Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τούτων οὕτως ἐχόντων σκοπεῖν δεήσει ἐπὶ τῆς διαιρέσεως τόν τε παραδιδόντα καὶ παραλαμβάνοντα πότερον ἐπίκεντροι ἢ ἀποκεκλικότες, ὁμογνωμονοῦντες ἢ ἀλλότριοι τυγχάνουσιν. ἐὰν γὰρ ζῳδιακῶς μὲν ἡ διαίρεσις ἀπὸ ἐπικέντρων τόπων εἰς ἐπικέντρους ποραγένηται, ὁμοίως δὲ καὶ οἱ τούτων οἰκοδεσπόται ἐπίκεντροι τύχωσιν ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι καὶ οἰκείας αἱρέσεως, ἀγαθὴν τὴν χρονοκρατορίαν ἀποτελοῦσι καὶ ἐπίσημον· ἐὰν δὲ οἱ μὲν τόποι ἐπίκεντροι, οἱ δὲ κύριοι ἀποκεκλικότες ἢ ὑπὸ κακοποιῶν μαρτυρούμενοι, ἀνώμαλον τὸν χρόνον καὶ ἐπιτάραχον δηλοῦσιν. ἐὰν δὲ τὰ πάντα σχήματα ἐν ἀποκλίμασιν εὑρεθῇ, κάκιστος ὁ χρόνος καὶ αἰτίας καὶ ζημίας ἐπάγων· γίνεται δὲ κατὰ τούσδε τοὺς χρόνους ἐν ξενιτείαις καὶ πράξεων μεταβολαῖς, καὶ ἐὰν μὲν ἀγαθοποιοὶ τύχωσιν ἢ ὑπὸ ἀγαθοποιῶν μαρτυρούμενοι, ἐπὶ ξένης πραγμάτων κατόρθωσιν ποιησάμενοι ἐπωφελῶς διάξουσιν. ἐὰν δὴ κακοποιοί, καὶ ἐπὶ ξένης ταραχαῖς καὶ ζημίαις περιτραπήσονται ἢ καὶ ἀπὸ ξένων καὶ δούλων προδοθήσονται· ὅθεν τὰ ἀποκλίματα ξένης σημαντικά, ἐὰν δέ πως ἐπίκεντροι εὑρεθῶσιν ἢ ἰδιοτοποῦντες, κατοχὰς σημαίνουσιν εἴς τινας τόπους ἢ ἐπιμονάς. Ἑρμῆς μὲν οὖν καὶ Ἀφροδίτη οὔτε μακρὰς οὔτε πολυχρονίους τὰς ἀποδημίας παρέχουσιν, ἐπεὶ οὐ πολὺ ἀφίστανται τοῦ Ἡλίου· Κρόνος δὲ καὶ Ἄρης καὶ Σελήνη ὑπερορίους καὶ ἐπικινδύνους ἐπί τε γῆς καὶ θαλάσσης καὶ ἐν πλάναις ἢ βαρβάροις τόποις γινομένους. Ἥλιος δὲ ἐπιδόξους καὶ ἐντίμους καὶ εὐσυστάτους· Ζεὺς δὲ ἐπωφελεῖς καὶ πολυφίλους καὶ ἡδέως διάγοντας ἐπὶ τῆς ξένης.

Ἐὰν οὖν χρόνους σωματικούς τις ἐν ἐκκέντρῳ κατάγῃ ζῳδίῳ ἢ καὶ ὁ κύριος ἔκκεντρος τύχῃ ὑπὸ κακοποιῶν μαρτυρούμενος, ἐν ἀσθενείᾳ γενήσεται καὶ αἱμαγμοῖς ἢ κινδύνοις. ἐὰν δέ τις κατὰ τὸν δαίμονα τοὺς χρόνους κατάγῃ ἐν ἐκκέντρῳ ζῳδίῳ καὶ κακοποιὸς ἐπῇ ἢ καὶ τῷ οἰκοδεσπότῃ τοῦ ζῳδίου μαρτυρήσῃ, ἀπρακτήσει καὶ ἐν δυστυχίαις διάξει καὶ ἀκαταστατήσει τῇ ψυχῇ κακωτικῶς διάγων περί τε τὰς πράξεις καὶ τὰς ἐπιβολάς· καὶ ἐὰν μὲν ἐν πυρώδει [*](3 συνό et πανσελή V 16 ξενιτίαις V 26 γενομένους V, corr Wendl.)

