Anthologiarum libri
Vettius Valens
Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.
Τούτων οὕτως ἐχόντων ἀναγκαῖον καὶ ἕτερον τόπον ἐκ πείρας δοκιμάσαι, ὃν ἀφθόνως ἐπιδείξω, ὅς ἐστιν αἰτιατικὸς καὶ φόβων καὶ κινδύνων καὶ δεσμῶν παραίτιος. ἔστι μὲν οὖν καὶ οὗτος ὁ τόπος ἰσχυρός, λαμβανόμενος ἡμέρας ἀπὸ Κρόνου ἐπὶ Ἄρεα, νυκτὸς δὲ ἀπὸ Ἄρεως ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου (ἄλλοι τὰ ἴσα ἀπὸ Ἑρμοῦ). ὅπου δ᾿ ἂν ἐκπέσῃ, σκοπεῖν δεήσει μὴ κακοποιοῦ ζῴδιον ἢ κακοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσιν. οὕτως γὰρ ἐπισφαλεῖς καὶ ἐπικίνδυνοι αἱ γενέσεις γίνονται καὶ καθαιρετικαί· ἑκάστου δὲ ἀστέρος καὶ ζῳδίου ἡ φύσις τὸ εἶδος ἐποίσει· οἱ δὲ ἀγαθοποιοὶ ἐπόντες ἢ μαρτυροῦντες ἧττον τὸ κακὸν ἢ διεκδρομὴν τῶν αἰτίων ἐποίσουσιν.
Ἔδοξε δὲ μᾶλλον καὶ τούτῳ τῳ τόπῳ χρῆσθαι· ἐπὰν γὰρ ἑξάγωνος εὑρεθῇ ἢ Ἥλιος ἢ Σελήνη Κρόνῳ ἢ Ἄρεῖ ζῳδιακῶς, ἐπίφοβος ἡ γένεσις καὶ καταιτιατικὴ ἐντὸς μοιρῶν ο΄ καὶ ἐν τοῖς ἀκούουσι ζῳδίοις, ἐξαιρέτως δὲ ἐν ἐκείνῳ τῷ χρόνῳ, ὅταν τις αὐτῶν τὴν παράδοσιν πρὸς τὸ τοιοῦτον σχῆμα ποιήσηται. οἷον ἐὰν Ἥλιος Κρόνῳ Ἄρεῖ ἢ Σελήνη, πάλιν εἰ Κρόνος ἢ Ἄρης Ἡλίῳ ἢ Σελήνῃ, κἂν μὴ ἀμφότεροι κατὰ τὸ αὐτὸ τύχωσιν, εἶς δὲ αὐτῶν ἑξάγωνος εὑρεθῇ, ὁ δὲ ἕτερος ἀπὸ τετραγώνου [*](2 κλειδίου cf. 1. 8 5 nempe 〈ποικίλας〉 αἱρέσεις 10 ὃν] ὧν S 15 possis 〈ᾖ〉 ἢ 20 potius τρόπῳ 20 sq. γὰρ ἐξ αἰῶνος S 22 καταιτιακὴ S praestatne αἰτιατκή ?)
