθ΄ Ἄρεως ιζ΄ . ἐπισφαλής. ρκ΄ Κρόνου μ΄ Ἀφροδίτης κδ΄ θανατηφ όρος.

Ἐστω ὑποδείγματος χάριν Ηλιος Ζεὺς Ἄρης Καρκίνῳ, Σελήνη Ζυγῷ, Κρόνος Τοξδτῃ, Ἀφροδίτη Ἑρμῆς Λέοντι, ὡροσκόπος κιδύμοις. ἐτελεύτα τῷ νδ΄ ἔτει· ἦν γὰρ κύκλος Κρόνου μὲν ιη΄ , Διὸς δὲ ἕκτος, Ηλίου δὲ τρίτος. τούτων συναποκατάστασις. εὑρέθη δὲ καὶ τῷ θανατηφόρῳ μηνὶ Ηλιος καὶ Ζεύς, τουτέστι Γοξότῃ· ἄλλως τε τὸν νδ΄ ἐνιαυτὸν ἀπὸ θανατικοῦ τόπου παρεδίδοσαν. Ηλιος καὶ Ζεὺς καὶ Αρης Κρόνῳ τῷ Τοξότῃ· χαλεπὴ οὖν ἡ παράδοσις. ἐπὶ πάσης οὖν γενέσεως ἔδοξε μὴ μόνον ἀπὸ τῆς Σελήνης τὴν ἄφεσιν τῶν κλιμακτήρων ποιεῖσθαι, ἀλλὰ καὶ ἀπὸ πάντων τῶν ἀστέρων, ὧν οἵ τε θανατηφ ὅροι χρόνοι καὶ βιωτικοὶ σκυλμοὶ συννοηθήσονται· κὲν μὲν οἱ βιώσιμοι χρόνοι κατὰ τάς προκειμένας αἱρέσεις συντρέχωσιν, ἀπαραβάτως ὁ κλιμακτὴρ ἐπακολουθήσει· ἐὰν δὲ ἡ μὲν ὑπὸστασις διάστασιν ἔχῃ, [*](1 βίας V, corr. H 7 ἀνὁροσκάστης V, correxi dubitanter: απἀνοϲἰαε Firmic. 259, 4 11 δέκατος] ή V 15 an κακός? 23 cur infra CXX annos se contineat, cognosces e Plin. VII 160 (Necheps. fr. 17) Censor. 17, 4)

238
σινεμπέσῃ δὲ κλιμακτηρεκὸς χρόνος, περὶ τὰς πράξεις καὶ βιωτικάς ἀφο ὅρμὰς συντελεσθήσεται, οἷον ἀδοξίαι, καθαιρέσεις, βίαι, καταδίκαι, ναυάγια, κρίσεις, συνοχαί, φυ υγαδεῖαι, φ όβοι, ἀπώλειαι, ζημίαι, αίφ νίδιοι κίνδυνοι, ἐπήρειαι, συλήσεις καὶ τὰ ἄλλα, ὅσα τῷ τῶν ἀνθρώπων βίῳ αἴτια καθίστανται, σίνη τε καὶ πάθη καὶ άκρμωίηριαθμοί, καύσεις, τομαί, ἀσθένειαι, ἐπισφαλεῖς ἐπιβουλαί. κἂν μὲν συναποκαθιστάμενοι οἱ ἀστέρες οἱ κλιμακτηρίζοντες εὑρεθῶσιν ἐπὶ τῆς γενέδεως ἐναντιούμενοι καὶ ἀπὸ κακοποιῶν κατοπτευόμενοι καὶ παρʼ αἵρεσιν πεπτωκότες, ἐπισφαλῆ καὶ ἐπιτάραχον τὸν χρόνον προδείξουσιν· ἐὰν δὲ οἰκεῖον σχῆμα ἔχωσι, τὰς τῶν σιτίων ἐπιφ ορὰς ἀμαυρὼσουσι καὶ ήπιώτερον τὸν κλιμακτῆρα κατασκευάσουσιν. εὔτονοι μὲν οὖν καὶ ἀπὸ τῶν ἰσαναφόρων ζῳδίων αἰ παραδόσεις ἢ παραλήψεις κριθήσονται, οἷον ἀπὸ Κριοῦ εἰς ἔχθύας καὶ ἀπὸ Γαύρου εἰς Τδροχόον καὶ ἀπὸ Διδύμων εἰς Αἰγόκερω καὶ ἀπὸ Καρκίνου εἰς Τοξότην καὶ ἀπὸ Δἐοντος εἰς Σκορπίον καὶ ἀπὸ Παρθένου εἰς Ζυγόν· ὁμοίως καὶ ἐναλλάξ.

