Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐν μὲν τοῖς προτεταγμένοις βιβλίοις αἱρέσεις μετ᾿ ἐπιλύσεως ἐξεθέμεθα, νυνὶ δὲ ἐν ταύτῃ καὶ ἑτέρους δυναστικοὺς τόπους ἐπιδιασαφήσομεν καὶ τὰς εἰς τὴν τῶν ἀστέρων διαίρεσιν ἁρμοζούσας κλεῖδας.

Τούτων οὕτως ἐχόντων ἀναγκαῖον καὶ ἕτερον τόπον ἐκ πείρας δοκιμάσαι, ὃν ἀφθόνως ἐπιδείξω, ὅς ἐστιν αἰτιατικὸς καὶ φόβων καὶ κινδύνων καὶ δεσμῶν παραίτιος. ἔστι μὲν οὖν καὶ οὗτος ὁ τόπος ἰσχυρός, λαμβανόμενος ἡμέρας ἀπὸ Κρόνου ἐπὶ Ἄρεα, νυκτὸς δὲ ἀπὸ Ἄρεως ἐπὶ Κρόνον καὶ τὰ ἴσα ἀπὸ ὡροσκόπου (ἄλλοι τὰ ἴσα ἀπὸ Ἑρμοῦ). ὅπου δ᾿ ἂν ἐκπέσῃ, σκοπεῖν δεήσει μὴ κακοποιοῦ ζῴδιον ἢ κακοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσιν. οὕτως γὰρ ἐπισφαλεῖς καὶ ἐπικίνδυνοι αἱ γενέσεις γίνονται καὶ καθαιρετικαί· ἑκάστου δὲ ἀστέρος καὶ ζῳδίου ἡ φύσις τὸ εἶδος ἐποίσει· οἱ δὲ ἀγαθοποιοὶ ἐπόντες ἢ μαρτυροῦντες ἧττον τὸ κακὸν ἢ διεκδρομὴν τῶν αἰτίων ἐποίσουσιν.

Ἔδοξε δὲ μᾶλλον καὶ τούτῳ τῳ τόπῳ χρῆσθαι· ἐπὰν γὰρ ἑξάγωνος εὑρεθῇ ἢ Ἥλιος ἢ Σελήνη Κρόνῳ ἢ Ἄρεῖ ζῳδιακῶς, ἐπίφοβος ἡ γένεσις καὶ καταιτιατικὴ ἐντὸς μοιρῶν ο΄ καὶ ἐν τοῖς ἀκούουσι ζῳδίοις, ἐξαιρέτως δὲ ἐν ἐκείνῳ τῷ χρόνῳ, ὅταν τις αὐτῶν τὴν παράδοσιν πρὸς τὸ τοιοῦτον σχῆμα ποιήσηται. οἷον ἐὰν Ἥλιος Κρόνῳ Ἄρεῖ ἢ Σελήνη, πάλιν εἰ Κρόνος ἢ Ἄρης Ἡλίῳ ἢ Σελήνῃ, κἂν μὴ ἀμφότεροι κατὰ τὸ αὐτὸ τύχωσιν, εἶς δὲ αὐτῶν ἑξάγωνος εὑρεθῇ, ὁ δὲ ἕτερος ἀπὸ τετραγώνου [*](2 κλειδίου cf. 1. 8 5 nempe 〈ποικίλας〉 αἱρέσεις 10 ὃν] ὧν S 15 possis 〈ᾖ〉 ἢ 20 potius τρόπῳ 20 sq. γὰρ ἐξ αἰῶνος S 22 καταιτιακὴ S praestatne αἰτιατκή ?)

209
ἢ τριγώνου ἢ διαμέτρου ἀπόστροφος τυχὼν παράδοσιν ἢ παράληψιν ποιήσηται πρὸς τὸ τοιοῦτον σχῆμα· τότε γὰρ ἐπιταραχθήσεται ἡ γένεσις καὶ ἐν ἀπολογίαις ἢ συνοχαῖς ἢ τηρήσεσι γενήσεται ἢ ὑπόπτους αἰτίας περὶ τοιούτων ἕξει καὶ δυσσυνείδητος ἀναστρέψει· καὶ ἂν μὲν ἀγαθοποιὸς συμπροσῇ ὁποτέρῳ τούτων ἢ οἰκείως μαρτυρήσῃ, ἀπαλλαγὴν τῶν φόβων ἢ κινδύνων ἕξει ἢ μεταβολὴν ἐπὶ τὸ ἀγαθόν, πλὴν οὐκ ἀτάραχος διαμενεῖ, ἐὰν δὲ τὸ σχῆμα κεκακωμένον τύχῃ χωρὶς τῆς τῶν ἀγαθοποιῶν μαρτυρίας, καταδικασθήσεται ἢ ἐν δεσμοῖς γενήσεται ἢ συνοχῇ ἢ τηρήσει· ἐὰν δέ πως ἡ ὑπόστασις μεγάλη εὑρεθῇ τοιούτου σχήματος ὄντος, καὶ κατὰ τὸν χρόνον ἐκεῖνον εὐλαβηθήσεται περὶ τοῦ ἀξιώματος καὶ τοῦ βίου καὶ κατηγορίας προδοσίας ὑπομενεῖ καὶ ἐξουσίᾳ ἢ βασιλεῖ ἀπολογήσεται, καὶ ἐὰν μὴ ὑπὲρ ἑαυτοῦ, ὑπὲρ ἑτέρου δέ, ἵνα τὸ τοῦ φόβου καὶ τὸ τῆς ἀγωνίας ἀποτελεσθῇ. οὕτως ὁ τόπος δυναστικός.