166
ζῳδίῳ εὑρεθῇ κατάγων τὸν χρόνον κακοποιῶν ἐπόντων ἢ μαρτυρούντων, ἔκλυσιν ψυχῆς μεγίστην ἕξει καὶ παρὰ προαίρεσίν τινα διαπράξεται ἀστατῶν τῇ γνώμῃ ἐὰν δὲ ἐν ἀερώδει καὶ ᾖ κεκακωμένον τὸ ζῴδιον ἢ ὁ κύριος, μετεώρως καὶ ἐπιλύπως διάξει καὶ ἄλλα διαπρασσόμενος ἕτερα προσδοκήσει· ἐὰν δὲ ἐν γεώδει ζῳδίῳ, τὰ μὲν προσπίπτοντα γενναίως οἴσει, διὰ δὲ τῆς ἰδίας ἐγκρατείας τῶν πλείστων περιέσται ἐννοηματικῶς· ἐὰν δὲ ἐν ὑδατώδει ζῳδίῳ, εὐπαρηγόρητον τὴν ψυχὴν κεκτημένος καὶ ἔν τισιν ἀνωμαλίσας πολλῶν πραγμάτων κατόρθωσιν ποιήσει καὶ περὶ τὰς ἐγχειρήσεις εὐεπήβολος ἔσται. πάντοτε μὰν οὖν ἰδικῶς αἱ πράξεις καταλαμβάνονται ἔκ τε τοῦ δαίμονος καὶ οἰκοδεσπότου· εἰσὶ γάρ τινες σωματικὰς μὲν πράξεις ἔχοντες, οἷον διὰ χειρῶν ἐργαζόμενοι, καὶ σωματικὰς κακοπαθείας ἀχθίσεως ἢ γυμνασίας· ἕτεροι δὲ ἀπὸ λόγου καὶ ἐπιστήμης καὶ ψυχῆς ἐνεργείας. ὅπου δὲ ἂν πλείους ἀστέρες προσνεύσωσιν ἤτοι τῷ κλήρῳ ἢ τῷ δαίμονι, ἐκεῖθεν τὸ πρακτικὸν δηλωθήσεται. συνεπικρίνειν οὖν δεῖ τὰς πράξεις καὶ τὴν καθολικὴν ὑπόστασιν, ἤτοι ἔνδοξος ἢ μετρία ἡ γένεσις ἢ καὶ εὐδαίμων ἢ πενιχρά ἢ ἐπίδικος ἢ ἀνώμαλος, ἵνα ἐν τοῖς ἐπιμερισμοῖς καὶ τὰ ἀποτελέσματα προφανῆ γένηται. οἱ μὲν οὖν τὰς πράξεις ἀποτελοῦντες ὁ τῆς Ἄρεος καὶ τῆς Ἀφροδίτης καὶ τοῦ Ἑρμοῦ, ὁ δὲ τοῦ Κρόνου ἐπιτηδεύματα καὶ ὅσα ποτὲ διʼ ὑγρῶν ἢ κακοπαθείας καὶ κληρουχίας γίνεται. ταπεινοὶ μὲν οὖν καὶ ἄδοξοι καταλαμβάνονται ἔκ τε Κρόνου καὶ Ἄρεος Διὸς ἀπόντος, ἔνδοξοι δὲ καὶ εὔποροι ἔκ τε Ἡλίου καὶ Σελήνης συμπαρόντων τῶν ἀγαθοποιῶν ἢ συνεπιμαρτυρούντων. ἐὰν οὖν ἡ διαίρεσις ἀπὸ τοῦ δαίμονος εἰς τὸ μεσουράνημα τοῦ κλήρου τῆς τύχης ἔλθῃ ἢ εἰς αὐτὸν τὸν κλῆρον τοῦ κυρίου συμπαρόντος καὶ ὑπὸ ἀγαθοποιοῦ μαρτυρουμένου ἢ καὶ Ἡλίου ἢ καὶ Σελήνης, ἐπιλάμπρας μὲν οὔσης τῆς ὑποστάσεως ὁ γεννώμενος ἐν ἡγεμονίαις καὶ μεγάλαις δόξαις γενήσεται ἐπίσημός τε καὶ ἀρχικὸς καὶ προφανὴς κατ᾿ ἐκείνους τοὺς χρόνους καὶ ὑπὸ πολλῶν μακαριζόμενος διὰ τὴν περὶ αὐτὸν εὐδαιμονίαν. καὶ ἐπὶ τοῦ ὡροσκόπου δὲ καὶ ἐπὶ τοῦ μεσουρανήματος καὶ ἐπὶ τῶν λοιπῶν κέντρων ἡ διαίρεσις γενομένη δόξας ἀποτελεῖ, οὐχ ὁμοίως δέ· ἐνεργέστεροι γὰρ οἱ τῶν κλήρων τετράγωνοι τόποι. ἐὰν δὲ τούτων οὕτως ὄντων μετρία ἡ ὑπόστασις εὑρεθῇ, ἔσται ἐν πράξεσιν ἢ ὠφελείαις καὶ μείζοσι φίλοις καὶ [*](4 μετέωρος Va 13 nempe 〈διὰ〉 ἀχθ. ἀχθέσεως V, corr. H; ἀσκήσεως Rad. 14 an ψυχικῆς? 19 γενήσεται V 21 fors. [καὶ] ὅσα 28 ἐπὶ λαμπρᾶς V, corr. Rad. 30 γενήσονται V 36 possis φιλίαις aut φίλοις 〈ζχρήσεται〉 vel sim.)
167
δωρεᾶς καὶ τιμῆς καταξιωθήσεται καὶ εὐημερήσει καὶ προκόψει περὶ τὴν τῆς ἀσχολίας ἐνέργειαν, καὶ ἐὰν μάλιστα ἀγαθοποιοὶ ἐπῶσιν ἢ μαρτυρῶσιν· εἰ δὲ κακοποιοί, τὰ μὲν τῶν τόπων γενήσεται καθὼς πρόκειται προφανῆ, ἕνεκα δὲ τῆς τῶν κακοποιῶν μαρτυρίας ἐναντιώμασι καὶ ζημίαις περιτραπήσονται καὶ ἀπαράμονον τὴν τῆς ἀγαθοποιίας ἀφορμὴν ὑπομένοντες. ὥσπερ δὲ ἕκαστος τῶν ἀστέρων ἐπὶ τοῦ κύκλου ζῳδιακῶς ἐστοιχειογράφηται κατὰ τοὺς οἴκους, τὸ ὅμοιον καὶ ἐπὶ γενέσεως σχηματισάμενος συμπαθὴς πρὸς ἕτερον γενήσεται.