Καὶ ταῦτα μὲν ἡμεῖς νήφσ οντι λογισμῷ καὶ πολυμερίμνοις ἀνίαις δοκιμάσαντες μετὰ πολλοῦ πόνου προεθέμεθα τοῖς γε νοῦν ἔχουσι, καὶ ὥσπερ οἱ λα ιο ὶ καὶ περὶ ταῦτα ἠσχολημένοι ἔπραττον δυνάμενοι ἐξομοιοῦσθαι καὶ συμπάσχειν. ἀλλὰ νῦν ῥᾳδίως μὲν τούτων τις τῶν τὴν ἐπιστήμην νοθευόντων λόγοις κεκαλλωπισμένοις καὶ ποικίλαις μεθόδων ἀγωγαῖς πείσειεν ἄν οὐ μόνον τούς τῆς θεωρίας ἀμυήτους, ἀλλὰ καὶ τούς ποσῶς αὐχοῦντας ἢ μεγάλη δόξη καθεστῶτας διὰ ἀκατάληπτον τῆς περὶ αὐτῶν γοητείας τε καὶ τόλμης. τά γὰρ ἀποπτώματα μή κρίνων ἐναντιώματα εὐημερεῖ διὰ τοῦ θάρσους μή ἔχων ἐρύθημα ἔλεγχον ἀμαθίας, ἀλλʼ ὥσπερ τραγικὸν ἢ κωμικὸν πρόσωπον περικείμενος σκηνοβατεῖ, πλάνης μᾶλλον ἢ ἀληθείας τρόπον κεκτημένος. ὁ δὲ ἀπὸ δογμάτων καὶ ἀπὸ θεωρημάτων φερόμενος πολυχρονίαν μάθησιν μὴ βουλόμενος καταρρίψαι ἐπερειδόμενος τῇ ἐμπειρίᾳ ἅτε δὴ βακτηρίᾳ βραδέως μὲν καὶ δεδιότως θέγγεται καὶ τῇ διανοίᾳ συννεκροῦται λογιζὁμενος μὲν ἀπόπτωμα υγῆς καὶ θανάτου ἄξιον, δὲ ἐπίτευγμα κέαρ πέπονμένον [*](2 ἀδοξίας V βίαν V 3 καταδίκαι aut καταδίκας V 5 τῶν. . .βίων V 11 ἀμαυρώσωσι V 12 εὒτονος V ἰναναφόρων V 13 παραδώσεις V 20 οῖσπερ Diels 21 sc, diacentibus 23 κεκακαλλωπισμένοις V 26 nempe περὶ αὑτὸν 27 ἐρίθυμα V ut vid. 29 παρακεμενος V 30 ὁ δὲ] ὃς V 31 scientiam suam dedecore afficere nolens 33 συνεκκρούεται V 34 κατὰ κ. π. ἀρετῇ Us., versus lyrici vel tragici alicuius)