Ἐὰν δὲ οἱ καθολικοὶ χρόνοι καὶ οἱ ἐνιαυτοὶ εἰς τὸ αὐτὸ συνδράμωσι, πλῆρες τὸ τῆς αἰτίας γενήσεται συνοχῆς τε ἢ καθαιρέσεως· κατὰ δὲ τοὺς κυκλικοὺς ἐνιαυτοὺς ἡ διαίρεσις γενομένη τοὺς φόβους καὶ τὰς ἀνίας ἀποτελέσει· ἐὰν δὲ νηπίου γένεσις τοιοῦτον σχῆμα ἔχῃ, δεήσει περὶ τὸν πατέρα ἢ τὴν μητέρα τὸν φόβον λέγειν ἢ περὶ τοὺς δεσπότας, ἐὰν ἦ δουλική. τινὲς μὲν οὖν καὶ ἔτι νήπιοι ὄντες ἐν συνοχαῖς ἢ εἱρκταῖς γίνονται καὶ ἐν τούτοις τοῖς τόποις τὰς ἀναστροφὰς ποιοῦνται. ἐὰν δέ πως κατ᾿ ἐκεῖνον τὸν χρόνον ἀγαθοποιὸς κατὰ τὸν τόπον ἐπεμβῇ ἢ μαρτυρήσῃ, διέκπαυσις ἢ παρηγορία τοῦ κακοῦ γενήσεται· ἐὰν δὲ κακοποιός, χείρω· ἐὰν δὲ ἀγαθοποιὸς καὶ κακοποιός, ἀμφότερα. ἄλλως τε κἂν οἱ κακοποιοὶ διαμετροῦντες ἢ τετραγωνίζοντες τὸν Ἥλιον ἢ τὴν Σελήνην εὑρεθῶσι, φόβους καὶ συνοχὰς ποιοῦσιν· ἐὰν δέ πως ἡ γένεσις βοηθουμένη εὑρεθῇ ἐκ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας ἢ καὶ καθολικῆς ὑποστάσεως καὶ μὴ γένηται συνοχή, ἑτέρας τινὸς ἀφορμὴ συνοχῆς ἢ καταιτιασμοῦ γενήσεται, οἶον στρατείας τηρήσεως ἐγγυήσεως δανείων, τὸ συνδεθῆναι καταδίκαις ἐπάνω τῶν τοιούτων γενέσθαι ἤ, ὥσπερ εἴωθεν ἐπὶ πολλῶν συμβαίνειν, ἕνεκεν νόμου ἢ χρείας παρεδρεύειν τισὶ καὶ παρὰ προαίρεσιν πάσχειν καὶ μὴ δύνασθαι πράσσειν τὰ καταθύμια, καὶ δοκεῖν συνέχεσθαι ὑπὸ [*](1 an 〈ἢ〉 ἀπόστροφος? 2 τὸ Sb] τὸν Sa 4 nempe δυσσυνειδήτως 6 μαρτυρήσει S 13 βασιλεία S 14 οὕτως] οὗτος S 17 τε dicit ut τε καὶ 19 ἀνίας] ἐννοίας S 25 διέκπαυσιν ἡ (ἢ Sa) κατηγορία (-ίαν Sa) S 26 κακοποιοί S κἂν] καὶ S 31 ἀφορμῆς S fort. κατοχῆς 32 καταδίκοις S 35 δοκει V; an δέει?)
Λεκτέον δὲ ἀκολούθως καὶ τὰ λοιπὰ πρὸς ἀναπλήρωσιν τῆς συντάξεως, νυνὶ δὲ περὶ κλιμακτηρικοῦ ἐνιαυτοῦ. Ἐνιαυτὸς κλιμακτηρικὸς εὑρίσκεται μὲν ἀπὸ τῆς τῶν κακοποιῶν παραλήψεως ἢ παραδόσεως πρός τε τὰ φῶτα καὶ τὸν ὡροσκόπον καὶ πρὸς ἀλλήλους, καθολικῶς δὲ οὕτως. πάντοτε ἀπὸ τοῦ ὡροσκοποῦντος ζῳδίου δεῖ ἀπολύειν τὰ ἔτη· τὸ δὲ καταγόμενον ἔτος ἐὰν καταλήξῃ εἰς συνοδικὸν ἢ πανσεληνιακὸν ζῴδιον ἢ ἐν τοῖς τούτων τετραγώνοις ἢ διαμέτροις, κλιμακτηρικὸν καὶ ἐπιτάραχον τὸ ἔτος, μάλιστα δὲ ἐὰν καὶ τούτων οὕτως ἐχόντων κατὰ πάροδον Κρόνος εὑρεθῇ ἐν τοῖς τέτταρσι τῆς γενέσεως ἀποκλίμασι καὶ τῆς ὑποστάσεως συντρεχούσης, θάνατος ἐπακολουθήσει καὶ σωματικὴ ἀσθένεια καὶ αἱμαγμοὶ καὶ ἐπισφαλεῖς νόσοι ἢ κρυπτοὶ πόνοι πτώσεις τε καὶ αἰφνίδιοι κίνδυνοι. ἔσθ ὅτε δὲ περὶ τὰ τοῦ βίου πράγματα καὶ τὰς δόξας συντρέχει ὁ κλιμακτήρ, τῶν σωμάτων βοηθουμένων ὑπὸ τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας.