Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἔστω ἐπὶ ὑποδείγματος γένεσις οὕτω ἔχουσα. Ἥλιος Ἀφροδίτη Καρκίνῳ, Σελήνη ὡροσκόπος Ἰχθύσιν, Κρόνος πανσέληνος Τοξότῃ, Ζεὺς Αἰγόκερῳ, Ἄρης Σκορπίῳ, Ἑρμῆς Λέοντι, ὁ κλῆρος τῆς τύχης Λέοντι, ὁ Δαίμων Σκορπίῳ· ζητῶ δὲ ἔτος ο΄. ἀπέλυσα τοὺς μὲν σωματικοὺς χρόνους ἀπὸ Λέοντος, δοὺς αὐτῷ πρώτῳ Λέοντι ἔτη ιθ΄· εἶτα Παρθένῳ ἔτη κ΄, εἶτα Ζυγῷ ἔτη η΄, εἶτα Σκορπίῳ ἔτη ιε΄ γίνεται ἔτη ξβ΄. ἐν τούτοις πολλοὺς μὲν κλιμακτῆρας ἔσχε καὶ ἀπὸ ὕψους πτώσεις καὶ μελῶν θραύσεις. καὶ ἑξῆς τὰ λοιπὰ ἔτη η΄ ἀπὸ Τοξότου ἐπικειμένου Κρόνου παῤ αἵρεσιν· ἐν τούτοις καὶ ναυάγια καὶ σωματικὰς ὀχλήσεις ὑπέμεινεν. τὴν δὲ αἰτίαν τοῦ πάθους ἀπὸ τοῦ ζῳδίου, ἔνθα εὑρίσκεται ὁ κύριος τοῦ κλήρου διοδεύων, λαμβάνομεν· οἷον ὁ κλῆρος Λέοντι, ὁ κύριος τοῦ Λέοντος Ἥλιος εὑρέθη ἐν τῷ Καρκίνῳ· σημαίνει δὲ ὁ Καρκίνος στῆθος καὶ στόμαχον· τὴν αἰτίαν οὖν τοῦ πάθους λέγομεν γεγενῆσθαι ἀπὸ τοῦ Καρκίνου. τοὺς ἐπιμερισμοὺς γὰρ λαμβάνει τῶν ἐτῶν καὶ ἀνὰ τξ΄ ἡμέρας ποιεῖ· τὰς γὰρ ε΄ δ΄ κατʼ ἴδιον ψηφίζων προστίθει τοῖς ἔτεσι. ἔδωκεν οὖν τῷ Τοξότῃ ἐνιαυτόν· Αἰγόκερῳ ἔτη β΄ μῆνας γ΄· Ὑδροχόῳ ἔτη β΄ μῆνας ς΄· Ἰχθύσιν ἐνιαυτόν· εἶτα Κρίῷ τὰ λοιπὰ εἰς συμπλήρωσιν τῶν θ΄ ἐτῶν. Ἄρης οὖν τῶν σωματικῶν χρόνων κυριεύσας ἀπὸ Τοξότου παραλαβὼν Κρόνου ἐπικειμένου τῷ Τοξότῃ τέλος ἐπήγαγεν [*](1 εὐημερΐσει V 2 fors. παρὰ τὴν ἀσχολείας V 5 ζημίας V 8 an σχηματισμός? 10 ὑποδείγματος V 12 post Sagittarii signum ℂ π ut vid. V (═ πανσέληνος?), transposui 19—20 Saturnus die gaudet et παῤ αἵρεσιν est, si in signo nocturno versatur; ergo in alio potius esset atque in Sagittario (Bouché-Leclercq, 156); cf. ad v. 31 24 στομάχου V 26 δ΄] λ΄ V 29 θ΄] nempe η΄ 30 Mars enim Scorpii dominus est, in quo eat Daemon. 31 supra Sagittarii signum Arietis posuisse vid. Vb ἐπάγαγεν V)

168
ἐτελεύτα δὲ προσινωθεὶς στόμαχον καὶ βηχὸς προπειραθείς ἦν γὰρ καὶ ὁ θανατικὸς τόπος Ἰχθύσι Σελήνης ἐπικειμένης καὶ Κρόνου καθυπερτεροῦντος, ἐξ οὗ ἡ δυναστεία. ἄλλως τε καὶ αὐτὸς ὁ κύριος τῆς πανσελήνου Κρόνος ἀπόστροφος γενόμενος τὸ εἶδος τῆς βιαιοθανασίας ἐπήγαγε. τὸ δὲ σίνος τοῦ στομάχου καὶ βηχός, ἐπεὶ ὁ κύριος τοῦ κλήρου Ἥλιος ἐν Καρκίνῳ εὑρέθη· ὁ δὲ Καρκίνος στῆθος καὶ στόμαχον δηλοῖ. τοὺς δὲ πρακτικοὺς χρόνους ἐποιησάμην ἀπὸ Σκορπίου αὐτῷ τῷ Ἄρει δοὺς ἔτη ιε΄, εἶτα Τοξότῃ ιβ΄ ἐπικειμένου Κρόνου· ἕως ἐτῶν κζ΄ ἀνώμαλος ἀλήτης γέγονεν. ὑπὸ δὲ ἐπιτρόπων ἱκανὸς βίος αὐτοῦ ἀνηλώθη· ἦν γὰρ καὶ ὁ περιποιητικὸς Διδύμοις καὶ οὐδεὶς τῶν ἀγαθοποιῶν ἐπεθεώρησε, μόνος δὲ Κρόνος ἠναντιώθη. εἶτα ἑξῆς Αἰγόκερως παρέλαβεν ἐπὶ ἔτη κζ΄, Διὸς ἐπικειμένου καὶ ἀγαθοδαιμονοῦντος, ἀκρονύκτου δὲ ὑπὸ Ἡλίου καὶ Ἀφροδίτης θεωρουμένου· καὶ ὅλην μὲν τὴν χρονογραφίαν ἔμπρακτον κατήγαγε καὶ δημοσίας καὶ βασιλικὰς πράξεις ἐπιστεύθη καὶ γέγονεν ἡγεμόνων καὶ βασιλέων φίλος καὶ ἐκτήσατο πολλὰ ὁμολογουμένως, ἐναντιώματα δὲ καὶ ἀνωμαλίας κατὰ καιρὸν ὑπομένων κατὰ τὰς τῶν κακοποιῶν παραλήψεις ἢ ἐπιμαρτυρίας, ἀπαράμονον δὲ τὴν κτῆσιν διὰ τὸ ἀφαιρετικὸν εὑρῆσθαι τὸν Δία καὶ ἰδίῳ ταπεινώματι. μετὰ δὲ τὸν Αἰγόκερω παραλαβόντος τοὺς χρόνους Ὑδροχόου Ἄρεος καὶ Ἑρμοῦ μαρτυροῦντος τῶν ἀγαθοποιῶν ἀποστρόφων ὄντων αὐτὸς μὲν τῶν πράξεων ἐπαύσατο, πολλὰ δὲ ἀφελῶς πιστεύσας ἀπώλεσεν, οἰκείοις δὲ καὶ δούλοις τὰς πίστεις ἐνεχείρησεν, ὧν διʼ ἀμέλειαν καὶ σπάνιν χρεωστίαις περιπεσὼν ἔκπτωτος εὑρέθη διὰ τὸ καὶ τὴν καθολικὴν ὑπόστασιν οὕτω φέρειν. αὐτὸς οὖν Ὑδροχόος ἔλαβεν ἔτη β΄ μῆνας ς΄, εἶτα Ζεὺς ἐνιαυτὸν α΄, εἶτα Ἄρης ἐνιαυτὸν καὶ μῆνας γ΄, εἶτα Ἀφροδίτη μῆνας η΄, εἶτα Ἑρμῆς ἐνιαυτὸν α΄ μῆνας η΄ ἔκτοτε εἰς μείωσιν πολλὴν ἐχώρει τὰ πράγματα· εἶθ᾿ ἑξῆς Σελήνη παρέλαβε ἔτη β΄ μῆνα α΄· ἐν τούτοις ἔδοξέν τινα ἀπειληφέναι τὰ προπεπιστευμένα καὶ εἰς φίλων βοηθείας τετευχέναι. εἶτα ὁμοίως ἔλαβεν ὁ Ἥλιος ἐνιαυτὸν α΄ μῆνας ζ΄ ἐν Λέοντι καὶ Ἑρμῆς Παρθένῳ ἐνιαυτὸν α΄ μήνας η΄ κακοποιῶν οὖν μαρτυρησάντων τοῖς τόποις καὶ τῷ Ἐρμῇ ἐν τούτοις τοῖς χρόνοις καθῃρέθη· καὶ γὰρ ὁ κλῆρος ἐν [*](3 Saturnus in Sagitt. positus καθυπερτερεῖ Pisces (Catal., I, 157); an ἐφ᾿ οὗ? cf. 185, 37 5 ἐπήγαγε V 8 nempe τῷ Σκορπίῳ aut τῷ 〈Σκ. διὰ τὸν〉 Ἄρεα 11 περιπ. eat undecimus locus a Sorte Fortunae ἐπιθεώρησε V 13 XI. enim locus est boni genii nolui ἀκρονύκτου V 23 ἀπόλεσεν V δὲ] τε V 30 ἔδοξαν V 31 sc. nunc ad Aquarii diametrum transitur 34 sc. Sors Fortunae VI. est loco)
169
ἀποκλίσει εὑρέθη καὶ ὁ κύριος τοῦ τριγώνου τῆς Σελήνης Ἄρης. μετὰ δὲ τὸν τοῦ Ἑρμοῦ ἔλαβεν Ἀφροδίτη μῆνας η΄. ἑξῆς Ἄρης ἐνιαυτὸν μῆνας γ΄, εἶτα Τοξότης ἐνιαυτὸν α΄· καὶ τὸ τέλος ἐγένετο.