239
ἀρετῆς. τοῦτο δὲ περὶ τοὺς ἀμαθεῖς ἢ μετὰ ἀκριβείας μὴ φέροντας τὸν χρόνον ἢ τὴν ὥραν γίνεται· ὅθεν ἐχρῆν τοὺς μάλιστα μετά ἀσφαλείας βουλομένους ἀκούειν περὶ τῶν ὄντων καὶ ἐσομένων κρίναντας τοὺς ἄνδρας οἵτινες εἶεν μετὰ σπουδῆς συναγωνίζεσθαι καὶ ἐξομολογεῖσθαί τινα τῶν πραγμάτων ὅπως καταλαμβανόμενος ὁ προγνωστικὸς τὰς κεντροθεσίας ἀνρεβεῖς ἢ καί τινας δυναστικοὺς τόπους ἀριθμῶν καὶ ἀγωγῆς περὶ τῶν ὄντων ἀποραίνηται. πολλάκις γάρ, καθὼς προεῖπον, οὐ μόνον αὐτοὶ ἀλλὰ καὶ οἱ τούτων γεννήτορες τὰς ὥρας διαψευδόμενοι ἀδικοῦσι τὴν ἐπιστήμην· ὁμοίως γάρ καὶ αὐτὸς ἐκ τῶν ἐμῶν φυτοσπόρων κατελαβόμην. ἀλλὰ ταῦτα μὲν οὖν οὐ πράσσουσι, βουλόμενοι στιγμῇ περὶ τῶν καταθυμίων καὶ μὴ θυγκεκραμένων ἀκούειν καὶ ἀδυνάτων πραγμάτων ἐπιτυγχάνειν διά τινος μυστικῆς κακουργίας, ἀκούοντες μὲν παρὰ τῶν ἀμαθῶν καὶ πράσσοντες μετὰ προθυμίας, ἃ μὴ θέμις, ἡδόμενοι παραυτίκα ἐπαίνῳ καὶ τιμαῖς ἀμείβονται τοὺς πολεμίους, κακολογοῦσι δὲ τοὺς σεμνοὺς καὶ ἐμπείρους ὡς μὴ δυναμένους μήτε οὕτως ῥᾳδίως ἀποφαίνεσθαι μήτε πράσσειν λεπτομερῶς, οὐκ εἰδότες ὅτι μετὰ πολλοῦ πόνου καὶ ζητήματος τὰ πράγματα ἑκάστης γενέσεως καταλαμβάνεται. ὑστέρου δὲ σφαλέντες τῶν προσδοκωμένων καὶ μειανοοῦντες ἐπισφαλῶς καὶ ἀνιαρῶς οὐ μόνον ψόγον κατὰ τῶν ψευσαμένων πειθφέρουριν , ἀλλὰ καὶ μάθημα ἀνύπαρκτον φημίζουσι καὶ τοὺς μεταχειριζομένους ἐχθροὺς ἡγοῦνται. συμβαίνει δὲ διʼ ὀλίγους καὶ ἀναξίους τῆς ἐπιστήμης πολλοὺς ἀτιμάζεσθαι.

Οὐεττίου Οὐάλεντος ἀνθολογιῶν βιβλίον ε τετέλεσται.

[*](3 ἑπομέναων V 7 τινας] nempe τοὺς 8 ποφαίνεται V 12 aut iungendum περὶ τ. κ. καὶ μὴ et scribendum συγκεκομμένως vel sim. aut in μὴ latet dativus a συγκεκρ. pendens (velut τιμῇ) 14 possis μὴν vel μέντοι nempe πρασσόντων 15 mathemaicos neglegentes, nimicoa aut Valentis aut ipsorum, remunerantur sudibus et honoribus possis 〈τῷ〉 παραυτίκα et ἀμείβοντες)
240

Πᾶσα μὲν οὖν ἐπιστήμη καὶ τέχνη ἀρεστὴ κατά τὴν τοῦ ἐπάγοντος πρᾶξίν τε καὶ σύνεσιν ἢ καὶ σώματος ἕξιν οἰκείαν ἢ ἀνάρμοστον πρὸς τὴν ἕξιν. ὅθεν καὶ πολλοὶ μέμφονταί τε καὶ λειάζουσι τοὺς πλησίον, ἐπεὶ μὴ τῆς αὐτῆς κεκοινωνήκασι πράξεως, ὖπερ ἐστὶν ἀδύνατον καὶ ἀσύμφορον πάντας τὰ αὐτὰ εἰδέναι, ἴδιον δὲ ἑκάστου ἀγαθόν ἡγούμενοι κέκτηται συμβαίνει τε καὶ φρονεῖν δοκεῖ βέλτιστα. πολλάκις γάρ εὑρίσκεταί τις ὢν δημιουργὸς καὶ μεθοδικὸς πρὸς τάς ἐπιβολὰς τῶν πράξεων καὶ ἐπιτευκτικός, κἀν ἄπειρος γραμμάτων ἐπιτυγχάνῃ· ὁ δὲ πάνυ πεπαιδευμένος ῥᾳδίως ἁλίσκεται ὡς ἄπειρος τῶν παθῶν ὑχ᾿ ἀφελότητος καὶ ἀδιοικησίας προδεδομένος. καὶ οὗτος ἀδυνώμενος ματαίαν ἡγεῖται τὴν τῆς παιδείας ἐπιβολὴν καὶ εὐδαίμονα προκρίνει τὸν ἀμαθῆ. Ταῦτα δὲ εἱμαρμένης καὶ τύχης ἐστὶν ἔργα, αἵτινες ἀφάτως ἡρέμα συνερχόμεναι τοῖς ἀνθρώποις οὕς μὲν μακαρίους οὓς δὲ κακοδαίμονας ἀπεργάζονται ἀλογίστως καὶ ἀπρεπῶς. καὶ οὕτως διὰ πλάνης καὶ κακουργίας ὁ βίος ὁδεύων ἃ μὲν αὔξει καὶ δοξάζει καὶ εἰς εὐημερίαν καὶ προφάνειαν ἄγει, ὡς καὶ πολλούς ἐραστάς τῶν τοιούτων γίνεσθαι, ἃ δὲ λυπεῖ καὶ φ θείρει καὶ μαραίνει καὶ εἰς λήθην καὶ κίνδυνον καὶ μῖσος μεταχέρει τινὰς δὲ εἰς τὰς ἐχθίστας αὐτοῖς τέχνας καὶ ἐπιστήμας μετατρέψας ἀμετανόητον γνώμην καὶ πρᾶξιν καὶ τύχην ἐνηρμό [*](4 in mg. α’ V 7 fors. πρὸς τέχνην ἕ. aut π. τὴν πρᾶξιν 10 nempe ἡγουμένου 〈ἃ〉 συμβαίνει quam vim habeat nescido 11 τις ὣν δ. subiectum 13 ἐπιτυγχάνει V 14 melius si scripsisset πρακτέων vel sim. 15 ὁ δυνάμενος V, οὕτως ὁ δεῖνα μὲν Us. 20 οὗτος δὲ πλάνης V 21 μὴν V 24 ἐχθίστους V 25 ἀμετανόητον non intellego; an εὐμετ.?)

241
σατο. ταῦτα δὲ πάντα τελίσκεται καὶ γίνεται μεθʼ ἡδονῆς καὶ ἁρμονίας καὶ λύπης κατὰ τὰς τῶν καιρῶν μεταβολὰς καὶ τὰς τῶν χρόνων ἀνακυκλήσεις.

Προέγραψα μὲν οὖν ταῦτα καὶ αὐτὸς σεμνυνόμενος ἐπὶ τῇ περιχυθείσῃ μοι ὑπὸ τοῦ δαίμονος οὐρανίᾳ θεωρίᾳ, ἥτις νῦν ἀτιμάζεται καὶ ἀπελαύνεται, καὶ προγενεστέρα ὑπάρχουσα καὶ τὰ πάντα διέπουσα τῷ βίῳ, ἦς ἄνευθεν οὐδὲν οὔτʼ ἐστιν οὔτʼ ἔσται, ποτὲ δὲ ἐπίφθονον δοκεῖ καὶ τοὔνομα κεκτῆσθαι, ὅτε οἱ πρὸ ἡμῶν ἐπὶ τούτῳ ηὔχουν καὶ ἐμακαρίζοντο. ἄχθομαι οὖν καὶ ζηλωτὴς τυγχάνω τῶν παλαιῶν βασιλέων τε καὶ τυράννων καὶ τῶν περὶ τὰ τοιαῦτα ἐσπουδακότων, ἐπεὶ μὴ τοῖς αὐτοῖς ηὐτύχησα βιῶναι χρόνοις εὐπαρρησίαστον καὶ ἄφθονον τὸν αἰθέρα καὶ τὴν ἀναζήτησιν κεκτημένοις. εἰς τοσοῦτον γὰρ ἐπιθυμίας καὶ ἀρετῆς ἔσπευσαν, ὡς τὰ ἐπὶ γῆς καταλιπόντας οὐρανοβατεῖν ἀθανάτοις ψυχαῖς καὶ θείαις καὶ ἱεραῖς γνώμαις συνεπιστήσοντας, καθὼς καὶ ὁ Νεχεψὼ ἐμαρτύρησε λέγων· ἔδοξε δέ μοι πάννυχον πρὸς ἀέρα --- καὶ μοί τις ἐξηχησεν οὐρανοῦ βοή, τῇ σάρκας μὲν ἀμφέκειτο πέπλος κυανόχρους κνέφας προτείνων καὶ τὰ ἐξῆς. τίς γὰρ οὐκ ἂν κρίναι ταύτην τὴν θεωρίαν πασῶν προὔχειν καὶ μακαριωτάτην τυγχάνειν, ἐν ἧ Ἡλίου μὲν τακτοὶ δρόμοι κατὰ πρόσθεσιν καὶ ἀφαίρεσιν ἀριθμῶν τροπαῖς ἐπεμβαίνοντες καιρῶν μεταβολὰς προσημαίνουσιν, ἀνατολὰς καὶ δύσεις, ἡμέρας καὶ νύκτας, ὡρῶν καιρῶν κρύος καὶ θάλπος, ἀέρων εὐκρασίας, ἔτι δὲ συνιδεῖν ἐστι καὶ Μήνης ἀνωμάλους δρόμονς, προσνεύσεις τε καὶ ἀναχωρήθεις, αὐξήσεις τε καὶ μειώσεις, ὕψος τε καὶ βάθος, ἀνέμων φοράς, συναφάς καὶ ἀπορροίας, ἐκλείψεις τε καὶ σκιαθμοὺς καὶ τὰ λοιπὰ πάντας ἐκ τούτων δοκεῖ συνεστάναι τά τε ἐπὶ γῆς καὶ θαλάσσης καὶ οὐρανοῦ καὶ ἀρχὴ καὶ τὸ τέλος τῶν γεννωμένων. τῶν δὲ λοιπῶν ἀστέρων πέντε αἱ πορεῖαι καὶ ἄστατοι δρόμοι καὶ ποικίλαι φάσεις, ἀλλὰ καίπερ ἀνώμαλοι καὶ πλανῆται ὀνομαζόμενοι ἐστηριγμένην τὴν φύσιν κέκτηνται καὶ διὰ τακτῶν ἀνακυκλήσεων καὶ περιόδων εἰς τοὺς αὐτοὺς ἀποκαθίστανται τόπους.

[*](6 καίπερ προγ. Us. 8 ὁπότε V 10 ad sqq. cf. Riess Νecheps. fr. 1 Retzenatein Poimandres p. 4 καὶ del. Reitz. 14 ἕσπευσα V, corr. Us. 15 φωναῖς συνεπιτηρήσοντας Reitz.; an ζωαῖς συνεπιστατήσοντας? συνεπισπεύσοντας Rad. 17 totus trimeter excidisse vid. κοητῆ V 18 κυανόχρα V, corr. Us. 23 del. Keil Plasberg. καίριον Diels 24 fors. εὐκρ. 〈καὶ δυσκρασίας〉 26 ἀνέμων φοράς post εὐκρασίας v. 1 transfert Plasberg; at luna habet quosdam βαθμοῖς καὶ ἀνέμους (cf. Val. I 13 etc.) 27 〈ἃ〉 ἐκ Rad. 29 del. Reitz. σκολιαὶ πορεῖαι Reitz. πέντε αἱ] παντοῖαι Rad.)
242

Τὰ νῦν δὲ ἡ ἐξίχνευσις καὶ κατόρθωσις τῶν πραγμάτων ὑπὸ τοῦ φόβου ἀμαυροῦνται καὶ προμαραίνονται, ἡ δὲ διάνοια ἀρνουμένη καὶ ἀστήρικτος λογισμοῦ ὑπάρχουσα τοῖς αὑτοῖς οὐκ ἐπιω ἀλλʼ ἄλλοτε ἀλλαχοῦ πηδῶσα τὴν πρώτην λήθην ἀναλαμβάνει. εὐπροαίρετος δέ τις ὤν καὶ φιλόκαλος ῥᾳδίως ὄκνον ἀναλαμβάνει καὶ ἀμαθίαν αἱρεῖται μᾶλλον ἢ ἐπικίνδυνον ἀρετήν· ἀλλʼ ὅμως ἐπὶ πάντων ἡ ἐπιθυμία κρατεῖ καὶ κολαζομένη καὶ λυπουμένη ἐπιμένει ἐπὶ τοῖς αὑτοῖς. ἐμὲ δὲ οὔθʼ ἵππων δρόμοι ποικίλοι καὶ ταχεῖα μάστιγος ῥοπὴ ἀνεπτέρωσεν οὔτε ῥυθμοὶ ὀρχηστῶν καὶ αὐλῶν καὶ Μούσης καὶ κεκλασμένης ἀοιδῆς θέλξις ματαία ἔτερψεν οὔθʼ ὅσα ποτὲ διὰ μεθόδων ἡ χλεύης ἐπάγεται τούς ἀκούοντας, ἀλλʼ οὐδὲ μὴν ἐπιβλαβέσι καὶ ἐπωρελέσιν πράξεσιν ἡδονῇ καὶ λύπῃ μεμερισμέναις ἐκοινώνησα οὔτε μυσαράς τε καὶ ἐπαχθεῖς --- ἔσχον, ἀλλὰ θείᾳ καὶ σεβασμίᾳ θεωρίᾳ τῶν οὐρανίων ἐντυχών ἠβουλήθην καὶ τὸν τρόπον μου ἐκκαθᾶραι πάσης κακίας καὶ παντὸς μολυσμοῦ καὶ τὴν ψυχὴν ἀθάνατον προλεῖψαι. ἔνθὲν καὶ τὰ θεῖά μοι προσομιλεῖν ἐδόκει καὶ διανοητικόν μου πρὸς τὴν ἀναζήτησιν νηπτικὸν ἐκεκτήμην. ἐπεὶ οὖν πολλά τε καὶ θαυμαστὰ συνέταξα δυνάμενα παρά τοὺς ἀρχαίους πείσειν τούς ἐντυγχάνοντας, ἀναπολήσας ὅτι οἱ ἀρχαῖοι πολλὰς ἀγωγὰς προέθεντο δυσλύτους καὶ αἰνιγματώδεις, ἀναγκαίως ἔσχον ταύτῃ τῇ συντάξει μυστικὰς καὶ ἀπορρήτους ἀγωγὰς προτάξαι περί τε χρόνων ἐμπράκτων καὶ περὶ ἐσομένων. οὕτως γὰρ εὐκατάληπτος φανεῖσα ἡ ἐπιστήμη καὶ ὑπὸ τῆς ἀληθείας στηριζομένη μὲν μῖσος ἀποδιώξει, μετάνοιαν δὲ πολλὴν ἐνδειξαμένη ἱερὰ καὶ σεβάσμιος προδειχθήσεται. εἰ δὲ δοκεῖ πολλάκις περὶ τῶν αὐτῶν λέγεσθαι, ἀδιάφορον· ἃ μὲν γὰρ ἐντυγχάνων τοῖς προγενομένοις συνέτασσον διὰ τῆς ἐπιθυμίας καὶ εὑρέσεως αἰφνίδιον (ἐνθουσιᾷ γὰρ ὁ συγγράφμν, μάλιστα δὲ περὶ τούτων, καὶ θεῷ προσομιλεῖν δοκεῖ), ἃ δὲ καὶ ἐπίτηδες, ὥστε εἴ τις φθόνος προσδραμὼν λυμήνηται τὰς συντάξεις ἡμῶν, εὑρεθῆναι καὶ ἑτέροις συγγεγραμμένα.

[*](2 ἀμοιροῦνται V δονουμένη Diels αἰωρουμένη Rad. 9 ταχεῖαν μ. ῥοπὴν V 10 διαύλων V, δι᾿ αὐλῶν Us. possis ἐκλυούσης καὶ κεκλ. θέλξεως Va 11 an μεθόδων σκευῆς ? μυθωδῶν Diels 12 possis delere ἀλλʼ aut μὴν, sed V. a vetusto particulorum usu aberrat 13 possis μεμιγμέναις 14 ἑταίρας suppl. Us. 15 τόπον V 17 πρσλῆψαι V, cf. Catal. II 183, 3 post μοι ἴδει Va προσωμιλεῖν V 18 νϊπτικὸν Vb, ληπτικὸν Cumont 20 πεῖσαι Us. ἀναπολέσας V 23 poesis περὶ ἐμβάσεων 27 ἃ] ἕνα V, ἔνια Diels 30 ὥστε add. Diels, 〈ἵν᾿ 〉 ἤν τις . . . εὑρεθῇ Us.)